Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Η διάκριση αγεννήτου και γεννητού έναντι της θείας ουσίας

Αναίρεση της ταύτισης του αγεννήτου με τη θεία ουσία και εξέταση της διαφοράς μεταξύ αληθινού τέκνου και δημιουργήματος, με βάση τις Γραφές και τη βαπτισματική ομολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 8

Ἀνόμ. Εἰ τέλειον ἦν γέννημα ἐν ἀγεννήτῳ, ἐξ ὧν ἦν ἐν ἀγεννήτῳ γέννημά ἐστι καὶ οὐκ ἐξ ὧν ὁ ἀγέννητος αὐτὸς ἐγέννεσε γεννητὴν γὰρ φύσιν ἐν ἀγεννήτῳ οὖσαν εἶναι οὐκ ἐνδέχεται, τὸ γὰρ αὐτὸ εἶναί τε ἔστι καὶ μὴ εἶναι. γέννημα γὰρ ἀγέννητον οὐκ ἔστι, καὶ ἀγέννητον ὂν γέννημα οὐκ ἦν τοῦ ἀνομοιομεροῦς ἐπὶ θεοῦ βλασφημίας ὕβριν ἐπέχοντος.

Ὀρθ. Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ ἐντειλάμενος βαπτίζεσθαι πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὐκ 〈ἂν〉 ἐπεχείρεις παρακρούεσθαι τὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ὄνομα ἐν ἐθελοθρησκείᾳ εἰκῇ, φυσιούμενος κατὰ τοῦ διδάξαντος τὴν καλὴν ὁμολογίαν. ἐπειδὴ δὲ οἰόμενος εἶναι σοφὸς τὸν πατέρα οὐ θέλεις εἶναι πατέρα, ἵνα μὴ δόξῃς παρὰ σεαυτῷ εἶναι φρόνιμος, παρ᾽ ἡμῶν ἄκουε ὅτι τέλειος ἦν καὶ ἔστι καὶ ἔσται ὁ υἱὸς ἐν τῷ πατρί. “ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεὸν”, κἂν μὴ θέλῃς, Ἀέτιε. καὶ οὐ πρότερον ἦν καὶ τότε ἐγεννήθη οὐδὲ μὴ ὢν γεγέννηται, ἀλλὰ συναΐδιόν ἐστι γέννημα ὡς ἀπαύγασμα φωτὸς ἀϊδίου. γεννητὴ δὲ φύσις καὶ ἀγέννητος φύσις οὐκ ἐν τῇ φύσει ἔχει τὸ διάφορον, ἀλλ᾽ ἐν τῷ γεγεννῆσθαι καὶ μὴ γεγεννῆσθαι. ἰδοὺ γὰρ καὶ ὁ Ἀδὰμ οὐ γεγέννηται διὰ γυναικός, ἡμεῖς δὲ γεγεννήμεθα καὶ οὐκ ἐν τῇ φύσει ἔχομεν τὸ διάφορον, ἀλλ᾽ ἐν τῷ γεγεννῆσθαι καὶ μὴ γεγεννῆσθαι διὰ γυναικός.

Ἀνόμ. Εἰ ἀγεννήτου φύσεως ὑπάρχων ὁ θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, ὁ δὲ υἱὸς γεννητῆς φύσεως ὑπάρχων τοῦτο γινώσκει ἑαυτόν, ὅπερ ἐστί, πῶς οὐκ ἂν εἴη τὸ ὁμοούσιον ψεῦδος τοῦ μὲν γινώσκοντος ἑαυτὸν ἀγέννητον, τοῦ δὲ γεννητόν;

Ὀρθ. Εἰ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν νομίζεις εἶναι τὰς φύσεις, οἶδε δὲ ἑαυτὸν καὶ Γαβριὴλ γεννητῆς φύσεως, πῶς οὐκ ἂν εἴη καὶ Γαβριὴλ ὁμοούσιος τῷ υἱῷ; εἰ δὲ γεννητῆς φύσεως ὢν ὁ Γαβριὴλ οὐκ οἶδεν ἑαυτὸν ὁμοούσιον τῷ υἱῷ, οὐκ ἔστι τὸ γεννητὸν φύσις. εἰ δὲ οὐκ ἔστι τὸ γεννητὸν φύσις, οὐδὲ τὸ ἀγέννητόν ἐστι φύσις. [γενητὸν δὲ μὴ λέγε τὸν υἱὸν, τὸν γενεσιουργὸν τῶν ἁπάντων, ἀλλὰ γεννητὸν εἰπὲ ὡς γέγραπται. γεννητὸν γάρ ἐστι τὸ πατέρα ἔχον, γενητὸν δὲ τὸ γενεσιουργὸν ἔχον.] ἡμῶν οὖν γενεσιουργὸς ὁ θεὸς διὰ τοῦ υἱοῦ, τοῦ δὲ υἱοῦ πατὴρ οὐκέτι δὲ γενεσιουργός, οὐδεὶς γὰρ τοῦ ἑαυτοῦ υἱοῦ γενεσιουργός ἐστιν, ἐπεὶ οὐκέτι πατήρ, ἀλλὰ γενεσιουργός. γενεσιουργὸς δέ ἐστιν ὁ ἔξωθέν τι εἰς γένεσιν ἄγων, πατὴρ δὲ ὁ ἐξ ἑαυτοῦ γεννῶν. γενεσιουργὸν δὲ ἀκούων τὸν θεὸν μὴ ὑπονόει κόπον καὶ μόχθον, καὶ πατέρα ἀκούων μὴ ζήτει ῥεῦσιν, ἀλλὰ θεοπρεπῶς νόει, ἵνα θεὸς γένῃ καὶ μὴ ὡς ἄνθρωπος ἀποθάνῃς.

Ἀνόμ. Εἰ μὴ τὸ ἀγέννητον τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησιν, ἀλλ᾽ ἐπίνοιά ἐστιν ἀνθρωπίνη τὸ ἀσύγκριτον ὄνομα, χάριν τοῖς ἐπινοήσασι γινώσκει ὁ θεὸς διὰ τὸ ἀγέννητον τὴν ὑπεροχὴν τοῦ ὀνόματος οὐ φέρων ἐν οὐσίᾳ.

Ὀρθ. Εἰ τὸ ἀγέννητον τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησι καὶ τοῦτό ἐστι τὸ ἀσύγκριτον τοῦ θεοῦ ὄνομα, πῶς οὐκ ἐδίδαξαν ἡμᾶς τοῦτο αἱ θεῖαι γραφαί; ἀλλ᾽ ἐσφάλη Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ ἄφθαρτον καὶ ἀόρατον αὐτῷ μόνῳ προσεῖναι διδάξας καὶ μὴ τὸ ἀγέννητον. ἐπειδὴ δὲ σὺ σοφώτερος θέλεις εἶναι τῶν θείων γραφῶν, εἰπὲ εἰ μὴ τὸ ἄφθαρτον καὶ τὸ ἀόρατον καὶ τὸ ἀψευδὲς τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησιν. εἰ γὰρ οὐ παρίστησιν, ἐσφάλη εἰρηκὼς “ἀφθάρτῳ ἀοράτῳ μόνῳ σοφῷ θεῷ”. εἰ γὰρ οὐκ ἔχει ἐν αὐτοῖς τὸ ἀσύγκριτον, οὐκ ἔστι μόνος ἄφθαρτος καὶ ἀόρατος· εἰ δὲ μόνος ἔχει τὸ ἄφθαρτον καὶ τὸ ἀόρατον, ἐν τούτοις τὸ ἀσύγκριτον καὶ οὐκ ἐν τῇ σῇ ἐπινοίᾳ.

Ἀνόμ. Εἰ ἔξωθεν ἐπιθεωρεῖται τῷ θεῷ τὸ ἀγέννητον, οἱ ἐπιθεωρήσαντες τοῦ ἐπιθεωρηθέντος εἰσὶν ἀμείνους κρεῖττον ὄνομα τῆς φύσεως αὐτῷ πορισάμενοι. Ὀρθ. Μὴ ὑψοῦ ὡς εὑρηκὼς τὸ τοῦ θεοῦ ὄνομα, μήποτε ἀκούσῃς· “καὶ σὺ Καπερναοὺμ, ἐὰν ἕως τοῦ οὐρανοῦ ὑψωθῇς, ἀλλ᾽ ἕως ᾅδου καταβιβασθήσῃ”. ὅτι δὲ ὑπὲρ ταύτην ὑψηλοφρονεῖς, ἐντεῦθεν δῆλον ἐκ τοῦ τὴν μὲν θεόπνευστον γραφὴν λέγειν εἰρηκέναι τὸν θεόν· “ὤφθην φησὶ πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς”, σὲ δὲ λέγειν εὑρηκέναι αὐτό. ὅτι δὲ τὸ ἀγέννητον οὐκ ἔστιν ὄνομα τοῦ θεοῦ, δῆλόν ἐστιν ἐκ τοῦ λέγειν τὸν κύριον “πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος”, ὃ γὰρ ἐὰν εἴπῃς ὄνομα τοῦ πατρὸς εἶναι, τοῦτο καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἀναγκασθήσῃ δοῦναι· εἰ γὰρ ἄλλο τοῦ πατρὸς καὶ ἄλλο τοῦ υἱοῦ καὶ ἄλλο τοῦ ἁγίου πνεύματος, εὗρες δὲ τὸ τοῦ πατρὸς ὡς ἐνόμισας, εἰπὲ καὶ τὸ τοῦ υἱοῦ, κἂν εἴπῃς τὸ τοῦ υἱοῦ, εἰπὲ καὶ τὸ τοῦ ἁγίου πνεύματος, ἵνα τότε ἀκούσῃς φάσκων εἶναι σοφὸς ἐμωράνθης· ὃ γὰρ οὐκ εἶπεν ἡ γραφὴ οὐχ εὑρήσεις. εἰ δὲ νομίζεις τοῦ πατρὸς εἶναι τὸ ἀγέννητον καὶ τοῦ υἱοῦ τὸ γεννητὸν, ποῖον ἆρα τούτων τῷ πνεύματι δώσεις;

Ἀνόμ. Εἰ καὶ τὸ γέννημα ἄτρεπτόν ἐστι τὴν φύσιν, ἀλλὰ διὰ τὸν γεννήσαντα· τὸ δὲ ἀγέννητον οὐσία ἐστὶν ἄτρεπτος οὐ διὰ τὴν γνώμην, ἀλλὰ διὰ τὸ ἐν οὐσίᾳ ἀξίωμα. Ὀρθ. Καὶ εἰ μή ἐστιν οὐσίας ἀξιώματι ἄτρεπτος ὁ τοῦ θεοῦ υἱὸς, τίνι διαφέρει τῶν ἄλλων λογικῶν δυνάμεων καὶ αὐτῶν ἐχουσῶν τὸ ἄτρεπτον ἐν τῇ γνώμῃ τοῦ κτίσαντος; πῶς δὲ καὶ ἀκούεις αὐτοῦ λέγοντος· “πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν”, εἴπερ οὐκ ἐν τῷ τῆς οὐσίας ἀξιώματι ἔχει τὸ ἄτρεπτον;

Ἀνόμ. Εἰ τὸ ἀγέννητον οὐσίας ἐστὶ δηλωτικὸν, εἰκότως πρὸς τὴν τοῦ γεννήματος οὐσίαν ἀντιδιαστέλλεται· εἰ δὲ μηδὲν σημαίνει τὸ ἀγέννητον, πολλῷ δὴ μᾶλλον οὐδὲν δηλοῖ τὸ γέννημα, μηδενὶ δὲ μηδὲν πῶς ἀντιδιαστέλλειν; εἰ δὲ ἡ ἀγέννητος προφορὰ πρὸς τὴν γεννητὴν προφορὰν ἀντιδιαστέλλεται σιωπῆς τὴν προφορὰν διαδεχομένης, γίνεσθαι συμβαίνει καὶ ἀπογίνεσθαι τὴν τῶν Χριστιανῶν ἐλπίδα ἐν διαφόρῳ προφορᾷ κειμένην, ἀλλ᾽ οὐκ ἐν φύσεσιν οὕτως ἐχούσαις, ὡς ἡ τῶν ὀνομάτων βούλεται σημασία.

Ὀρθ. Ὅταν σοι δοθῇ λέγειν ἐπὶ θεοῦ τὸ ἀγέννητον, τότε σημαίνειν τὸ ἀγέννητον λέγομεν τὸ μὴ γεγεννῆσθαι τὴν οὐσίαν, ὡς τὸ ἀψευδὲς τὸ μὴ ψεύδεσθαι τὴν οὐσίαν, οὔτε δὲ τὸ ἀψευδὲς ἡ οὐσία οὔτε τὸ ἀγέννητον· εἰ γὰρ τὸ ἀγέννητον ἡ οὐσία, καὶ τὸ ἀψευδὲς ἡ οὐσία. ἔστι δὲ καὶ ὁ υἱὸς ἀψευδής, καὶ ἀγέννητος ἄρα, ἀλλ᾽ οὐκ ἀγέννητος κατὰ σέ, ἀψευδὴς δέ. οὐκ ἄρα τὸ ἀψευδὲς οὐσία. ὡς οὖν τὸ ἀψευδὲς οὐκ οὐσία, οὕτως οὐδὲ τὸ ἀγέννητον οὐσία· εἰ γὰρ τὸ ἀγέννητον οὐσία, καὶ τὸ γεννητὸν οὐσία· εἰ δὲ τὸ γεννητὸν οὐσία, πάντα τὰ γεννητὰ ὁμοούσια. τὸ δὲ οὐσίας δηλωτικὸν εἶναι τὸ ἀγέννητον καὶ τὸ γεννητὸν παρὰ τῆς σῆς εὕρηται προφορᾶς, ἣν δεῖ ὡς θάλασσαν κυμαίνουσαν ἐπιτιμηθῆναι. τὸ γὰρ πνεῦμα τῆς ἀληθείας πατέρα καὶ υἱὸν ἡμῖν ἐκήρυξεν τῶν ὀνομάτων τὰς σχέσεις ἡμῖν σημαινόντων, οὐκ ἀντερεῖς δὲ ὡς θεὸς φύσει καὶ ἀληθείᾳ 〈πατήρ〉, πατὴρ δὲ πῶς, μὴ γεννήσας φύσει καὶ ἀληθείᾳ; ὥστε καὶ ἡ σοῦ τοῦ ἐπινοήσαντος τὸ ἀγέννητον καὶ τὸ γεννητὸν οὐσίας εἶναι δηλωτικὸν ἐλπὶς σιωπῆς τὴν προφορὰν διαδεχομένης ἐν ἡμέρᾳ κρίσεως οὐχ εὑρίσκεται ἐκείνων μόνων εὑρισκομένων, ὧν τὸ πνεῦμα τὸ ἅγιον εἶπεν.

Ἀνόμ. Εἰ μηδὲν πλέον σημαίνει εἰς ὑπεροχὴν οὐσίας τὸ ἀγέννητον πρὸς τὸ γέννημα, προφορᾷ μόνον ὑπερεχόμενος ὁ υἱὸς βελτίους ἑαυτοῦ γνώσεται τοὺς προσαγορεύσαντας αὐτόν, οὐ τὸν προσαγορευθέντα θεὸν αὐτοῦ καὶ πατέρα.

Ὀρθ. Ὁ προσαγορεύσας τὸν πατέρα ἀγέννητον καὶ τοῦτο αὐτοῦ τὴν οὐσίαν εἶναι νομοθετήσας τοῖς Ἰουδαίοις σὺ εἶ, οὐδαμοῦ γὰρ τὸ θεῖον πνεῦμα τοῦτο ἐδίδαξεν. ὅτι δὲ σὺ τοῦ υἱοῦ βελτίων οὐχ εὑρεθήσῃ, ἀλλὰ τοῦ σὲ διδάξαντος διαβόλου χείρων ὡμολόγηται.

Ἀνόμ. Εἰ ἡ ἀγέννητος οὐσία κρείττων ἐστὶ γενέσεως οἴκοθεν ἔχουσα τὸ κρεῖττον, αὐτοουσία ἐστὶν ἀγέννητος· οὐ γὰρ βουλόμενος ὅτι βούλεται γενέσεώς ἐστι κρείττων, ἀλλ᾽ ὅτι αὐτοουσία ὑπάρχουσα ὁ ἀγέννητος θεὸς οὐδενὶ λόγῳ ἐπιτρέπει καθ᾽ ἑαυτῆς γένεσιν ἐπινοῆσαι, ὠθοῦσα φέρεσθαι κατὰ τῶν γεννητῶν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν.

Ὀρθ. Πᾶσα οὐσία κρείττων ἐστὶ γενέσεως. οὐ γὰρ ταὐτόν ἐστιν οὐσία καὶ γένεσις. ὅτι δὲ ἡ γένεσις οὐκ ἔστιν οὐσία ἐντεῦθεν δῆλον ἐκ τοῦ μὴ εἶναι τὰ γεννητὰ ὁμοούσια. εἰ δὲ τὰ γενητὰ οὐκ εἰσὶν ὁμοούσια, οὐκ ἔστιν ἄρα ἡ γένεσις οὐσία. εἰ δὲ ἡ γένεσις οὐκ ἔστιν οὐσία, οὐδὲ ἡ ἀγεννησία ἐστὶν οὐσία. εἰ δὲ ἡ ἀγεννησία ἐστὶν οὐσία, ἡ δὲ γένεσις οὐκ οὐσία, πῶς λέγεις ἀνόμοιον; τὸ γὰρ ὂν τῷ μὴ ὄντι οὔτε ὅμοιον οὔτε ἀνόμοιον.