Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Οι θεοφάνειες της Παλαιάς Διαθήκης ως μαρτυρία της τριαδικής ενότητας

Εξέταση των εμφανίσεων του Θεού στα πρόσωπα της Παλαιάς Διαθήκης, όπως η φιλοξενία του Αβραάμ στη Μαμβρή και η υποδοχή των αγγέλων από τον Λωτ, ως αποδείξεις της μίας κυριότητας και της φανέρωσης των υποστάσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 9

Εἰπὲ, ποῦ γέγραπται; Ὀρθ. Ἐν τῇ Γενέσει· «Ὤφθη ὁ Θεὸς τῷ Ἀβραὰμ καθημένῳ πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ· καὶ ἰδοὺ τρεῖς ἄνδρες ἔστησαν ἐπάνω αὐτοῦ.» Μακ. Καὶ τοὺς τρεῖς ἄνδρας λέγεις Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα; Ὀρθ. Μὴ ταράττου, ἀλλὰ μετὰ φόβου Θεοῦ ἀναγνῶμεν. Λέγει δὲ ἡ Γραφὴ, ὅτι «Ὤφθη ὁ Θεὸς τῷ Ἀβραὰμ, καὶ ἰδοὺ ἄνδρες τρεῖς ἔστησαν ἐπάνω αὐτοῦ.» Οἱ τρεῖς ἄνδρες ἦσαν ὁ Θεός.

Μακ. Ὁ Θεὸς ἦν εἷς, πρὸς ὃν καὶ διαλέγεται· οἱ δὲ ἄλλοι δύο, ἄγγελοι. Ὀρθ. Λέγει ἡ Γραφὴ οὕτως· «Ὤφθη δὲ αὐτῷ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας· καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες ἔστησαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν.» Τίνι προσεκύνησεν ἐπὶ τὴν γῆν, ἢ τοῖς ἀνδράσιν;

Μακ. Εἶπον, ὅτι οἱ δύο ἄγγελοι ἦσαν μετὰ τοῦ Θεοῦ, καὶ προσεκύνει δηλονότι τῷ Θεῷ, οὐχὶ τοῖς ἀγγέλοις. Καὶ γὰρ ἀναστὰς εἶπεν· «Κύριε, εἰ εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου.» Ὀρθ. Τοῦτο γάρ ἐστιν, ὃ λέγομεν, ὅτι τὰς τρεῖς ὑποστάσεις Κύριον καλεῖ. Μακ. Μὴ γένοιτο!

Ὀρθ. Ἄκουε οὖν τῶν ἑξῆς· «Ληφθήτω δὲ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν· καὶ καταψύξατε ὑπὸ τὸ δένδρον. Καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν.

Καὶ εἶπον αὐτῷ· Οὕτως ποίησον, καθὰ εἴρηκας.» Γέγραπται, ἢ οὐ γέγραπται; Μακ. Γέγραπται ὅλα. Ὀρθ. Ὁ δὲ παῖς Κυρίου, ὅτι παῖς ἐστιν εἰρηκὼς αὐτῶν, τὴν αὐτὴν κυριότητα αὐτῶν ὡμολόγησεν. Οὐδὲ γὰρ εἶπεν· Οὗ ἕνεκεν ἐξέκλινας πρὸς τὸν παῖδά σου· ἀλλὰ, «ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν·» ὧν καὶ τοὺς πόδας ὁμοίως νίψαι ἐσπούδασεν. Μακ. Καὶ τί ἄτοπον ἀγγέλων νίψαι πόδας; Καὶ γὰρ οὐδέπω ᾔδει, ὅτι ὁ Θεὸς ἦν αὐτῷ ὀφθεὶς, ἀλλ᾽ ἐνόμιζεν ἄνδρας ξένους ξενίζειν. Ὀρθ. Δῶμεν, ὅτι Ἀβραὰμ ἐνόμιζεν, ὡς εἶπας· οἱ ἄγγελοι οὐκ ἂν εἶπον αὐτῷ, ὅτι μὴ ἡμῖν ἰσοτίμως πρόσεχε; Πῶς δὲ καὶ ἐνόμιζεν ὁ Ἀβραὰμ ἄνδρας ξένους ξενίζειν, ὁ πεσὼν ἐπὶ τὴν γῆν, καὶ προσκυνήσας, καὶ θεασάμενος αὐτοὺς ἐπάνω ἑαυτοῦ;

Οὕτω γὰρ γέγραπται, ὅτι «Ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες ἔστησαν ἐπάνω αὐτοῦ,» οὐχὶ δὲ ἔμπροσθεν αὐτοῦ. Μακ. Οὐδέπω ἦν φανερωθὲν αὐτῷ, ὅτι οἱ μὲν ἄγγελοι ἦσαν, ὁ δὲ Θεός. Ὀρθ. Τέως οὖν ἰσοτίμως αὐτοὺς ἐδέξατο· «Ἔσπευσε γὰρ Ἀβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν, καὶ εἶπεν αὐτῇ· Σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως, καὶ ποίησον ἐγκρυφίας. Καὶ εἰς τὰς βόας ἔδραμεν Ἀβραὰμ, καὶ ἔλαβεν μοσχάριον ἁπαλὸν καὶ καλὸν, καὶ ἔδωκεν τῷ παιδὶ αὐτοῦ, καὶ ἐτάχυνεν τοῦ ποιῆσαι· ἔλαβεν δὲ βούτυρον, καὶ γάλα· καὶ τὸ μοσχάριον, ὃ ἐποίησε, παρέθηκεν αὐτοῖς, καὶ ἔφαγον. Αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον.» Γέγραπται, ἢ οὔ; Μακ. Ναί. Ὀρθ. Καὶ οἱ ἄγγελοι συνήσθιον τῷ Θεῷ. Μακ. Ὀπτασία ἦν, ὅτι δὲ ἄγγελοι ἦσαν, εἰπὲ τὰ ἑξῆς, καὶ εὑρήσεις.

Ὀρθ. Καὶ ἡμεῖς ἴσμεν, ὅτι ἐν τοῖς ἑξῆς ἀγγέλους λέγει τοὺς δύο· ἀλλὰ πάλιν ἐν τοῖς μετὰ τὰ ἑξῆς Κύριον αὐτοὺς ἡ Γραφὴ καλεῖ. Δῆλον γὰρ, ὅτι καὶ ὁ Υἱὸς ἄγγελος κέκληται καὶ τὸ Πνεῦμα οὐ μόνον ἐνταῦθα, ἀλλὰ καὶ ἐν ἄλλοις. Ἀλλὰ ἄγγελος λέγεται καταχρηστικῶς, ὡς ἐν Εὐαγγελίῳ, ὅταν λέγῃ· «Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς·» εἶτα μετὰ ταῦτα λέγει· «Ἀπέστειλεν τοὺς δούλους αὐτοῦ, καὶ μετὰ τοὺς δούλους ἕνα, ὃν εἶχεν, υἱόν·» δῆλον ὅτι τὸν Πατέρα λέγει ἄνθρωπον.

Καὶ τὸ, «Ἄνθρωπός τις ἐποίει γάμους τῷ υἱῷ αὐτοῦ·» καὶ ἐνταῦθα δὲ ἄνδρα αὐτὸν λέγει· ἀλλὰ ἡ πραγματεία τῆς Γραφῆς Θεὸν αὐτὸν δείκνυσιν. Ὅτι δὲ φανερώτατα εἷς τῶν δύο ἀγγέλων ὁ Υἱὸς ἦν, αὐτὴ ἡ Γραφὴ ἐδίδαξεν. Μακ. Πῶς; Ὀρθ. Μετὰ γὰρ τὸ φαγεῖν αὐτοὺς καὶ εὐλογηθῆναι τὸν Ἀβραὰμ, καὶ τὴν τοῦ Ἰσαὰκ λαβεῖν αὐτὸν ἐπαγγελίαν, οὕτως γέγραπται, καὶ ἐὰν μακροθυμήσῃς, λέγω. Μακ. Εἰπέ. Ὀρθ. «Καὶ ὁ Κύριος εἶπεν· Οὐ μὴ κρύψω ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου, ἃ μέλλω ποιεῖν ἐγώ. Ἀβραὰμ δὲ γενόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς·» εἶτα μετ᾽ ὀλίγα· «Εἶπε δὲ ὁ Κύριος· Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρὸς μὲ, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς μὲ συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Καὶ ἀποστραφέντες ἐκεῖθεν οἱ ἄνδρες, ἦλθον εἰς Σόδομα. Ἀβραὰμ δὲ ἦν ἑστηκὼς ἔναντι Κυρίου· καὶ ἐγγίσας Ἀβραὰμ εἶπεν· Μὴ συναπολέσεις δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος, ὡς ὁ ἀσεβής; Ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολέσεις αὐτοὺς, καὶ οὐκ ἀνήσεις ἅπαντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; Μηδαμῶς σὺ ποιήσῃς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς. Ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσει κρίσιν;

Εἶπεν δὲ ὁ Κύριος· Ἐὰν εὕρω ἐν Σοδόμοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι᾽ αὐτούς.» Καὶ οὕτως ὑφείλας πέντε, καὶ πάλιν πέντε, ἦλθεν ἕως δέκα· «Καὶ εἶπεν ὁ Θεός· Οὐκ ἀπολέσω ἕνεκεν τῶν δέκα. Ἀπῆλθεν δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ· καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ.» Μακ. Εἰπὲ τὰ ἑξῆς. Ὀρθ. «Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα.» Μακ. Ἀκούεις, ὅτι ἄγγελοι ἦσαν οἱ δύο; Ὀρθ. Προλαβὼν εἶπον, ὅτι ὥσπερ λέγει τοὺς δύο ἄνδρας, καὶ οὐκ ἦσαν τῇ φύσει ἄνδρες· οὕτως καὶ τοὺς δύο ἀγγέλους λέγει, καὶ οὐκ ἦσαν τῇ φύσει ἄγγελοι, ἀλλὰ καταχρηστικῶς, ἐκ τοῦ ἀγγέλλειν αὐτοὺς τὴν τοῦ Θεοῦ βουλήν. Τῶν δὲ ἑξῆς ἀκούσωμεν.

Μᾶλλον γὰρ ἐκ τοῦ ἐδαφίου διδασκόμεθα. Μακ. Εἰπέ. Ὀρθ. «Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας. Λὼτ δὲ ἐκάθητο περὶ τὴν πύλην Σοδόμων. Ἰδὼν δὲ Λὼτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύνησεν τῷ προσώπῳ αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ εἶπεν· Ἰδοὺ, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν, καὶ καταλύσατε, καὶ νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες, ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν.» Ἀκούεις, ὅτι προσεκύνησεν αὐτοὺς, καὶ κυριολογεῖ, καὶ παῖς εἶναι αὐτῶν ὁμολογεῖ; Μακ.

Ἐνόμιζεν εἶναι αὐτοὺς ἀνθρώπους, καὶ φιλόξενος ὢν προσεκύνησεν αὐτοὺς, καὶ κυρίους καλεῖ. Ὀρθ. Ἀλλ᾽ εἰ ἦσαν ἄγγελοι, εἶπον ἂν αὐτῷ, Κυρίῳ τῷ Θεῷ σου προσκύνει· ἡμεῖς γάρ σου ὁμόδουλοί ἐσμεν.» Μακ. Τί γὰρ ἠδικεῖτο προσκυνῶν ἀγγέλοις; Ὀρθ.

Ἤκουσα ὑμῶν λεγόντων πολλάκις, ὅτι οὐ δεῖ προσκυνεῖν Πνεύματι τῷ ἁγίῳ. Μακ. Καὶ γὰρ οὐ δεῖ. Ὀρθ. Καὶ πῶς νῦν λέγεις· Τί γὰρ ἐβλάπτετο ὁ ἅγιος Λὼτ προσκυνῶν τοῖς ἀγγέλοις; Μακ. Μὴ γὰρ ὡς Κυρίῳ τῷ Θεῷ προσκυνεῖ αὐτοῖς; Ὀρθ. Ἀνάγνωθι τὰ ἑξῆς. Μακ. Ἀνάγνωθι αὐτός. Ὀρθ. Μετὰ τὰ ἀναγνωσθέντα ἐπιφέρει, ὅτι ἐξένισεν αὐτούς· καὶ ἦλθον οἱ ἄνδρες τοῦ τόπου ἐκείνου, ζητοῦντες παρανομῆσαι εἰς τοὺς ἄνδρας. Καὶ ὁ Λὼτ τὰς θυγατέρας ἐδίδου εἰς ὕβριν μᾶλλον ἢ τοὺς ἄνδρας. Καὶ ἐπιμενόντων τῶν Σοδομιτῶν τῇ ἀθέῳ γνώμῃ, ἐπεσπῶντο οἱ ἄγγελοι τὸν Λὼτ εἰς τὴν οἰκίαν, ἐκείνους δὲ ἐπάταξαν ἀορασίᾳ. Ἢ οὐχ οὕτως; Μακ. Οὕτως. Ὀρθ. Καὶ ἑξῆς γέγραπται· «Εἶπον δὲ οἱ ἄνδρες πρὸς Λώτ· Ἔστι σοι ὧδε γαμβρὸς, ἢ υἱοὶ, ἢ θυγατέρες; ἢ εἴ τίς σοι ἄλλος ἐστὶν ἐν τῇ πόλει, ἐξάγαγε ἐκ τοῦ τόπου τούτου. Ὅτι ἀπόλλυμεν ἡμεῖς τὸν τόπον τοῦτον, ὅτι ὑψώθη ἡ κραυγὴ αὐτῶν ἐναντίον Κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς ὁ Κύριος ἐκτρίψαι αὐτήν.» Μακ. Ἀκούεις, ὅτι ὁμολογοῦσιν ἀπεστάλθαι παρὰ Κυρίου; Μὴ αὐτοὶ Κύριοί εἰσιν; Ὀρθ. Ἐὰν οὖν λέγῃ ἐν τοῖς Εὐαγγελίοις ὁ Σωτὴρ, ὅτι «Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·» καὶ ἀλλαχοῦ· «Καθὼς ἀπέστειλέν με ὁ ζῶν Πατὴρ, καὶ ὁ πέμψας με ἐντολήν μοι δέδωκεν·» τί εἴπω, ἢ τί λαλήσω; Οὐκέτι ὁμολογεῖται Κύριος, ἐπειδὴ ἀπεστάλη; Μακ.

Καὶ ὁ Υἱὸς ὁμολογουμένως Κύριός ἐστιν· μὴ καὶ τὸ Πνεῦμα; Ὀρθ. Τελείως ἐνταῦθα καὶ συμπροσκυνεῖται καὶ συγκυριολογεῖται τῷ Υἱῷ. Μακ. Ἤδη γὰρ δέδεικται, ὅτι Υἱὸς ἦν τῷ Λὼτ ὁ διαλεγόμενος; Ὀρθ. Μακροθύμει, καὶ ὁμολογήσεις.

Μακ. Οἶδα, ὅτι περισπᾷς με, μὴ δυνάμενος εἰπεῖν, ποῦ γέγραπται Θεὸς τὸ Πνεῦμα. Ὀρθ. Τέως γνῶμεν, τίνες ἦσαν οὗτοι οἱ φαινόμενοι ἄνδρες, καὶ τότε αὐτὸ τὸ Πνεῦμα δώσει πάντων τῶν ζητουμένων τὴν εὕρεσιν. Μακ. Ἐγὼ, ὡς ἔχει ἡ Γραφὴ, ἀγγέλους λέγω. Ὀρθ. Κἀγὼ ἀγγέλους καὶ ἄνδρας λέγω· ἀλλ᾽ ὥσπερ τέως ὡμολόγηται ἡμῖν, ὅτι εἷς τῶν τριῶν ἀνδρῶν Κύριος ὁ Θεὸς, οὕτως ἡ ἐξέτασις εὑρήσει καὶ οἱ δύο τίνες ἦσαν. Μακ. Εἰπὲ τί θέλεις. Ὀρθ. Τὰ ἑξῆς ἀναγινώσκω; Μακ. Ἀνάγνωθι. Ὀρθ. «Ἡνίκα δὲ ὄρθρος ἐγένετο, ἐπεσπούδαζον οἱ ἄγγελοι τὸν Λὼτ, λέγοντες· Ἀναστὰς λαβὲ τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας, ἃς ἔχεις, καὶ ἔξελθε, ἵνα μὴ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως. Καὶ ἐταράχθησαν, καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ, καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν χειρῶν τῶν δύο θυγατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι Κύριον αὐτοῦ. Καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω, καὶ εἶπον· Σῶζε τὴν ἑαυτοῦ ψυχὴν, καὶ μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ. Εἰς τὸ ὄρος σώζου, μή ποτε συμπαραληφθῇς. Εἶπε δὲ Λὼτ πρὸς αὐτόν· Δέομαι, Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπ᾽ ἐμὲ, τοῦ ζῇν τὴν ψυχήν μου. Ἐγὼ δὲ οὐ δυνήσομαι σωθῆναι εἰς τὸ ὄρος, μή ποτε μεταλάβῃ με τὰ κακὰ, καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς, τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά.

Ἐκεῖ σωθήσομαι.

Οὐ μικρά ἐστι; καὶ ζήσεται ἡ ψυχή μου.» Ἀκούεις, εἰ ὦτα ἔχεις, ὅτι, γνοὺς αὐτῶν τὴν κοινότητα καὶ ἑνότητα, προσπεσὼν αὐτοῖς εἶπεν· «Δέομαι, Κύριε,» οὐχὶ, Κύριοι. ᾜδει γὰρ, ὅτι οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· δύο δέ εἰσιν, ὅτε ὁ μὲν τοῦτο θέλει, ὁ δὲ τοῦτο. Εἰπὲ οὖν καὶ αὐτὸς Υἱῷ καὶ τῷ Πνεύματι· Δέομαι, Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, οὐκ, Ἐναντίον ὑμῶν, ἵνα μὴ διέλῃς τὴν κυριότητα. Εἰ γὰρ ὁ κολλώμενος τῷ Θεῷ ἓν πνεῦμά ἐστι, πῶς δυνατὸν τὸ Πνεῦμα χωρίζεσθαι τοῦ χορηγοῦντος αὐτό; Μακ. Ἤδη γὰρ δέδεικται, ὅτι τὸ Πνεῦμα καὶ ὁ Υἱὸς ἦσαν οἱ ἄγγελοι. Ὀρθ. Τοῖς οὖν φύσει ἀγγέλοις εἶπεν ὁ ἅγιος Λώτ· «Δέομαι, Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου χάριν ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπ᾽ ἐμὲ, τοῦ ζῇν ψυχήν μου.» Μακ. Καὶ πάνυ. Ὀρθ. Οὐκοῦν ἄκουε καὶ πάλιν τῶν ἑξῆς· «Καὶ εἶπεν αὐτῷ·» οὐκέτι λέγει, Οἱ ἄγγελοι, ἀλλὰ δηλονότι Ὁ ὁμολογηθεὶς Κύριος· «Ἰδοὺ, ἐθαύμασά σου τὸ πρόσωπον, καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧς ἐλάλησας. Σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ. Οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα, ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ.» Καὶ οὐκέτι εἶπεν· Δυνησόμεθα, καίτοιγε ἐν ἀρχῇ ἔλεγον, ὅτι Ἐκτρίβομεν ἡμεῖς τὴν πόλιν, ὅτε αὐτοὺς ἐνόμιζεν ἄνδρας καὶ ἀγγέλους εἶναι.

Ὅτε δὲ αὐτῶν τὴν κυριότητα ἔγνω, καὶ οὐκέτι κυρίους καλεῖ, ἀλλὰ Κύριον λέγει, λέγων, «Δέομαι, Κύριε,» τότε καὶ αὐτοὶ ὡς εἷς αὐτῷ διαλέγονται. Οὐ γὰρ λέγουσιν, Ἐθαυμάσαμέν σου τὸ πρόσωπον, ἀλλὰ, «Ἐθαύμασα.» Μακ. Ὁ Πατὴρ οὖν ἦν μετ᾽ αὐτῶν ὀφθείς;

Ὀρθ. Καὶ πάνυ. Μακ. Πῶς οὖν λέγει· «Θεὸν οὐδεὶς ἑώρακεν πώποτε;» Ὀρθ. Διὰ γὰρ τοῦτο ὡς ἄνδρες ὤφθησαν, ἐπειδὴ ὅ ἐστι τῇ φύσει, οὐδεὶς οὔτε εἶδεν, οὔτε ἰδεῖν δύναται. Μακ. Ἐγὼ λέγω, ὅτι ὁ Υἱὸς ἦν ὁ ὀφθεὶς τῷ Ἀβραάμ. Ὀρθ. Πάλιν οὖν ἀναχωρῶ τοῦ ἀναγνώσματος; Μακ. Ἀνάγνωθι. Ὀρθ. «Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ· Κύριος ἔβρεξεν ἐπὶ Σόδομα πῦρ καὶ θεῖον παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρεψεν πάσας τὰς πόλεις.» Ποῖος Κύριος; δῆλον, ὅτι ὁ εἰρηκὼς τῷ Λὼτ, ὅτι «Ἐθαύμασά σου τὸ πρόσωπον, καὶ ἐπὶ τῷ ῥήματι τούτῳ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας. Σπεῦσον οὖν σωθῆναι ἐκεῖ. Οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ.» Μακ. Ὁ εἷς ἦν ὁ Κύριος· μὴ γὰρ οἱ δύο; Ὀρθ.

Εἶπον, ὅτι τοῖς δυσὶν ὡς ἑνὶ διελέγετο. Ἀμέλει οἱ δύο λέγουσιν· «Εἰ ἔστι σοι ὧδε γαμβρὸς, ἢ υἱοὶ, ἢ θυγατέρες, ἐξάγαγε μετὰ σεαυτοῦ. Ἀπόλλυμεν γὰρ ἡμεῖς τὴν πόλιν ταύτην.» Ποτὲ οὖν τὸ «Ἡμεῖς» λέγει διὰ τὰς ὑποστάσεις, ποτὲ δὲ τὸ «Ἐγὼ» διὰ τὴν φύσιν. «Σύνετε οὖν,» καθὼς εἴρηται, «ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε.» Ὅτι καὶ Ἀβραὰμ, τὰς τρεῖς ὑποστάσεις ἐγνωκὼς, Κύριον λέγει· καὶ Λὼτ, τὰς δύο ἐγνωκὼς, ὁμοίως Κύριον λέγει· καὶ μὴ διαιρεῖτε τὰ ἀδιαίρετα, μηδὲ μερίζετε τὰ ἀμέριστα. Μακ. Ἔχεις μοι εἰπεῖν, ποῦ γέγραπται, Θεὸς τὸ Πνεῦμα; Ὀρθ. Τέως ἔμαθες, ὅτι καὶ ἡ Παλαιὰ Διαθήκη οἶδε τὰς τρεῖς ὑποστάσεις· καὶ οὐκ ἐπιλανθανομένη τῶν προειρημένων λέγει· «Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν,» ἀλλ᾽ ἑνοῦσα τὴν θεότητα. Ἄκουε οὖν τοῦ Ἰὼβ λέγοντος· «Ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους.» Δῆλον, ὅτι τὸν Υἱὸν λέγει προφητικῶς.

Ὁ γὰρ περιπατήσας ἐπὶ θαλάσσης αὐτός ἐστιν. Μακεδ. Ἰδὲ οὖν πάλιν, ὁ Υἱὸς μόνος περιεπάτησεν ἐπὶ τῆς θαλάσσης. Ὀρθ. Ἀλλ᾽ εἶπον, ὅτι τὸ μόνος ἐπὶ τῆς θεότητος λαμβανόμενον ὡς ἐπὶ τὸ πλεῖστον Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα λέγει.

Εἰσὶ δέ τινα, ἃ μόνου τοῦ Υἱοῦ ἴδιά εἰσι. Μόνος γὰρ ἐνηνθρώπησε, μόνος ἐβαπτίσθη, μόνος ἐκ Πατρὸς γεγέννηται, μόνος ἐσταυρώθη, καὶ ὅσα τοιαῦτα· οὐ χωρισθεὶς τῆς τοῦ Πατρὸς ὑποστάσεως, ἀλλ᾽ ὢν ἐν αὐτῷ, καὶ αὐτὸν ἔχων ἐν ἑαυτῷ, ἰδιοποιεῖται τὴν ἐνανθρώπησιν, ἵνα διευκρινηθῶσιν αἱ ὑποστάσεις.

Ἵνα δὲ μὴ νομίσῃς, ὅτι ἡ Παλαιὰ μόνη οἶδε τὸν ἕνα καὶ μόνον Θεὸν καταγγέλλειν, ἄκουσον αὐτοῦ τοῦ Σωτῆρος λέγοντος· «Γέγραπται, Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Καὶ ἐν ἄλλοις, ἐρωτηθεὶς, ποία ἐντολὴ μεγάλη ἐν νόμῳ, εἶπεν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν.» Ἆρα, ἐπειδὴ οὐκ εἶπε Κύριον τὸν Θεόν σου, καὶ Υἱὸν αὐτοῦ, οὐ δεῖ ἀγαπᾷν ἡμᾶς, μᾶλλον δὲ συναγαπᾷν Κυρίῳ τῷ Θεῷ καὶ Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον; Μακεδ. Ναί. Ἀλλ᾽ εἰπὲ, ποῦ Θεὸς τὸ Πνεῦμα εἴρηται. Ὀρθ. Τέως μάθε αὐτὸ μὴ χωρίζειν τῆς κοινωνίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἀλλὰ συναγαπᾷν τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τὸ ἅγιον Πνεῦμα, ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τότε ἐπίγνωσιν Θεοῦ εὑρήσεις. Μακεδ. Ἀγαπῶ μὲν αὐτὸ ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ διανοίας· οὐ μὴν θεολογῶ αὐτό. Ὀρθ. Πῶς γὰρ δύνῃ θεολογῆσαι τὸ Πνεῦμα, ὁ μὴ θέλων εἰπεῖν τὴν αὐτὴν οὐσίαν, καὶ δόξαν, καὶ βουλὴν, καὶ δύναμιν Πατρὸς καὶ Υἱοῦ; ἀλλ᾽ ἐναντία εὑρέθης λέγων ᾗ προσεβάλλου πίστει τοῦ μακαρίου Λουκιανοῦ. Μακεδ.

Ἐγὼ πιστεύω, ὡς ὁ μακάριος Λουκιανὸς, καὶ λέγω οὐσίας, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης ἀπαράλλακτον εἰκόνα· τὴν αὐτὴν οὐ λέγω οὐδὲ οὐσίαν, οὐδὲ θεότητα, οὐδὲ βουλὴν, οὔτε δύναμιν, οὔτε δόξαν. Ὀρθ. Σαυτῷ οὖν ἐναντία λέγεις καὶ τῷ μακαρίῳ Λουκιανῷ· καὶ ὥσπερ οἱ Μανιχαῖοι καὶ Φρύγες, καὶ πᾶσαι αἱρέσεις λέγουσιν, οὕτως πιστεύομεν, ὡς οἱ ἀπόστολοι· ἐξεταζόμενοι δὲ, ἐναντία εὑρίσκονται λέγοντες· οὕτω καὶ αὐτὸς ποιεῖς. Καὶ Ἰουδαίων δὲ ἔστιν ἀκοῦσαι, ὅτι Οὕτω πιστεύομεν, ὡς ὁ μακάριος Μωσῆς καὶ οἱ προφῆται, καὶ ἐν ταῖς ἐρωτήσεσιν αὐτὸν τὸν προφητευόμενον εὑρίσκονται σταυρώσαντες.

Μακεδ. Ἡμεῖς οὐσίας, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης, ἀπαράλλακτον εἰκόνα λέγομεν τὸν Υἱὸν τοῦ Πατρός· οὔτε δὲ ἐκ τῆς οὐσίας λέγομεν, οὔτε τὴν αὐτὴν οὐσίαν, καὶ βουλὴν, καὶ δύναμιν, καὶ δόξαν. Λοιπὸν, εἰ ἔχεις εἰπεῖν, ποῦ γέγραπται, Θεὸς τὸ Πνεῦμα, εἰπέ.