Ἀνόμ. Καὶ τὸ Πνεῦμα ἐκ τῆς ὑποστάσεως λέγεις; Ὀρθ. Ἐπεὶ πόθεν; Ἀνόμ. Ποῦ γέγραπται, ὅτι τὰ μὲν ἐκ τῆς ἐντολῆς, τὰ δὲ ἐκ τῆς ὑποστάσεως; Ὀρθ. Ὁ Δαβὶδ λέγει περὶ τῶν ἐκ τῆς ἐντολῆς· «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, αἰνεῖτε αὐτὸν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Περὶ δὲ τῆς γεννήσεως τοῦ Υἱοῦ γέγραπται· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» καὶ περὶ τοῦ ἁγίου Πνεύματος, «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·» καὶ ἐν ἄλλοις· «Πνεῦμα γὰρ παρ᾽ ἐμοῦ ἐκπορεύεται·» καὶ ἐν ἄλλοις· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Ἀνόμ. Ἐκ γαστρὸς εἶπε καὶ στόματος, οὐκ ἐξ ὑποστάσεως. Ὀρθ. Ἐπὶ Θεοῦ ὅταν λέγωνται μέλη ἢ μέρη, ἀνθρωποπαθῶς μὲν λέγονται, θεοπρεπῶς δὲ νοοῦνται· εἰ δὲ μὴ, ποίαν γαστέρα σωματικὴν ἐπὶ Θεοῦ ἔχομεν νοῆσαι; Ἐγὼ, γαστέρα ἀκούων, τὸ γεννητικὸν τῆς φύσεως νοῶ, καὶ στόμα τὸ διδακτικόν· καὶ γὰρ καὶ ἐπὶ ἀνθρώπων ἔστιν ὅτε κέχρηται ἡ Γραφὴ ταύτῃ τῇ συνηθείᾳ, ὡς ὅταν λέγῃ· «Ἀπὸ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας ἐπὶ τῆς γῆς.»