Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Η δημιουργική, ζωοποιός και αγιαστική ενέργεια του Αγίου Πνεύματος

Παράθεση πολλαπλών γραφικών μαρτυριών για το έργο του Αγίου Πνεύματος στη δημιουργία, την ανακαίνιση του ανθρώπου και τον αγιασμό. Αποδεικνύεται η άκτιστη φύση και η πλήρης θεότητα του Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 9

Τί με σήπεις; Ὀρθ. Ὅτε ἔδειξα, ὅτι σαυτῷ ἐναντία λέγεις, ὡς οἱ ἀκροαταὶ ἴσασι, καὶ οἱ μετὰ ταῦτα ἀναγινώσκοντες γνώσονται, τότε δείκνυμι, ὅτι καὶ Θεὸς καὶ κτίστης καὶ ζωοποιός ἐστιν ὁ Παράκλητος τὸ Πνεῦμα τῆς ἀληθείας. Μακεδ. Κἂν ἓν τούτων δείξῃς, γίνομαι ὁμοουσιαστής. Ὀρθ. Τίνι εἶπεν ὁ Θεός· «Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν;» Μακεδ. Ὁ Θεὸς καὶ Πατὴρ ἔλεγε τῷ Υἱῷ καὶ Θεῷ. Ὀρθ. Ἀπ᾽ αὐτοῦ τοῦ γεγονότος δυνάμεθα γνῶναι, τίνι ἔλεγε τὸ γεγονός. Ὁ ἄνθρωπος ἐγένετο κατ᾽ εἰκόνα Θεοῦ, ἢ οὔ; Μακεδ. Καὶ πάνυ. Ὀρθ. Εἰπὲ οὖν, εἰ δύναται εἰκὼν Θεοῦ εἶναι ἄνθρωπος, μὴ ὢν ἄρτιος· καὶ εἰ δύναται εἶναι ἄρτιος, μὴ ἁγιασθεὶς τῷ Πνεύματι τῆς ἁγιωσύνης. Μακεδ.

Καὶ πάντες οὖν οἱ ἄνθρωποι Πνεῦμα ἅγιον ἔχουσιν; Ὀρθ. Εἰ πάντες εἰσὶ κατ᾽ εἰκόνα ἄρτιοι, καὶ πάντες Πνεῦμα ἅγιον ἔχουσιν. Μακεδ. Πάντες ἔχουσι τὸ κατ᾽ εἰκόνα. Ὀρθ. Πῶς οὖν ὁ ἅγιος Παῦλος λέγει· «Ὅπως γένησθε κατ᾽ εἰκόνα τοῦ κτίσαντος ὑμᾶς;» καὶ ἐν ἄλλοις· «Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου;» Μακεδ. Οὐκ ἐσμὲν οὖν πάντες κατ᾽ εἰκόνα;

Ὀρθ. Οἱ ἁμαρτάνοντες, οὔ· οἱ δὲ τὰς πράξεις τοῦ σώματος θανατοῦντες, καὶ ἐνδιδυσκόμενοι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα, ἔχουσι τὸ κατ᾽ εἰκόνα. Τοιοῦτος γὰρ ἦν ὁ Ἀδὰμ πρὸ τῆς παρακοῆς. Ἐκεῖνος οὖν ὁ κατ᾽ εἰκόνα τοῦ Θεοῦ κτισθεὶς ἄνθρωπος παρὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἐκτίσθη. «Ποιήσωμεν» γὰρ, εἶπεν, ἵνα τὴν συνέργειαν εἴπῃ, οὐχὶ, Ποιήσατε, ἵνα μὴ σὺ πάλιν ὑπουργὸν καὶ λειτουργὸν εἴπῃς.

Μακεδ. Τὸ Πνεῦμα τὸ ἅγιον συνεργὸν λέγεις Πατρὸς καὶ Υἱοῦ; Ἡ Γραφὴ δὲ καὶ τοὺς ἁγίους ἀποστόλους συνεργοὺς καλεῖ. Ὀρθ. «Ναὶ, εἰς τὴν σωτηρίαν τῶν σωζομένων,» οὐ μὴν εἰς τὴν δημιουργίαν κτισμάτων. Οἱ μὲν οὖν ἀπόστολοι εἰς τὴν σωτηρίαν τῶν ἀνθρώπων συνεργοὶ, ἐπειδὴ τοῦ Πνεύματος ἦσαν καὶ εἰσὶν ναός· αὐτὸ δὲ τὸ Πνεῦμα εἰς δημιουργίαν. Μακεδ. Καὶ ἔχεις μοι δεῖξαι, ὅτε συνήργησεν εἰς τὴν δημιουργίαν τῶν ἀνθρώπων τὸ Πνεῦμα; Ὀρθ. Δέδεικται. Μακεδ. Πῶς; Ὀρθ. Ὅτι τὸν κτισθέντα ἄνθρωπον κατ᾽ εἰκόνα, μετὰ τῆς τοῦ Πνεύματος συνεργείας ὁρῶμεν ὄντα. Μακεδ. Ἐγὼ πάντα ἄνθρωπον κατ᾽ εἰκόνα λέγω. Ὀρθ. Δυνάμει λέγεις, ἢ ἐνεργείᾳ; Μακεδ. Καὶ τί ἐστιν δυνάμει; καὶ τί ἐστιν ἐνεργείᾳ; Ὀρθ. Δυνάμει ἐστὶν, ὃ δύναται γενέσθαι· ἐνεργείᾳ δὲ ὁ ἐνεργῶν τὰ τῆς εἰκόνος κάλλη. Ὥσπερ τὸ βρέφος δυνάμει ἐστὶ ζῶον λογικὸν θνητόν· ἐνεργείᾳ δὲ γίνεται αὐξηθὲν, ὃ πρὸ τούτου τῇ δυνάμει· οὕτω καὶ κατ᾽ εἰκόνα Θεοῦ ἐστιν ἕκαστος δυνάμει. Ἐὰν δὲ ἀπεκδύσηται τὴν νεκρότητα, ἣν ἐπενδύσατο διὰ τῆς παραβάσεως ὁ Ἀδὰμ, καὶ ἐνδύσηται τὸν καινὸν ἄνθρωπον τῆς ἀφθαρσίας, ὃν ἐκδυσάμενος Ἀδὰμ, γυμνὸς ηὑρέθη· τότε γίνεται ἐνεργείᾳ κατ᾽ εἰκόνα τοῦ κτίσαντος, οἷοι ἐγένοντο οἱ ἀπόστολοι, ὧν ἡ σκιὰ δυνάμεις ἀπετέλει. Μακεδ. Πρὸ τούτου οὖν οὐκ ἦσαν κατ᾽ εἰκόνα οἱ ἀπόστολοι; Ὀρθ.

Μὴ τὸν ἔξω ἄνθρωπον, ὃν διαφθείρεσθαι εἶπεν ὁ Παῦλος, λέγεις τὸν κατ᾽ εἰκόνα, οὐχὶ δὲ τὸν ἔσω τὸν ἀνακαινούμενον; Μακεδ. Τὸν ἔσω λέγω, τὸν ἀνακαινούμενον· οὐδὲ γὰρ ἀνθρωπόμορφον λέγω τὸν Θεόν. Ὀρθ. Ὁ Θεὸς, οὗ ἐστιν εἰκὼν ὁ ἄνθρωπος, ἀόρατός ἐστιν;

Μακεδ. Πάνυ. Ὀρθ. Ἀνάγκη οὖν τοῦ ἀοράτου Θεοῦ ἀόρατον εἶναι καὶ τὴν εἰκόνα, καὶ τῆς ἀοράτου εἰκόνος ἀόρατον τὸν κατ᾽ εἰκόνα ἄνθρωπον. Μακεδ. Ἐὰν δέξωμαι, ὅτι ὁ κατ᾽ εἰκόνα γεγονὼς ἄνθρωπος ὁ ἐν τῷ κρυπτῷ ἐστιν, ἀλλ᾽ οὐ λέγω τὸ Πνεῦμα τὸ ἅγιον πεποιηκέναι αὐτόν. Ὀρθ. Τίθῃ δὲ ὅλως, ὅτι ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἅγιος ἦν; Μακεδ. Ναί. Ὀρθ. Οὕτω κτισθεὶς, ἢ ἐξ ἀρετῆς γενόμενος τοιοῦτος; Μακεδ. Οὕτω κτισθείς.

Ὀρθ. Συνέκτισεν ἄρα τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον τὸν ἄνθρωπον. Μακεδ. Οὐκ ἐδύνατο γὰρ αὐτὸν ὁ Υἱὸς ἅγιον κτίσαι; Ὀρθ. Καὶ πάνυ. Μακεδ. Τί οὖν λέγεις, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον αὐτὸν ἐποίησεν; Ὀρθ. Ὥσπερ ὁ Πατὴρ, δυνάμενος κτίσαι τὸν ἄνθρωπον, μετὰ τοῦ Υἱοῦ κτίζει, ἵνα δειχθῇ τὸ ταυτὸν τῆς φύσεως· οὕτω καὶ ὁ Υἱὸς, δυνάμενος κτίσαι ἅγιον τὸν ἄνθρωπον, μετὰ τοῦ Πνεύματος κτίζει, ἵνα δειχθῇ τὸ γεγονὸς ἔργον Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Οὕτως γοῦν καὶ πεπτωκότα τὸν ἄνθρωπον, καὶ παραβληθέντα τοῖς κτήνεσι τοῖς ἀνοήτοις, ἄνευ τοῦ Πνεύματος οὐκ ἀνεκαίνισεν· ἀλλὰ καθὼς ὁ Προφήτης λέγει· «Ἐξαπόστειλον τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Μακεδ. Καὶ ἡμεῖς λέγομεν, ὅτι ἀνακαινισμὸς ἡμῶν διὰ τοῦ Πνεύματος γίνεται· Πνεῦμα γὰρ ἁγιωσύνης ἐστίν. Ὀρθ. «Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς.» Ἐπειδὴ δὲ οὐκ ἐν ἁπλότητι εἶπας, διὰ τοῦ Πνεύματος, ἀναγκαίως οὐ παρασιωπῶ. Εἰπὲ οὖν μοι, ὁ ἀνακαινισμὸς ἡμῶν οὐ διὰ λουτροῦ τῆς παλιγγενεσίας γίνεται; Μακεδ. Ναί. Ὀρθ. Πῶς οὖν βαπτιζόμεθα; εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος; Μακεδ. Εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.

Ὀρθ. Τί οὖν λέγεις τὸν ἀνακαινισμὸν ἡμῶν διὰ Πνεύματος ἁγίου γίνεσθαι; οὐχὶ δὲ ἐκ Πατρὸς καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; Μακεδ. Οὐ γέγραπται, ὅτι κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἀναγεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου;» Ὀρθ. Προλαβὼν εἶπον, ὅτι «τοῖς καθαροῖς πάντα καθαρά.» Παρ᾽ ἡμῖν γὰρ, κατὰ τὸν σκοπὸν τῆς Γραφῆς, τὸ «δι᾽ οὗ» ταυτόν ἐστι τῷ «ἐξ οὗ.» Ἀμέλει γοῦν λέγει ὁ ἅγιος Παῦλος· «Πιστὸς ὁ Θεὸς, δι᾽ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Καὶ ἐνταῦθα γὰρ τὸ «δι᾽ οὗ» ἀντὶ τοῦ «ἐξ οὗ» κεῖται. Ὁμολόγει οὖν, ὅτι ἡ κτίσις ἡμῶν παρὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἐγένετο. Οὐ γὰρ ἄλλος ἔκτισεν, καὶ ἄλλος ἀνεκαίνισεν· ἀλλ᾽ ὁ κτίσας Θεὸς μετὰ τοῦ Υἱοῦ καὶ Πνεύματος ἁγίου. Καὶ διὰ τοῦτο ἐν ἀρχῇ εἶπεν· «Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν,» ἵνα ἐκ τῆς συνεργείας τὸ ταυτὸν τῆς φύσεως δείξῃ.

Μακεδ. Φανερώτερόν μοι δεῖξον, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον κτίζει. Ὀρθ. Ἀρκεῖ μὲν καὶ τὰ προειρημένα τῷ νοῦν ἔχοντι πρὸς φανερὰν ἀπόδειξιν· ἐπειδὴ δὲ καὶ ἐκ τοῦ πλήθους τῶν μαρτυριῶν πιστωθῆναι θέλεις, ἄκουσον τοῦ Ἰὼβ λέγοντος· «Πνεῦμα θεῖον. τὸ ποιῆσάν με· πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με.» Μακεδ. Ἐλιούδ ἐστιν ὁ λέγων, καὶ οὐκ εἶπεν ἁπλῶς, «Τὸ ποιῆσάν με,» ἀλλὰ λέγει οὕτω· «Καθαρά μου ἡ καρδία ῥήμασιν, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει· Πνεῦμα θεῖον τὸ ποιῆσάν με καθαρὰ νοήσει.»—«Πνεῦμα θεῖον τὸ ποιῆσάν με.» τουτέστι, τὸ ποιῆσάν με καθαρὰ νοῆσαι. Ὀρθ. Ὁμολογεῖς δὲ ὅλως θεῖον τὸ Πνεῦμα. Μακεδ. Μὴ γὰρ ὁ Ἰὼβ αὐτὸ εἶπεν· ἀλλ᾽ ὁ Ἐλιοὺδ, ὃν ἐμέμψατο ὁ Θεός.

Ὀρθ. Μὴ γὰρ ἐμέμψατο αὐτὸν, διατί εἶπεν τὸ Πνεῦμα θεῖον; Μακεδ. Ὅμως ἐμέμψατο αὐτὸν ὁ Θεός. Ὀρθ. Ἐὰν οὖν ἀκούσῃς καὶ τοῦ Ἰὼβ λέγοντος· «Ζῇ Κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν. Ἦ μὴν ἔτι τῆς πνοῆς μοι ἐνούσης· Πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν,» τί ἔχεις εἰπεῖν καὶ περὶ τοῦ Ἰώβ; Μακεδ.

Καὶ λέγω θεῖον τὸ Πνεῦμα, οὐ μὴν Θεόν. Ὀρθ. Τὸ δὲ θεῖον Πνεῦμα τί ἄλλο ἐστὶν ἢ Θεός; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Οὐκοῦν εἰπὲ, εἴ τινα τῶν ἁγίων δυνάμεων θεῖον εἶπεν ἡ Γραφή. Ἀνάγνωθι τὴν Παλαιὰν πᾶσαν Διαθήκην καὶ τὴν Καινὴν, εἰ εὑρέθη τις τῶν ἁγίων ἀγγέλων θεῖον λεγόμενος Πνεῦμα. Μακεδ.

Οὐδὲν γὰρ τῶν ἄλλων πνευμάτων τοιοῦτό ἐστι Πνεῦμα· μοναδικὸν γάρ ἐστι. Ὀρθ. Ὁμολογεῖται οὖν καὶ παρὰ σοῦ, μὴ εἶναι ἐν τοῖς κτίσμασι Πνεῦμα τοιοῦτο. Μακεδ. Ὁμολογεῖται. Ὀρθ. Ἴδωμεν οὖν λοιπὸν, εἰ οὐκ ἔχει μετὰ Πατρὸς καὶ Υἱοῦ τὴν κατὰ φύσιν κοινωνίαν. Μακεδ. Τοῦτο ἐὰν δειχθῇ, ἐδείχθη καὶ Θεός. Ὀρθ. Τέως Πνεῦμα θεῖον ἐδείχθη. Μακεδ.

Ἀλλ᾽ οὐ Θεός. Ὀρθ. Ἐὰν ἀκούσωμεν Παύλου τοῦ ἀποστόλου λέγοντος, τὸν Θεὸν μηδὲν ἄλλο εἶναι ἢ θεῖον, ἀνάγκη συνθέσθαι τὸ θεῖον εἶναι Θεόν. Μακεδ. Οὐ πάντως. Οὐδὲ γὰρ ἐπειδὴ ὁ Θεὸς Πνεῦμα, καὶ τὸ θεῖον Πνεῦμα Θεός. Ποῦ δὲ γέγραπται, ὁ Θεὸς θεῖον; Ὀρθ. Ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων λέγει Παῦλος οὕτως· «Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπων, τὸ θεῖον εἶναι ὅμοιον.» Μακεδ. Φθάσας εἶπον, ὅτι κἂν θῶ, ὅτι ὁ Θεὸς Πνεῦμά ἐστιν, οὐ πάντως καὶ τὸ θεῖον Πνεῦμα Θεός.

Ὀρθ. Εἰ οὐδὲν τῶν κτισμάτων Πνεῦμα θεῖον, οὐδὲν Πνεῦμα ἁγιωσύνης, κοινὰ δὲ ταῦτα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· τῆς αὐτῆς ἄρα φύσεως Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα. Μακεδ. Δεῖξον οὖν, ὅτι, ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, ὁμοίως δὲ καὶ ὁ Υἱὸς, οὕτω καὶ τὸ Πνεῦμα ζωοποιεῖ. Ὀρθ. Λέγει Παῦλος· «Ὑμεῖς δὲ οὐκέτ᾽ ἐστὲ ἐν σαρκὶ, εἴπερ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν.

Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι᾽ ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν Χριστὸν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Μακεδ. Οὕτως οὐ γέγραπται, διὰ τοῦ ἐνοικοῦντος, ἀλλὰ τὸ ἐνοικοῦν.

Ὀρθ. Ἐὰν δειχθῇ, ὅτι «διὰ τοῦ ἐνοικοῦντος» γέγραπται, πείθῃ, ὅτι τῆς αὐτῆς ἐστι φύσεως τὸ Πνεῦμα Πατρὶ καὶ Υἱῷ; Μακεδ. Ἐὰν οὖν που ἓν ἢ δεύτερον ἀντίγραφον εὑρεθῇ ἐσφαλμένον παρ᾽ ὑμῖν, ἐκ τούτου ἔχεις με πεῖσαι; Ὀρθ. Ἔχομεν δεῖξαι, ὅτι ἐν ὅλοις τοῖς ἀρχαίοις ἀντιγράφοις οὕτω γέγραπται.

Ἐπεὶ δὲ νομίζεις τοῦτο ἀντιλεγόμενον εἶναι, πληροφορήθητι καὶ ἐξ ἄλλης γραφικῆς ἀποδείξεως. Μακεδ. Εἰπέ· τοῦτο γὰρ ἀντιλέγεται. Ὀρθ. Λέγει ὁ αὐτὸς ὁ ἅγιος Παῦλος· «Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ᾽ ἑαυτῶν λογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν, ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ· ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ Πνεύματος.

Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ.» Μακεδ. Ζωοποιεῖν λέγεται τὸ ἀπὸ ἁμαρτιῶν ἄγειν εἰς δικαιοσύνην. Οὐ μὴν ἐγείρει νεκροὺς, ὡς ὁ Χριστὸς ἤγειρεν. Ὀρθ. Παῦλος ὁ ἀπόστολος ἤγειρε τὸν Εὔτυχον ἀποθανόντα, ἢ οὔ; Μακεδ. Ἀλλ᾽ οὐκ ἦν Παῦλος ὁ ἀναστήσας, ἀλλ᾽ ὁ ἐν Παύλῳ λαλήσας Χριστός.

Ὀρθ. Καίτοιγε Παῦλος λέγει, ὅτι «Χριστὸς ἐν δυνάμει Πνεύματος ἁγίου πεποίηκεν ἐν ἐμοὶ τὰ σημεῖα.» Λέγει γὰρ οὕτως, ὅτι «Οὐ τολμῶ τι ἐγὼ λέγειν ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ λόγῳ καὶ ἔργῳ, εἰς ὑπακοὴν ἐθνῶν, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος ἁγίου.» Μακεδ.

Οὐκ ἐδύνατο γὰρ ὁ Χριστὸς ἄνευ τοῦ Πνεύματος τοῦ ἁγίου ποιῆσαι τὰ σημεῖα καὶ τὰ τέρατα; Ὀρθ. Οὐκ ἐδύνατο γὰρ ὁ Πατὴρ ἄνευ τοῦ Υἱοῦ ποιῆσαι τὰ πάντα; Μακεδ. Ναί· ἀλλ᾽ ἵνα καὶ Υἱὸς δημιουργὸς δειχθῇ. Ὀρθ. Τῷ αὐτῷ λόγῳ, δυνάμενος καὶ ὁ Υἱὸς ποιῆσαι τὰ σημεῖα καὶ τὰ τέρατα, ποιεῖ ἐν τῷ Πνεύματι, ἵνα δειχθῇ καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ αὐτὰ ποιοῦν τῷ Πατρὶ καὶ τῷ Υἱῷ.

Μακεδ. Ἡμεῖς οὐ δυνάμεθα εἰπεῖν Θεὸν τὸ Πνεῦμα. Ὀρθ. Λέγεις τὰς θείας Γραφὰς ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου εἰρῆσθαι διὰ τῶν προφητῶν καὶ τῶν ἀποστόλων, ἢ οὔ; Μακεδ. Ναί. Ὀρθ. Θεὸς ἄρα τὸ ἐμπνεῦσαν αὐτοὺς Πνεῦμα. Μακεδ. Μὴ γένοιτο εἰπεῖν! Ὀρθ. Εἰ αἱ πνευσθεῖσαι Γραφαὶ παρ᾽ αὐτοῦ θεόπνευστοί εἰσιν, τί ἂν ἄλλο εἴη τὸ Πνεῦμα ἢ Θεός; Μακεδ. Τὴν τοῦ Θεοῦ διδασκαλίαν διηκόνησεν ἡμῖν, καὶ διὰ τοῦτο αὐτὴ ἡ διδασκαλία θεόπνευστος λέγεται. Ὀρθ. Ἐπειδὴ καὶ ὁ ἁγιασμὸς, ὃν ἁγιάζει καὶ ἡμᾶς τὸ Πνεῦμα, Θεοῦ ἐστιν ἁγιασμὸς, οὐκ ἔστιν αὐτοῦ τοῦ Πνεύματος ὁ ἁγιασμός;

Μακεδ. Ναὶ, καὶ αὐτοῦ τοῦ Πνεύματός ἐστιν ὁ ἁγιασμός. Ὀρθ. Ὥσπερ οὖν ὁ ἁγιασμὸς Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματός ἐστιν, οὕτως καὶ ἡ θεία Γραφή. Ἡ τοίνυν διδασκαλία Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματός ἐστιν. Θεόπνευστος δὲ ἡ Γραφὴ ὁμολογεῖται παρὰ τῷ ἁγίῳ Παύλῳ· Θεὸς ἄρα Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα. Διὸ καὶ εἴρηται παρὰ τοῖς προφήταις· «Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.» Μακεδ. Πᾶς ὁ μαθὼν παρὰ τοῦ Πατρὸς διδακτὸς Θεοῦ ἀκούει. Ὀρθ. Ὥσπερ ὁ ἁγιαζόμενος παρὰ τοῦ Πατρὸς καὶ Υἱοῦ, ἁγιάζεται ὁμοίως καὶ παρὰ τοῦ Πνεύματος· οὕτως ὁ μαθὼν παρὰ Πατρὸς καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος μανθάνει· ἀμέλει τοῦ Χριστοῦ εἰρηκότος, ὅτι «Οὐκ ἐστὲ ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν,» ὁ ἅγιος Παῦλος λέγει· «Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» Ἀκούεις, ὅτι ἃ λαλεῖ τὸ Πνεῦμα, Χριστοῦ διδασκαλία ἐστίν· καὶ ἃ λαλεῖ Χριστὸς καὶ τὸ Πνεῦμα, Πατρὸς διδασκαλία ἐστίν. Εἰ δὲ τοῦτο, ἄρα ἃ λαλεῖ ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα, θεόπνευστος Γραφή ἐστιν.

Μακεδ. Ὅταν οὖν λέγῃ ὁ Πατήρ· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα·» Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα τοῦτο λέγει. Ὀρθ. Εἰσὶ φωναὶ ἴδιαι τοῦ Πατρὸς, καὶ εἰσὶ φωναὶ ἴδιαι τοῦ Υἱοῦ, καὶ εἰσὶ φωναὶ ἴδιαι τοῦ Πνεύματος· καὶ εἰσὶ κοιναὶ Πατρὸς, Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ὅταν οὖν λέγῃ ὁ Πατὴρ, ὡς προλαβὼν εἴρηκας, «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα,» αὐτοῦ τοῦ Πατρός ἐστι φωνή. Καὶ ὁμοίως ὅταν λέγῃ, «Ἰδοὺ ὁ Παῖς μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ᾽ αὐτόν·» καὶ ὅσαι τοιαῦται, αὐτοῦ τοῦ Πατρός εἰσιν ἴδιαι. Ὅταν δὲ λέγῃ ὁ Υἱὸς, «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου,» καὶ ὅσαι τοιαῦται, τοῦ Χριστοῦ εἰσι φωναί.

Οὕτω καὶ τοῦ Πνεύματος ἴδιαί εἰσι φωναί· ὡς ὅταν λέγῃ ὁ Ἄγαβος· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα τοῦτον, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν.» Πᾶσαι δὲ αὗται, θεόπνευστοι λέγονται, διὰ τὸ καὶ τὰς τοῦ Πατρὸς Θεοῦ εἶναι φωνὰς, καὶ τὰς τοῦ Υἱοῦ Θεοῦ εἶναι φωνὰς, καὶ τὰς τοῦ Πνεύματος Θεοῦ εἶναι φωνάς. Μακεδ. Μὴ γένοιτο! Ὀρθ.

Οὐκοῦν εἰπὲ τὰς μὲν εἶναι θεοπνεύστους (τὰς δὲ οὔ)· καὶ μέμψαι τῷ ἁγίῳ Παύλῳ γράψαντι θεοπνεύστους τὰς πάσας Γραφάς. Μακεδ. Ἦ οὖν, ἐπειδή τινα ῥήματα τῶν ἁγίων εἰσὶν ἐν αὐταῖς καὶ τῶν ἀσεβῶν καὶ ἁμαρτωλῶν ἀνθρώπων, διὰ τοῦτο καὶ οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ θεοί εἰσιν; Ὀρθ. Ἀλλὰ καὶ τὰς τοῦ Πατρὸς φωνὰς καὶ τὰς τοῦ Υἱοῦ καὶ τὰς τῶν ἁγίων, καὶ τὰς τῶν ἀσεβῶν καὶ ἁμαρτωλῶν, τὸ Πνεῦμα διὰ τῶν προφητῶν καὶ ἀποστόλων ἔγραψεν.

Οὐ γὰρ ἦσαν αὐτοὶ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός. Μακεδ. Δεῖξόν μοι, ποῦ φανερῶς Θεὸς εἴρηται τὸ Πνεῦμα τὸ ἅγιον. Ὀρθ. Ὁμολογεῖς ναὸς εἶναι τοῦ Θεοῦ, ἢ οὔ; Μακεδ. Ναί. Καὶ γὰρ εἴρηται παρὰ τοῦ ἁγίου Παύλου· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ;» Ὀρθ. Πᾶς δὲ ναὸς, Θεοῦ ναός ἐστι· Θεὸς ἄρα τὸ Πνεῦμα. Μακεδ. Οὐ λέγω Θεὸν τὸ Πνεῦμα. Ὀρθ.

Οὐκοῦν οὐδὲ σὺ ναός. Μακεδ. Τοῦ Θεοῦ ναός εἰμι. Ὀρθ. Τοῦ Πνεύματος οὔ; Μακεδ. Ναὶ καὶ τοῦ Πνεύματος. Ὀρθ. Ἄρα καὶ Πνεῦμα Θεός. Μακεδ. Ἐπειδὴ καὶ ἄγγελοι ᾤκησαν ἐν τοῖς ἁγίοις, ὥσπερ ὁ προφήτης λέγει· «Τάδε λέγει ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί·» διὰ τοῦτο καὶ τοὺς ἀγγέλους θεοὺς λέγω; Ὀρθ. Οὐκ ἔχεις μὲν δεῖξαι, ὅτι εἷς ἦν τῶν γενητῶν ἀγγέλων ὁ λαλῶν ἐν τῷ προφήτῃ. Προαποδέδεικται γὰρ, ὅτι καὶ ὁ Υἱὸς ἄγγελος, καὶ τὸ Πνεῦμα.

Κἂν δοθῇ σοι ἕνα τῶν γενητῶν ἀγγέλων λαλεῖν ἐν τῷ προφήτῃ, ἀλλ᾽ οὐχὶ καὶ ναὸς τοῦ ἀγγέλου ὁ προφήτης. Πᾶς γὰρ ναὸς, Θεοῦ ναός. Ἐπειδὴ εἰπὲ, ποῦ τῆς Γραφῆς εἴρηται ναὸς ὁ προφήτης ἢ ὁ ἀπόστολος, ἢ καθόλου ἄνθρωπος, ἀγγέλου, ἤ τινος κτίσματος.

Μακεδ. Θεὸς οὖν τὸ Πνεῦμα; Ὀρθ. Ἐὰν θέλῃς, κἂν μὴ θέλῃς. Μακεδ. Τρεῖς οὖν θεοί. Ὀρθ. Θεὸς ὁ Πατήρ; Μακεδ. Ναί. Ὀρθ. Καὶ ὁ Υἱός; Μακεδ. Ναί. Ὀρθ. Δύο οὖν θεοί; Μακεδ. Οὔ. Ὀρθ. Οὕτως οὐδὲ τρεῖς; Μακεδ. Ἀλλ᾽ εἷς καὶ εἷς.

Ὀρθ. Εἰ τὸ εἷς καὶ εἷς οὐκ εἰσὶ δύο, οὐδὲ τὸ εἷς καὶ εἷς καὶ εἷς, τρεῖς. Μακεδ. Οὐκ ἔστιν οὖν εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, δι᾽ οὗ τὰ πάντα; Ὀρθ. Εἰπὲ καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα. Μακεδ. Ποῦ τοῦτο γέγραπται; Ὀρθ. Παρὰ τῷ Δαβίδ· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Μακεδ.

Ἀλλὰ τὸ Πνεῦμα τοῦ στόματος οὐκ ἔστι τὸ ἅγιον Πνεῦμα. Ὀρθ. Οὐκοῦν οὐδὲ ὁ Λόγος Υἱός. Μακεδ. Ἐνταῦθα οὐ τὸν ἐνυπόστατον Λόγον λέγει, οὐδὲ τὸ ἐνυπόστατον Πνεῦμα. Ὀρθ. Ἵνα σοι καὶ δοθῇ λόγον ἔχειν προφορικὸν τὸν Θεὸν, εἰπὲ ἡμῖν, ὁ ἐνυπόστατος Λόγος ἐστὶν ὁ τὸν οὐρανὸν στερεώσας, ἢ ὁ προφορικός; Μακεδ. Τὸν προφορικὸν λέγω, τὴν ἐντολὴν αὐτοῦ· «Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Εἶπε δὲ καὶ ἐνετείλατο τῷ Υἱῷ, ἐνυποστάτῳ Λόγῳ· ὁ δὲ τὴν ἐντολὴν λαβὼν Υἱὸς ἔκτισεν.

Ὀρθ. Οὐκέτι οὖν τῷ λόγῳ αὐτοῦ ἐστερεώθησαν, ἀλλὰ τῇ τοῦ Υἱοῦ ἐνεργείᾳ. Καὶ ψεῦδος τὸ λέγειν· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.» Οὐ γὰρ ἔσχεν ὁ Λόγος σύνδρομον τὴν δύναμιν, ἀλλ᾽ ἐνέμεινεν τὴν τοῦ Υἱοῦ ἐνέργειαν. Καὶ εἰς ὅσην ἀτοπίαν ἐκπίπτει σου ὁ λόγος, ἀγνοεῖς; Εἰπὲ γὰρ ἡμῖν, πολυμαθὲς, ἆρα ὁ Υἱὸς ἀκούσας παρὰ τοῦ Πατρὸς, κινήσας ἑαυτοῦ τὴν οὐσίαν τέχνῃ τινὶ καὶ μεθόδῳ ἐστερέωσε τὸν οὐρανὸν, ἢ λόγῳ αὐτὸν ὑπεστήσατο;

Μακεδ. Ὁ μὲν τοῦ Λόγου λόγος σύνδρομον ἔσχε τὴν δύναμιν· ὁ δὲ τοῦ Πατρὸς λόγος ἐξεδέξατο τὸν τοῦ Χριστοῦ λόγον. Οὐκ αὐτῷ οὖν ὁ Πατὴρ ἐνετείλατο ποιῆσαι τὰ πάντα; Ὀρθ. Τοῦτο οὐ γέγραπται, ἀλλ᾽ ὅτι ὁ Πατὴρ τοῦ Λόγου ὄντως πάντα ἐποίησεν. Μακεδ. Εἰ Πατὴρ ἐποίει, πῶς διὰ τοῦ Υἱοῦ ποιεῖ; Ὀρθ. Ὡς τὸ φῶς διὰ τοῦ ἀπαυγάσματος φωτίζει, οὕτως ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ κτίζει· καὶ ὡς νοῦς διὰ τοῦ λόγου διδάσκει, οὕτως καὶ ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ κτίζει. Μακεδ. Μὴ διὰ τοῦ Πνεύματος;

Ὀρθ. Διὰ τοῦ Λόγου κτίζει, καὶ διὰ τοῦ Πνεύματος ἁγιάζει. Μακεδ. Τοῦτο δέχομαι. Ὀρθ. Τοῦτο οὖν ἐστι· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Μακεδ. Ἀλλ᾽ ὁ μὲν Υἱὸς κτίζει, τὸ δὲ Πνεῦμα ἁγιάζει, καὶ οὐ κτίζει. Ὀρθ. Ὁ συνετὸς ἀκούων οἶδεν, ὅτι καὶ τὸ ἁγιάζειν κτίζειν ἐστίν.

Ὅταν ἀκούσωμεν, «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς,» τί ἄλλο νοοῦμεν ἢ τὸ, Καρδίαν καθαρὰν ἁγίασον ἐν ἐμοὶ, ὁ Θεός; Ἐπειδὴ δὲ σὺ βούλει συνουσιᾶσθαι τὸν ἁγιασμὸν τοῖς οὐρανοῖς, εἰπὲ, τί μεῖζόν ἐστι, κτίζειν ἢ ἁγιάζειν; Μακεδ. Τὸ κτίζειν, ἔργον Θεοῦ ἐστιν. Ὀρθ. Ἔργον μὲν Θεοῦ ἐστι τὸ κτίζειν, οὐ μὴν μεῖζον τοῦ ἁγιάζειν ἐστίν. Καὶ γὰρ καὶ αὐτὸ τὸ ἁγιάζειν, ἔργον Θεοῦ ἐστιν. Γέγραπται γάρ· «Πάτερ ἅγιε, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου.» Ὅτι δὲ τὸ ἁγιάζειν μεῖζόν ἐστι τοῦ κτίζειν, ἐκ τοῦ ἀποτελέσματος γνῶθι, ὅταν τις ἀπολέσῃ τὸν ἁγιασμόν. Ἀκούει ὁ ἄθλιος Ἰούδας· «Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.» Μακεδ. Καλὸν μὲν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Ἀλλ᾽ ὁ κτίζων καὶ δημιουργῶν τὰ μὴ ὄντα ὡς ὄντα, μόνος ἐστὶ Θεός.

Ὀρθ. Δέδεικται μὲν, ὅτι τὸ, «Ποιήσωμεν ἄνθρωπον,» ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος λέλεκται· καὶ τὸ, «Ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτὸν,» ὁμοίως ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος εἴρηται. Ἵνα δὲ μὴ περιέλκηται ὁ λόγος, ἄκουσον τοῦ Εὐαγγελίου λέγοντος, ὅτι τὸν ναὸν τοῦ σώματος τοῦ Χριστοῦ, τὸ Πνεῦμα τὸ ἅγιον ἔκτισε.

Μακεδ. Εἰπὲ ποῦ; Ὀρθ. «Τοῦ Ἰησοῦ ἡ γένεσις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Μακεδ. Ὁ Υἱὸς οὖν ἐστιν ὁ Ἰησοῦς τοῦ Πνεύματος. Ὀρθ. Ἡ γένεσις, εἶπεν, οὐχὶ ἡ γέννησις· ἓν λέγει, οὐχὶ δύο. Μακεδ.

Ἀλλ᾽ ὁ ἄγγελος εἶπε· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Ὀρθ. Πρῶτον γένεσιν ἄκουσον τοῦ ναοῦ, καὶ τότε γέννησιν. Καὶ γὰρ καὶ οἱ ἄνθρωποι πρῶτον γιγνόμεθα δημιουργικῶς, εἶθ᾽ οὕτως γεννώμεθα καταχρηστικῶς· «Υἱοὺς» γὰρ «ἐγέννησα, καὶ ὕψωσα,» γέγραπται, οὐ φυσικῶς δηλονότι, ἀλλὰ καταχρηστικῶς. Μακεδ. Πῶς εἶπεν ὁ Σολομών· «Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον;» Ὀρθ.

Τοῦτο γάρ ἐστιν ὃ λέγω, ὅτι πάντα τὰ ἔργα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματός ἐστι· καὶ διὰ τοῦτο ποτὲ τοῦ Πατρὸς λέγεται, ποτὲ τοῦ Υἱοῦ, ποτὲ τοῦ ἁγίου Πνεύματος. Ἀμέλει λέγει Παῦλος ὁ ἅγιος ἀπόστολος· «Ὅτε δὲ ηὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί·» καὶ πάλιν ὁ αὐτὸς λέγει· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.» Μακεδ.

Τί τοῦτο ποιεῖ; Ὀρθ. Βούλομαί σοι δεῖξαι, ὅτι ποτὲ ἑαυτὸν ἀφόρισμα λέγει τοῦ Πατρὸς, ποτὲ τοῦ Υἱοῦ. Μακεδ. Μὴ καὶ τοῦ Πνεύματος; Ὀρθ. Μάθε οὖν, ὅτι καὶ τὸ Πνεῦμα αὐτὸν ἀφώρισεν, ὡς ἤδη προείρηται. Γέγραπται δὲ οὕτως ἐν ταῖς. Πράξεσι τῶν ἀποστόλων· «Εἶπε δὲ τὸ Πνεῦμα αὐτοῖς· Ἀφορίσατέ μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς.» Μακεδ. Κἀγὼ λέγω, οὓς καλεῖ ὁ Πατὴρ, τούτους καλεῖ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα· καὶ οὓς ἁγιάζει ὁ Πατὴρ, τούτους ἁγιάζει καὶ τὸ Πνεῦμα, ἀλλ᾽ οὐ κτίζει τὸ Πνεῦμα. Ὀρθ. Δέδεικται, ὅτι κτίζει τὸ Πνεῦμα. Ηὑρέθη γὰρ ἡ ἁγία Μαρία ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Μακεδ.

Οὐκ εἶπεν, ἐν γαστρὶ ἔχουσα κτίσαντος τοῦ Πνεύματος τοῦ ἁγίου· ἀλλ᾽ ἁπλῶς εἴρηται· «Ηὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Ὀρθ. Τὸ οὖν, «ἐκ Πνεύματος ἁγίου,» τί ἄλλο ἡγῇ πλὴν τοῦ κτίσαι; Μακεδ. Ἐγὼ τὴν οἰκονομίαν λέγω τοῦ Πνεύματος ἐνταῦθα σημαίνεσθαι. Ὀρθ. Μὴ οὖν θέλεις εἰπεῖν τὸ Κυριακὸν σῶμα κτίσμα; Μακεδ. Κτίσμα μὲν λέγω τὸ σῶμα, ἀλλ᾽ οὐ τοῦ Πνεύματος αὐτὸ λέγω κτίσμα, ἀλλὰ τοῦ Χριστοῦ. Ὀρθ. Ἀλλ᾽ ἡ Γραφὴ εἶπεν·» Ηὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Μακεδ. Αὐτῇ τῇ λέξει εἰπέ μοι, ποῦ γέγραπται, ὅτι τι ἔκτισε τὸ Πνεῦμα. Ὀρθ. Ἀρκεῖ μὲν τοῖς εὐγνωμόνως ἀκούουσι καὶ τὰ προειρημένα· ἐπειδὴ δὲ σκοπὸς ἡμῖν ἐστιν ὠφελῆσαι καὶ τοὺς ἀγνώμονας, ἄκουε καὶ τοῦ Πνεύματος λέγοντος· «Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραὴλ, ὅτι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ.» Μακεδ. Ὁ Πατήρ ἐστιν ὁ λέγων. Ὀρθ. Εἰ ὁ Πατὴρ ἔλεγεν, εἶχεν ἂν εἰπεῖν, Ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστόν μου· καὶ οὐκ ἂν εἶπεν, τὸν Χριστὸν αὐτοῦ.

Ἐπεὶ εἰπέ μοι, εἰ ἄλλου Θεοῦ ἐστι παρὰ τὸν Πατέρα ὁ Χριστός. Μακεδ. Ἄλλος μὲν Θεὸς παρὰ τὸν Χριστοῦ Πατέρα οὔτε ἦν, οὔτε ἐστὶν, οὔτε ἔσται· ὁ προφήτης δέ ἐστιν ὁ λέγων· «Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ·» οὐ κεῖται δὲ τὸ, «Ἰδοὺ ἐγὼ,» ἀλλ᾽ «Ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ·» αὐτὸς ὁ Θεός. Ὀρθ. Πάντα ὑμῖν ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει. Ὑμεῖς γάρ ἐστε οἳ καὶ τὴν πρὸς Ἑβραίους τοῦ ἁγίου Παύλου παραγραφόμενοι, καὶ τὴν πρὸς Ῥωμαίους παραχαράττοντες, ἐν τῷ λέγειν, οὐ γέγραπται, «Διὰ τοῦ ἐνοικοῦντος Πνεύματος ἐν ὑμῖν,» ἀλλὰ, «διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα.» Ἰδοὺ δὴ καὶ τὸν προφήτην ἐπιχειρεῖς παραχαράττειν.

Ἀλλ᾽ οὐδείς σοι συγχωρεῖ. Ἐὰν οὖν προκομίσωμεν τὸ προφητικὸν, καὶ δείξωμεν, ὅτι τὸ «Ἰδοὺ ἐγὼ» γέγραπται, πείθῃ, ὅτι κτίζει τὸ Πνεῦμα; Μακεδ. Οἶδα, ὅτι ἐν ἐνίοις τῶν ἀντιγράφων γέγραπται τὸ, «Ἰδοὺ ἐγώ.» Ἀλλ᾽ ἐγὼ λέγω ἐσφαλμένα εἶναι τὰ ἀντίγραφα. Οὐ γὰρ ἔχει ἀκολουθίαν λέγειν, τὸ Πνεῦμά ἐστι τὸ λέγον, ὅτι «Ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα.» Ὀρθ. Καίτοιγε ἡ μεγίστη ἀκολουθία τοῦ ῥητοῦ αὕτη, καὶ ἄλλως ἐξομαλισθῆναι οὐ δύναται ἢ οὕτως. Τὸ γὰρ Πνεῦμά ἐστι τὸ λέγον· «Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ. Ὅτι ἰδοὺ ἐγὼ τὸ Πνεῦμα, στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ,» δηλονότι τοῦ Θεοῦ. Μακεδ. Ποῖον πνεῦμα κτίζει; Ὀρθ. Εἰ μὲν κατὰ τὸ ῥητὸν, τὸ ἑπόμενον τῇ βροντῇ· εἰ δὲ κατὰ διάνοιαν, ὃ εἶπεν ὁ ἅγιος Παῦλος «τηρηθῆναι ἄμεμπτον μετὰ τῆς ψυχῆς, καὶ τοῦ σώματος, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ γὰρ τὴν ἐστερεωμένην βροντὴν τὸ βάπτισμα δεῖ νοεῖν, πρότερον ὂν παρὰ Ἰουδαίοις χαῦνον καὶ ὑδατῶδες· ὥστε λέγειν τὸν ἅγιον Ἰωάννην· «Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, ὃς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.»

Ἐπειδὴ οὖν αὐτὸ τὸ βάπτισμα τῇ τοῦ Πνεύματος παρουσίᾳ στερεοῦται, καλῶς εἴρηται, ὅτι «Ἰδοὺ ἐγὼ» τὸ Πνεῦμα «στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα,» τὸ ἐν ἑκάστῳ ἡμῶν, ὃ καὶ καρδίαν ἐκάλεσεν ὁ Δαβὶδ, λέγων· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.» Μακεδ. Καὶ βροντὴν λέγεις τὸ βάπτισμα.

Ὀρθ. Συμβολικῶς καὶ πάνυ. Ὡς γὰρ ὅταν ἀκούω, «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας,» οὐκ ἄμπελον σωματικὴν περιβλέπομαι, ἀλλὰ τὸν ναὸν νοῶ· οὕτως καὶ βροντὴν τὸ βάπτισμα νοῶ. Καὶ γὰρ τοὺς μαθητὰς αὐτοῦ υἱοὺς βροντῆς ἐκάλεσεν ὁ Χριστὸς, τουτέστι βαπτίσματος υἱούς. Ἐπειδὴ γὰρ ἡ βροντὴ συνίσταται ἐξ ὕδατος καὶ πνεύματος, τοῦτο δέ ἐστιν ἡ τοῦ ἁγίου βαπτίσματος μυσταγωγία, συμβολικῶς τὸ βάπτισμα βροντὴν καλεῖ ἐστερεωμένην ὑπὸ τοῦ ἁγίου Πνεύματος. Ἀμέλει ὁ Ἀπόστολος, ὡς ἐν ταῖς Πράξεσιν εἴρηται, ἐλθὼν καὶ εὑρών τινας βαπτισθέντας, ἠρώτησεν αὐτοὺς λέγων· «Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες;» Ἐκείνων δὲ εἰρηκότων, «Ἀλλ᾽ οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν,» εἶπεν· «Εἰς τί οὖν ἐβαπτίσθητε;» ὡς τοῦ στερεώματος οὐκ ὄντος ἐν τῷ βαπτίσματι, μὴ παρόντος τοῦ Πνεύματος.

Στερεοῖ οὖν βροντὴν τὸ βάπτισμα, καὶ κτίζει τὸ πνεῦμα, τουτέστι τὰς καρδίας ἡμῶν, αὐτὸ τὸ ἅγιον Πνεῦμα τὸ λέγον διὰ τοῦ προφήτου· «Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ· διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ.» Μακεδ.

Καὶ τὸ ἑξῆς ἑρμήνευσον, καὶ οὕτως ἐξομάλισον. Ὀρθ. «Ποιῶν ὄρθρον καὶ ὀμίχλην, ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς.» Μακεδ. Τί οὖν λέγεις τὸν ὄρθρον, καὶ τὴν ὀμίχλην, καὶ τὰ ὑψηλὰ τῆς γῆς; Ὀρθ. Κατὰ διάνοιαν ὄρθρον λέγω τὴν ἀνάστασιν. Τοῦ γὰρ ἡλίου τῆς δικαιοσύνης ἀνατολὴ, νοεῖται ἡ ἀνάστασις. Ὀμίχλη δὲ ἡ μὴ συγχωροῦσα πᾶσι τηλαυγῶς αὐτὸν ὁρᾷν.

Ηὑρέθη γὰρ ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Τὰ δὲ ὑψηλὰ τῆς γῆς οἱ ἐπὶ γῆς περιπατοῦντες, καὶ ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχοντες. Ἐπὶ γὰρ τούτους ἐπιβαίνει ἡ τοῦ Πνεύματος χάρις. Μακεδ. Τὸ Πνεῦμα οὖν τὸ ἅγιον ἤγειρεν τὸν Χριστόν; Ὀρθ. Ταῦτα λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Ὥσπερ γὰρ τὸ σῶμα τὸ Κυριακὸν λέγεται πεποιηκέναι ὁ Πατὴρ (γέγραπται γάρ· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε·» καὶ τοῦτο αὐτὸ τὸ σῶμα ὁ Σολομὼν λέγει τὴν σοφίαν ᾠκοδομηκέναι·» λέγει γάρ· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ τὸ Εὐαγγέλιον λέγει ἐκ Πνεύματος ἁγίου αὐτὸ εἶναι), οὕτω καὶ τὴν ἀνάστασιν αὐτοῦ τοῦ σώματος μὲν ὁ Υἱὸς λέγει· »Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·» ὁ δὲ Ἀπόστολος, ὅτι «Ὁ Θεὸς αὐτὸν ἤγειρεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου·» ἐνταῦθα δὲ, ὅτι τὸ Πνεῦμα. «Ποιῶν» γὰρ «ὄρθρον,» ἐὰν ἀκούσω, τὴν ἀνάστασιν νοῶ. Ἃ γὰρ ποιεῖ ὁ Πατὴρ, ταῦτα καὶ ὁ Υἱὸς ποιεῖ· καὶ ἃ ποιεῖ ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ταυτὰ ποιεῖ τὸ Πνεῦμα, ὡς καὶ ἐν τοῖς ἀνωτέρω δέδεικται.

Μακεδ. Καὶ ἔχεις μοι δεῖξαι, ὅτι τὸ Πνεῦμα ἤγειρεν τὸν Χριστόν; Ὀρθ. Οὐ λέγω, ὅτι τὸ Πνεῦμα, ὡς δυνατώτερον τοῦ Χριστοῦ, ἤγειρεν αὐτὸν τὸν Χριστὸν, ἀλλ᾽ ὅτι αὐτὸν τὸν ναὸν τοῦ σώματος ἤγειρεν ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Μακεδ.

Καὶ πῶς με ἔχεις πεῖσαι; ἆρα βοηθείας ἔχρῃζεν ὁ Υἱὸς, ἵνα τὸν ναὸν αὐτοῦ ἐγείρῃ; Ὀρθ. Βοηθείας γὰρ χρῄζων ἐπληροῦτο αὐτῷ τῷ Πνεύματι; Μακεδ. Ποῦ γέγραπται, ὅτι ἐπληροῦτο τῷ Πνεύματι; Ὀρθ. Ἀνάγνωθι τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον, ἵνα ἀκούσῃς· «Ὁ οὖν Ἰησοῦς πλήρης τοῦ Πνεύματος ἁγίου ὑπέστρεψεν εἰς τὴν ἔρημον.» Καὶ τὸ παράδοξον, ὅτι οὐ μόνον ἐπληροῦτο, ἀλλὰ καὶ ἤγετο ἐν τῷ Πνεύματι, γέγραπται. Ὥσπερ δὲ ἐπληροῦτο καὶ ἤγετο, οὕτω καὶ ἀνέστη. Καὶ ἵνα γνῷς, ὅτι οὐδὲν κωλύει, τοῦ Πατρὸς αὐτὸν ἐγείροντος, καὶ τὸ Πνεῦμα ἐγείρειν, ἄκουσον, ὅτι καὶ τοῦ Πατρὸς ἐν αὐτῷ μένοντος, ὡς ἐν τοῖς Εὐαγγελίοις αὐτὸς ὁ Υἱὸς λέγει· ὅτι «Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός·» οὕτω καὶ τὸ Πνεῦμα μένει ἐν αὐτῷ· «Κατῆλθε» γὰρ «τὸ Πνεῦμα σωματικῷ εἴδει ὡσεὶ περιστερὰ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν.» Ὥσπερ οὖν οὐδὲν κωλύει, τοῦ Πατρὸς μένοντος, καὶ τὸ Πνεῦμα μένειν· οὕτως οὐδὲν αὐτὸν κωλύει, τοῦ Πατρὸς ἐγείροντος, καὶ τὸ Πνεῦμα ἐγείρειν· καὶ τοῦτό ἐστι τὸ εἰρημένον· «Ποιῶν ὄρθρον,» τὴν ἀνάστασιν· καὶ «ὀμίχλην,» τὸ σῶμα. Μακεδ. Οὐκ ἐδύνατο γὰρ ἑαυτὸν ἐγεῖραι; Ὀρθ. Ἀλλ᾽ ἐκ τούτων δείκνυται τὸ ταυτὸν τῆς φύσεως· ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱός· καὶ ἃ ποιεῖ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα ὁμοίως ταῦτα ποιεῖ. Μακεδ. Καὶ πῶς δυνατόν; Ὀρθ. Ὡς δέδεικται. Μακεδ. Καὶ ποῦ δέδεικται;

Ὀρθ. Ὅτι ἁγιάζει ὡς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ὡς καὶ γέγραπται παρὰ τῷ Ἀποστόλῳ· «Ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἐδικαιώθητε, ἀλλ᾽ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Μακεδ. Ὀλίγος εἰμί· εὑρίσκω δὲ τὸν δυνάμενον πρὸς ταῦτα εἰπεῖν. Πεῖσον τοὺς διδασκάλους μου, καὶ πείθομαι. Ὀρθ. Κατὰ τὴν σὴν γνώμην εἰ ἦν ὁ μακάριος καὶ ἅγιος Ἀπόστολος, ὅτε αὐτῷ ὤφθη Χριστὸς, εἶπεν ἄν· Πεῖσον τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς πρῶτον, καὶ τότε πείθομαί σοι. Μακεδ. Ξενοφωνοῦμαι ἐν τούτοις. Οἱ πατέρες ἡμῶν οὐδέποτε ἡμῖν ἡρμήνευσαν οὕτως. Ἀνάγκη οὖν ἡμᾶς ἐπὶ τούτοις σκέψασθαι, μάλιστα ὅτι ξένον ἤκουσα τὸ βάπτισμα βροντήν. Ὀρθ. Ὁμολογεῖς, ὅτι οἱ ἀπόστολοι υἱοὶ βροντῆς ἐκλήθησαν παρὰ τοῦ Σωτῆρος, ἢ οὔ; Μακεδ.

Οἱ δύο μόνοι ἀδελφοί. Ὀρθ. Ἡμεῖς ὃ κἂν ἑνὶ εἴρηται, πᾶσι λέγωμεν ἁρμόζειν τοῖς τὸ αὐτὸ Πνεῦμα ἔχουσιν. Καὶ γὰρ Παῦλος ὁ ἅγιος ἀπόστολος εἶπε· «Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος· οὐκ ἐμοὶ δὲ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ» Πείθῃ οὖν, ὅτι υἱοὺς βροντῆς ἐκάλεσε τοὺς ἀποστόλους, Καὶ πότερον βροντὴ αὐτοὺς ἐγέννησεν, ἢ ἄνθρωποι;

Μακεδ. Πείθομαι, υἱοὺς βροντῆς αὐτοὺς εἶπεν διὰ τὸ ὑψηλὸν κήρυγμα τῆς πίστεως. Ὀρθ. Τί δὲ ὑψηλότερον τοῦ βαπτίσματος; Σκόπησον δὴ μετὰ φόβου Θεοῦ, εἰ μὴ πανταχοῦ ἐν τῇ θεοπνεύστῳ Γραφῇ αἰνίττεται τὸ βάπτισμα βροντήν. Καὶ γὰρ Δαβὶδ λέγει· «Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ· ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ. Εἶδεν καὶ ἐσαλεύθη ἡ γῆ.» Τί ἄλλο ἢ τὸ βάπτισμα λέγει βροντήν; τὸν δὲ τροχὸν τὸν κύκλον τοῦ βίου τούτου; καὶ τὰς ἀστραπὰς τοὺς ἁγίους ἀποστόλους, τοὺς καὶ φάναντας τῇ οἰκουμένῃ τὸ φῶς τῆς βροντῆς; Αὐτοὶ γάρ εἰσιν οἱ ἀκούσαντες· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Ἡ δὲ σαλευθεῖσα γῆ εἰς γεωργίαν ἐκ τῆς βροντῆς, καὶ ἐκ τῆς φαύσεως τῶν ἄστρων τὰ ἔθνη ἀπὸ τῆς ἀγνωσίας εἰς τὴν ἐπίγνωσιν.

Μακεδ. Εἶπον, ὅτι ξενοφωνοῦμαι, καὶ ἀνάγκη με ἐπισκέψασθαι. Ὀρθ. Ἐπειδὴ πανταχόθεν σε θέλω πεισθῆναι, μάθε, ὅτι καὶ ἐν ἑτέρῳ ψαλμῷ ὁ Δαβὶδ τὸ βάπτισμα βροντὴν καλεῖ, λέγων· «Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.» Καὶ τὰ ἑξῆς· «Ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν.» Μακεδ. Ἔγνων λοιπὸν, τί ἐστιν ὃ θέλεις κατασκευάσαι καὶ συναγαγεῖν. Ἀλλ᾽ εἶπον, ἐγὼ ὀλίγος εἰμί· ἔνδος μοι ἐπισκέψασθαι. Ὀρθ. Δῴη σοι ὁ Θεὸς σύνεσιν, ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων.