Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Πέμπτος διάλογος: Η πρόσληψη της ανθρώπινης φύσης από τον Λόγο

Έναρξη της αντιπαράθεσης με τους Απολλιναριστές. Ανάπτυξη της ορθόδοξης χριστολογίας σχετικά με την πλήρη, αναμάρτητη πρόσληψη της ανθρώπινης φύσης, τονίζοντας το ιστορικό της ενανθρώπησης έναντι της θεωρίας περί επουράνιας σαρκός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 9

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Διάλεξις εʹ, ἐν ᾖ τοῦ αὐτοῦ Ἀπολλιναριαστοῦ κεφαλαίωσις καὶ Γρηγορίου ἐπισκόπου. ΑΠΟΛΛΙΝΑΡΙΑΣΤΗΣ. Θεοῦ ἐνεργήσαντος ἀνθρώπῳ, ἀποτελεῖται προφήτης, ἤγουν ἀπόστολος, οὐ Σωτὴρ κόσμου· Χριστὸς δὲ Σωτὴρ κόσμου· οὐκ ἄρα, Θεοῦ ἐνεργήσαντος ἀνθρώπῳ, ἀπετελέσθη Χριστός; ΟΡΘΟΔΟΞΟΣ.

Θεοῦ μὲν ἐνεργήσαντος οὐχ ἁπλῶς, ὡς ἐνόμισας, ἀλλὰ προφητείαν, ἀποτελεῖται προφήτης, ἤγουν ἀπόστολος, καὶ οὐ Σωτὴρ κόσμου. Θεὸς δὲ, μορφὴν δούλου λαβὼν, ἐγένετο ὁ αὐτὸς καὶ προφήτης, καὶ ἀπόστολος, καὶ ἀρχιερεὺς, καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, Σωτὴρ κόσμου, μένων Θεὸς, καὶ οὐ τραπεὶς εἰς τὰ προειρημένα.

Ἀπολλ. Πᾶς ἄνθρωπος μέρος κόσμου, καὶ οὐδὲν μέρος κόσμου αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, ὑφ᾽ ᾗ καὶ αὐτὸς κεῖται. Χριστὸς δὲ αἴρει· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Διὰ γὰρ τοῦτο, ἐπειδὴ οὐδὲν μέρος κόσμου αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ δημιουργὸς τοῦ κόσμου μορφὴν ἔλαβε μέρους κόσμου, ἵνα τῷ μέρει τοῦ κόσμου, σφαγεὶς ὡς μέρος κόσμου, ἄρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου, ὡς δημιουργὸς τοῦ κόσμου.

Ἀπολλ. Πᾶς ἄνθρωπος ὑπὸ θάνατον· καὶ οὐδεὶς, ὑπὸ θάνατον ὢν, καταργεῖ θάνατον. Χριστὸς δὲ καταργεῖ· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Διὰ γὰρ τοῦτο, ἐπειδὴ οὐδεὶς ἀνθρώπων καταργεῖ θάνατον, ὑπὸ θάνατον ὢν, ὁ ἀθάνατος τοῦ Θεοῦ Υἱὸς, Λόγος ὢν καὶ Θεὸς, ἥνωσεν ἑαυτῷ τὸ ὑπὸ θάνατον, «ἵνα ἐν τῷ θανάτῳ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου καταργήσῃ.» Ὡς γὰρ οὐκ ἠδύνατο ἀόρατος ὢν ὁραθῆναι, μὴ λαβὼν τὸ ὁρατόν· οὕτως οὐδὲ ἠδύνατο ἀθάνατος ὢν ἀποθανεῖν, μὴ λαβὼν τὸ θνητόν.

Ἀπολλ. Πᾶς ἄνθρωπος χοϊκός. Χριστὸς δὲ οὐ χοϊκὸς, ἀλλ᾽ ἐπουράνιος· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός· εἰ μὴ ὁμωνύμως τὸ αὐτὸ τοῦτο ἄνθρωπος. Ὀρθ. Πλανᾶσθε· οὐ γὰρ πᾶς ἄνθρωπος χοϊκός. Ἐδίδαξε γὰρ ἡμᾶς ἡ Γραφὴ καὶ ἐπουρανίους ἀνθρώπους, εἰ καὶ μὴ τῇ φύσει, ἀλλὰ τῷ τρόπῳ, λέγουσα· «Οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.» Συνωνύμως δὲ ἡμεῖς τὸν Χριστὸν ἄνθρωπον λέγομεν κατὰ τὴν ἀνθρωπότητα. Καὶ ὥσπερ ζῶον τὸν ἄνθρωπον λέγοντες, συνωνύμως τῷ ἵππῳ ἢ καὶ ἑτέρῳ τινὶ τῶν ζώων λέγομεν, οὐ πάντως δὲ καὶ λογικὸν πᾶν ζῶον· οὕτως καὶ ἐὰν εἴπωμεν συνωνύμως τὸν Χριστὸν ἄνθρωπον, οὐ πάντως πᾶς ἄνθρωπος Χριστός. Καὶ ὥσπερ τὸ συνταττόμενον λογικὸν τῷ ζώῳ ἄνθρωπός ἐστιν, οὐκ ἀναιρεῖται ζῶον εἶναι· οὕτως συνταττόμενος Θεὸς, καὶ συμπιστευόμενος λογικῷ ζώῳ, Χριστὸς ὁμολογεῖται καὶ πιστεύεται· καὶ οὐκ ἀναιρεῖται ἄνθρωπος εἶναι, ἀλλ᾽ ἔστιν ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος.

Ἀπολλ. Ὁ διδοὺς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, οὐχὶ καὶ αὐτὸς γέγονε. Χριστὸς δὲ δίδωσιν· οὐκ ἄρα γέγονεν Υἱὸς, ἀλλ᾽ ἔστι τῇ φύσει. Ὀρθ. Υἱὸς Θεοῦ οὐ γέγονεν, ἀλλ᾽ ἦν τῇ φύσει. Υἱὸς δὲ ἀνθρώπου γέγονεν. Οὐ γὰρ ἦν, καὶ ἐγένετο ὃ οὐκ ἦν, ἵνα ἡμᾶς τῷ τρόπῳ ποιήσῃ γενέσθαι, ὃ αὐτὸς ἦν καὶ ἔστι τῇ φύσει· καὶ ἔστιν ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος Ἀπολλ. Οὐδεὶς ἀνθρώπων προϋπάρχει τῶν πρεσβυτέρων αὐτοῦ· Χριστὸς δὲ προϋπάρχει τῶν κατὰ σάρκα πρεσβυτέρων· οὐκ ἄρα ἄνθρωπος, εἰ μὴ κατὰ σάρκα. Ὀρθ. Χριστὸς κατὰ τὴν ἀνθρωπότητα οὐ προϋπάρχει τῶν κατὰ τὴν ἀνθρωπότητα πρεσβυτέρων αὐτοῦ· προϋπάρχει δὲ κατὰ τὴν θεότητα οὐ τῶν κατὰ σάρκα πρεσβυτέρων μόνον, ἀλλὰ καὶ πάντων τῶν αἰώνων, Θεὸς ὢν αὐτῶν. Οὐκ ἄρα Χριστὸς κατὰ σάρκα πρὸ τῆς Μαρίας. Πῶς γὰρ τὸ ἐξ αὐτῆς ὂν, πρὸ αὐτῆς ὑπάρχει; προϋπάρχει δὲ αὐτῆς θεϊκῶς, Θεὸς ὢν αὐτῆς· καὶ ἔστιν ὁ αὐτὸς, ὡς Θεὸς προϋπάρχων, καὶ ὡς ἄνθρωπος ἐξ αὐτῆς.

Ἀπολλ. Οὐδεὶς ἀνθρώπων πρὸ τῶν αἰώνων ἔχει δόξαν. Χριστὸς δὲ ἔχει· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Οὐδεὶς γὰρ ἀνθρώπων πρὸ τῶν αἰώνων ἐστίν. Χριστὸς δὲ κατὰ τὴν θεότητα πρὸ τῶν αἰώνων. Υἱὸς ὢν καὶ Θεὸς καὶ Δεσπότης, εἰκότως πρὸ τῶν αἰώνων ἔχει δόξαν· Κύριος δόξης ὢν κατὰ φύσιν, Χριστὸς δὲ κληθεὶς, διὰ τὸ μορφὴν δούλου λαβεῖν.

Ὁ νῦν οὖν κληθεὶς Χριστὸς, καὶ λίθος, καὶ ποιμὴν, καὶ κόκκος, καὶ ἄνθος ῥάβδου, καὶ Ἐμμανουὴλ, καὶ Ἰησοῦς, καὶ ἄνθρωπος, καὶ παῖς δωδεκαετὴς, καὶ τριακονταετὴς γεγονὼς διὰ τὴν πρὸς ἀνθρώπους οἰκονομίαν, καὶ πρὸ τῶν αἰώνων Θεὸς, καὶ νῦν μετὰ τὸ ταῦτα γενέσθαι μένων, ὃ ἦν, ἔχει δόξαν πρὸ τῶν αἰώνων, Θεὸς ὢν ἐκ Θεοῦ.

Ἀπολλ. Εἰ ὁ Θεὸς ἐν Ἰησοῦ, οὐ δι᾽ αὐτοῦ τὰ πάντα, ἀλλὰ διὰ τὸν ἐν αὐτῷ. Δι᾽ αὐτοῦ δὲ τὰ πάντα· οὐκ ἄρα Θεὸς ἐν Ἰησοῦ, ἀλλ᾽ αὐτὸς Θεός ἐστιν. Ὀρθ. Ὁ Θεὸς Λόγος, ἐνυπόστατος ὢν Θεὸς, μετασχὼν ἀνθρωπότητος, Ἰησοῦς ἐκλήθη. Μὴ οὖν λέγε, Θεὸς ἦν ἐν Ἰησοῦ, ἀλλ᾽ αὐτὸς ὁ Θεὸς Ἰησοῦς ἐκλήθη. Διὸ καὶ αὐτός ἐστιν Ἰησοῦς, δι᾽ οὗ τὰ πάντα.

Ὁ γὰρ νῦν κληθεὶς Ἰησοῦς διὰ τὴν ἀνθρωπότητα, Θεὸς δὲ Λόγος ὢν καὶ πρὸ τῆς τοῦ ὀνόματος κλήσεως, καὶ μετὰ τὴν τοῦ ὀνόματος κλῆσιν, αὐτός ἐστιν Ἰησοῦς, δι᾽ οὗ τὰ πάντα, Θεὸς ὢν κατὰ Πνεῦμα, ἄνθρωπος δὲ διὰ τὴν τοῦ δούλου μορφήν· διὸ καὶ αὐτός ἐστιν Ἰησοῦς, δι᾽ οὗ τὰ πάντα.

Ἀπολλ. Ὁ ἐξ ἁμαρτίας σώζων ὑπὲρ ἁμαρτίαν ἐστίν. Καὶ σώζει Χριστός. Οὐδεὶς δὲ ἀνθρώπων ὑπὲρ ἁμαρτίαν· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Οὐ γὰρ ἄνθρωπος ψιλὸς ὁ Χριστός· οὐδὲ γὰρ ἦν Χριστὸς αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, εἰ ψιλὸς ἦν ἄνθρωπος. Διὰ δὲ τοῦτο ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου Χριστὸς, ἐπειδὴ ὁ Θεὸς Λόγος, μορφὴν δούλου λαβὼν, ἐγένετο Χριστὸς ἄνθρωπος. Καὶ διὰ τοῦτο ὁ προφήτης λέγει· «Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν;» καὶ αὐτὸς ὁ Χριστός· «Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» ἵνα νοήσωμεν τὸν Χριστὸν ἄνθρωπον διὰ τὴν ἀνθρωπότητα, καὶ Θεὸν διὰ τὴν θεότητα· ὡς τὸν ἄνθρωπον νοοῦμεν λογικὸν διὰ τὸ λογιστικὸν, καὶ ζῶον διὰ τὸ ζωτικόν.

Ἀπολλ. Πᾶς ἄνθρωπος διάστασιν ἔχει σαρκὸς πρὸς νοῦν· Χριστὸς δὲ οὐκ ἔχει· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Εἰ πᾶς ἄνθρωπος διάστασιν ἔχει σαρκὸς πρὸς νοῦν, εἷς δὲ τῶν ἀνθρώπων καὶ Ἡλίας ὁ ἀναληφθεὶς, καὶ πιστευόμενος παρ᾽ ἡμῖν μέχρι τοῦ παρόντος ἐν σαρκὶ, διαστασιάσει αὐτῷ ἡ σὰρξ πρὸς τὸν νοῦν. Εἰ δὲ μὴ διαστασιάζει τῷ νῷ αὐτοῦ ἡ σὰρξ, οὐκ ἄρα πᾶς ἄνθρωπος διάστασιν ἔχει σαρκὸς πρὸς τὸν νοῦν. Πολλῷ οὖν πλείω ὁ τοῦ Ἠλία Δεσπότης οὐκ ἔχει διαστασιάζουσαν τὴν σάρκα πρὸς τὸν νοῦν· ἀλλὰ ἐν πᾶσιν ἡμῖν κατὰ τὴν ἀνθρωπότητα ὁμοιωθεὶς χωρὶς ἁμαρτίας, ἐλεήμων καὶ πιστὸς ἀρχιερεὺς γενόμενος, ἔστιν ἀληθῶς ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος.

Ἀπολλ. Πᾶς ἄνθρωπος νεκροῖ τὴν σάρκα πρὸς τὸ τελειωθῆναι κατ᾽ ἀρετήν· Χριστὸς δὲ οὔ· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Ποίᾳ νεκρώσει ἐνέκρωσεν ἑαυτοῦ τὴν σάρκα ὁ Ἰωάννης, σκιρτῶν ἐν κοιλίᾳ, καὶ ὀφθεὶς ἐν ἀγαλλιάσει; Εἰ δὲ καὶ δοθείη, ὅτι πᾶς ἄνθρωπος νεκροῖ τὴν σάρκα πρὸς τὸ τελειωθῆναι κατὰ ἀρετὴν, ἀλλὰ τελειωθεὶς, καὶ ἐν οὐρανῷ πολίτευμα ἔχων, ζωοποιεῖσθαι αὐτὸν παρασκευάζει διὰ τοῦ ἐνοικοῦντος ἐν αὐτῷ Πνεύματος, ὡς ἐν ἀρετῇ τελειωθέντα λέγειν· «Τὸν δρόμον τετέλεκα.» Χριστὸς δὲ οὐκ ἐξ ἀσκήσεως τετελείωται, ἀλλ᾽ ἐν αὐτῇ τῇ συλλήψει ἐξ ἑνώσεως Ἐμμανουὴλ τεχθεὶς, Θεός ἐστι καὶ ἄνθρωπος· διὸ καὶ Θεοτόκος ἡ Μαρία.

Ἀπολλ. Οὐδενὸς ἀνθρώπου ἡ σὰρξ ἐξ οὐρανοῦ λέλεκται· Χριστοῦ δὲ ἡ σὰρξ ἐξ οὐρανοῦ εἴρηται· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστὸς κατὰ τὴν θεότητα τὴν προσλαβοῦσαν τὴν σάρκα. Οὕτως οὖν καὶ ἐξ οὐρανοῦ λέγεται, διὰ τὸ ἡνῶσθαι τῷ ἐξ οὐρανοῦ. Ὀρθ.

Οὐδὲν γελοιότερον. Εἰ γὰρ διὰ τοῦτο ἐξ οὐρανοῦ λέγεται διὰ τὸ ἡνῶσθαι τῷ ἐξ οὐρανοῦ, οὐκ ἐξ οὐρανοῦ ἡ σάρξ. Ὥσπερ οὖν τὴν μὴ οὖσαν ἐξ οὐρανοῦ, λέγεις ἐξ οὐρανοῦ· οὕτω καὶ τοὺς ἀνθρώπους τοὺς ἐπουρανίους ἡ Γραφὴ λέγει διὰ τὸ οὐράνιον φρόνημα ἐξ οὐρανοῦ.

Ἄκουε, καὶ λέλυταί σου ἡ πρότασις, ἤγουν ἀνακεφαλαίωσις, ὡς αὐτὸς ὠνόμασας ἐπιγράψας. Χριστὸς δὲ, ἐξ οὐρανοῦ λεγόμενος ἄνθρωπος, οὐ διὰ τὸ φρόνημα, καθάπερ πάντες ἄνθρωποι, ἐπουράνιος κέκληται, ἀλλὰ διὰ τὴν θείαν καὶ προσκυνουμένην ἕνωσιν τοῦ Θεοῦ Λόγου πρὸς τὴν τοῦ δούλου μορφὴν, ὡς εἶναι τὸν αὐτὸν καὶ Θεὸν καὶ ἄνθρωπον.

Ἀπολλ. Οὐδεὶς ἀνθρώπων ζωογονεῖ· οὐ γάρ ἐστι Χριστός· Χριστὸς δὲ ζωογονεῖ· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Χριστὸς δὲ διὰ τοῦτο ζωογονεῖ, ἐπειδὴ Θεὸς Λόγος, μορφὴν δούλου λαβὼν, ἐκλήθη Χριστός. Ἀπολλ. Οὐδενὶ ἀνθρώπων ἁρμόζει ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἡ δόξα ἡ τοῦ μόνου Θεοῦ· Χριστῷ δὲ ἁρμόζει· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ.

Τοῦτο ἂν εἴποις καὶ περὶ τῆς Παρθένου Μαρίας. Οὐδενὶ ἀνθρώπων ἁρμόζει τὸ παρθένον οὖσαν τεκεῖν· Παρθένος δὲ οὖσα ἔτεκεν ἡ Μαρία· οὐκ ἄρα ἄνθρωπος ἡ Μαρία. Ὅλως δέ σου καὶ οὕτως ἐλεγχθήσεται τὸ σόφισμα. Οὐδενὶ γὰρ ἀληθῶς ἁρμόζει τῶν ἀνθρώπων ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἡ δόξα ἡ τοῦ μόνου Θεοῦ· ἐπειδὴ οὐδεὶς ἀνθρώπων Χριστὸς ἐξ ἑνώσεως Θεοῦ Λόγου καὶ μορφῆς δουλικῆς.

Ἀπολλ. Εἰ ὁ Θεὸς ἐν ἀνθρώπῳ κατῴκησεν, οὐκ ἐκενώθη· ἐκενώθη δὲ ὁ ἐν μορφῇ Θεοῦ, μορφὴν δούλου λαβών· οὐκ ἄρα ἐν ἀνθρώπῳ κατῴκησεν. Ὀρθ. Οὐ γὰρ ἐν ἀνθρώπῳ ἁπλῶς κατῴκησεν ὁ Θεὸς Λόγος, ἀλλὰ καὶ ἐγένετο ἄνθρωπος, μετασχὼν αἵματος καὶ σαρκὸς, τουτέστιν ἀνθρωπότητος· διὰ τοῦτο Χριστὸς οὐ ψιλὸς ἄνθρωπος ἀλλ᾽ ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος Ἀπολλ. Θεὸς, ἐν ἀνθρώπῳ κατοικῶν, οὐκ ἔστιν ἄνθρωπος· Πνεῦμα δὲ, σαρκὶ ἡνωμένον, ἄνθρωπος. Χριστὸς, ὡς εἴρηται, ὁμωνύμως· Πνεῦμα ἄρα θεῖόν ἐστιν ἡνωμένον σαρκί. Ὀρθ. Ἠδολέσχησας.

Οὐ γὰρ Πνεῦμα σαρκὶ ἡνωμένον πάντως ἄνθρωπός ἐστιν· ἀλλ᾽ ἐγχωρεῖ καὶ βοῦν εἶναι καὶ ὄνον, καὶ πᾶν εἴ τι ἕτερον τῶν σαρκικῶν ζώων. Ἵνα δέ σοι δοθῇ καὶ τὸ θεῖον εἶναι Πνεῦμα σαρκὶ ἡνωμένον, ἀνάγκη πᾶσα, γενόμενον ἄνθρωπον ἐκ γυναικὸς τὸν Θεὸν Λόγον, Πνεύματι σαρκὶ ἡνωμένῳ ἑνωθῆναι, ἵνα ἄνθρωπος γένηται. Πῶς γὰρ οὖν ἠδύνατο μὴ ἑνωθεὶς ἀνθρώπῳ; Ὁμωνύμως δὲ οὐκ ἂν εἴποιμεν τὸν Χριστὸν ἄνθρωπον, ἵνα μὴ κατὰ φαντασίαν νομισθῇ ἄνθρωπος, μόνον τὸ ὄνομα κοινὸν ἔχων.