Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Η ομοουσιότητα του Αγίου Πνεύματος και η θεία απλότητα

Ανάπτυξη της διδασκαλίας για την ταυτότητα της ουσίας του Αγίου Πνεύματος με τον Πατέρα. Ανασκευάζονται οι αρειανικές θέσεις περί σύνθεσης στον Θεό και διευκρινίζεται η έννοια του ομοουσίου, καθώς και της φυσικής, άτρεπτης αγαθότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 9

Ἀνόμοιος. Ποῦ γέγραπται ἐπὶ Θεοῦ φύσις; Ὀρθ. Παρὰ τῷ Ἀποστόλῳ· «Ἀλλὰ τότε μὲν, οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς· νῦν δὲ, γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ τοῦ Θεοῦ,» φύσει δηλονότι. Καὶ ἐν ταῖς καθολικαῖς Ἐπιστολαῖς γέγραπται· «Δι᾽ ὧν τὰ μέγιστα ἡμῖν καὶ τίμια ἐπαγγέλματα δεδώρηται, ἵνα γένησθε θείας κοινωνοὶ φύσεως.» Γινόμεθα δὲ θείας κοινωνοὶ φύσεως τῇ κοινωνίᾳ τοῦ ἁγίου Πνεύματος. Ἀνόμ. Οὐκοῦν καὶ τὸ Πνεῦμα θείας ἐστὶ φύσεως; Ὀρθ. Εἰ ἡμεῖς τῇ κοινωνίᾳ τοῦ ἁγίου Πνεύματος θείας ἐσμὲν φύσεως, οὐχὶ τὸ Πνεῦμα τὸ παρεχόμενον ἡμῖν τὴν κοινωνίαν;

Ἀνόμ. Καὶ τὸ Πνεῦμα οὖν λέγεις θείας εἶναι φύσεως; Ὀρθ. Οὐχ ἁπλῶς θείας εἶναι φύσεως, ἀλλὰ τῆς οὐσίας. Αὐτὸς γὰρ εἶπεν ὁ Πατήρ· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·» ὁ δὲ Υἱός· «Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν.» Καὶ ὁ Ἰὼβ θεῖον εἶπε τὸ Πνεῦμα, οὕτω λέγων· «Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν· ἢ μὴν ἔτι τῆς πνοῆς μοι ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισὶ, μὴ λαλήσει τὸ στόμα μου ἄδικα.» Ὁρᾷς, πῶς τῆς ἁγίας Τριάδος μέμνηται· «Ζῇ Κύριος,» λέγων τὸν Υἱόν· καὶ, «Ὁ Παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχὴν,» τὸν Πατέρα· «Πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισὶ,» τὸ Πνεῦμα τὸ ἅγιον.

Χριστοῦ γάρ ἐστιν εὐωδία τὸ Πνεῦμα· καὶ ὥσπερ ἐκ τῆς εὐωδίας διὰ τῶν ῥινῶν τὸ μύρον γινώσκεται, οὕτως καὶ ἐκ τοῦ Πνεύματος Χριστός. «Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Καὶ οἱ ἀπόστολοι Χριστοῦ εὐωδία ἦσαν, καὶ εἰσίν· ἐπειδὴ καὶ ναοὶ τοῦ Πνεύματός εἰσι. Λέγει γὰρ Παῦλος· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν. Δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν.» Ἀνόμοιος. Εἰ ἄλλως κτίζει ὁ Θεὸς, καὶ ἄλλως γεννᾷ, σύνθετός ἐστιν; Ὀρθ. Σύνθετος μὲν οὐκ ἔστι· μὴ γὰρ γένοιτό μοι εἰπεῖν! ὑποστάσει δὲ γεννᾷ, καὶ ἐντολῇ κτίζει. Εἰ δὲ ὡς κτίζει, οὕτως καὶ γεννᾷ, τὸ κτίσμα αὐτοῦ γέννημα αὐτοῦ ἐστιν. Ἀνόμ. Καὶ πάνυ. Ὀρθ. Ἔκτισε δὲ τὸν κύνα· τόλμησον εἰπεῖν τὸν κύνα ἐκ γαστρὸς γεγεννῆσθαι, καὶ ἄλλο τι τῶν κτισμάτων. Ἐγὼ γὰρ λέγω, ὅτι καὶ τὸν κύνα καὶ πάντα τὰ ἄλογα μετὰ καὶ πάσης τῆς ἄλλης κτίσεως ἔκτισεν ὁ Θεός· Εἰπὲ καὶ αὐτὸς, ὅτι καὶ ἐκ γαστρὸς αὐτὰ ἐγέννησεν, εἴπερ ὡσαύτως κτίζει καὶ γεννᾷ.

Ἀνόμ. Ἄλλως οὖν κτίζει, καὶ ἄλλως γεννᾷ; Ὀρθ. Καὶ πάνυ. Ἀνόμ. Οὐκ ἔστιν ἀσύνθετος; Ὀρθ. Οὐκ εἶπον, οὐκ ἔστιν ἀσύνθετος, ἀλλὰ καὶ ὑπὲρ τὸ ἀσυνθετόν ἐστιν· ἄλλως δὲ γεννᾷ καὶ ἄλλως κτίζει. Ἀνόμ. Πῶς οἷόν τε; Ὀρθ. Ὁ νοῦς ὁ ἐν ἡμῖν, ὁ κατ᾽ εἰκόνα τοῦ Θεοῦ γεγονὼς, οὐκ ἔστιν ἀσύνθετος; καὶ ἄλλως γεννᾷ λόγον, καὶ ἄλλως κτίζει, ἃ κτίζει.

Ἀνόμ. Πῶς ἄλλως γεννᾷ καὶ ἄλλως κτίζει; καίτοιγε ὁ νοῦς οἷς κτίζει, καὶ γεννᾷ. Ὀρθ. Ψεῦδος· γεννᾷ γὰρ ἐξ αὑτοῦ λόγον, κτίζει δὲ ἐξ ὕλης οἰκίαν, πλοῖον, καὶ ὅσα τοιαῦτα. Ἀνόμ. Οὐκοῦν καὶ Θεὸς ἐξ ὕλης κτίζει; Ὀρθ. Τὰ μὲν ἐξ ὕλης, τὰ δὲ, μὴ ὄντα, ὑπεστήσατο. Ἀνόμ. Πῶς; Ὀρθ. Τὴν ὕλην καὶ τοὺς οὐρανοὺς καὶ τοὺς ἀγγέλους ἐξ οὐδενὸς ὑπεστήσατο.

Ἀλλ᾽ ἡ βούλησις, σύνδρομον ἔχουσα τὴν δύναμιν, ὑπεστήσατο ὅσα ἠθέλησε· τὰ δὲ θνητὰ ζῶα ἐκ τῆς ὕλης ἐποίησεν. Ἀνόμ. Τοῦτο δέχομαι. Ὀρθ. Τὸν δὲ Υἱὸν οὐχ ἁπλοῦν καὶ ἀσύνθετον λέγεις; Ἀνόμ. Ναί. Ὀρθ. Οὐκοῦν καὶ τοῦ Υἱοῦ τὸ κτίσμα γέννημα λέγεις;

Ἀνόμ. Οὔ. Ὀρθ. Εἰ διὰ τοῦτο τὸ κτίσμα τοῦ Πατρὸς, γέννημα λέγεις, ἐπειδὴ ἁπλοῦς ἐστι, καὶ τὸ γέννημα κτίσμα· ἔστι δὲ καὶ ὁ Υἱὸς ἁπλοῦς, καὶ αὐτοῦ τὸ κτίσμα ἐστὶ γέννημα· καὶ εὑρεθήσεται τοῦ μὲν Υἱοῦ πατὴρ ὁ Πατὴρ, τῆς δὲ κτίσεως πάππος.

Ἀνόμ. Ἀλλὰ τοῦ μὲν Πατρὸς τὸ γέννημά ἐστι κτίσμα, τοῦ δὲ Υἱοῦ τὸ κτίσμα ἐστὶ κτίσμα. Ὀρθ. Ἐπειδὴ ἁπλοῦς ἐστιν ὁ Θεὸς, τὸ κτίσμα αὐτοῦ γέννημα αὐτοῦ ἐστι, καὶ τὸ γέννημα κτίσμα· ἢ πῶς; Ἀνόμ. Πάνυ. Ὀρθ. Καὶ τοῦ Υἱοῦ ἄρα τὸ κτίσμα γέννημα, ἀσυνθέτου ὄντος· ἢ οὐκ ἄρα διὰ τὸ ἀσύνθετον τοῦ Πατρὸς τὸ γέννημα κτίσμα, ἢ τὸ κτίσμα γέννημα, κἂν ᾖ ἀσύνθετος. Γέννημα δὲ τοῦ Πατρὸς ὁ Υἱός· οὐκ ἄρα κτίσμα. Ἀνόμ. Ὁ Πατὴρ τοῦ Υἱοῦ αἴτιός ἐστι, τῆς δὲ κτίσεως ὁ Υἱός. Ὀρθ.

Τῆς δὲ κτίσεως οὐκ ἔστιν αἴτιος καὶ ὁ Πατήρ; Ἀνόμ. Ἀλλὰ διὰ τοῦ Υἱοῦ. Ὀρθ. Τίθης δὲ ὅλως, ὅτι αἴτιός ἐστι καὶ τῆς κτίσεως; Ἀνόμ. Ναί. Πάντα γὰρ ἐκ τοῦ Θεοῦ. Ὀρθ. Εἰσὶν οὖν αὐτοῦ καὶ τὰ γεννήματα πάντα, κύνες, κόρακες, γῦπες, καὶ πᾶσα ἡ κτίσις λογική τε καὶ ἄλογος. Ἀνόμ. Εἶπον, ὅτι διὰ τοῦ Υἱοῦ ἐκτίσθησαν· μόνος δὲ ὁ Υἱὸς ἄνευ μεσίτου γεγέννηται, τουτέστιν ἔκτισται.

Ὀρθ. Ἐπειδὴ μόνος ἐκ μόνου, διὰ τοῦτο καὶ γέννημα λέγεις αὐτὸν καὶ κτίσμα; ἢ πῶς; Ἀνόμ. Ναί. Ὀρθ. Τὰ δὲ ἄλλα πάντα, ἐπειδὴ διὰ τοῦ Υἱοῦ ἐγένοντο, κτίσματά εἰσιν, οὐκ ἔτι δὲ καὶ γεννήματα; Ἀνόμ. Οὕτως. Ὀρθ. Ἡ μεσιτεία τοίνυν τοῦ Υἱοῦ ἠλάττωσε τὴν τοῦ Πατρὸς ἐνέργειαν. Ἀνόμ.

Διὰ τί; Ὀρθ. Ὅτι, μόνος μόνον γεννῶν, ὡσαύτως καὶ γεννᾷ καὶ κτίζει. Μεσιτεύοντος δὲ τοῦ Υἱοῦ, οὐκ ἔτι τὸ κτίσμα αὐτοῦ γέννημα αὐτοῦ ἐστι· καὶ, ὡς φαίνεται, ἐπὶ βλάβῃ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν, καὶ πάσης ὁμοῦ τῆς κτίσεως, ἐγεννήθη ὁ Υἱός. Ἀνόμ.

Διὰ τί; Ὀρθ. Ἔμελλε γὰρ ἅπαντα τὰ κτίσματα γεννήματα αὐτοῦ εἶναι, εἰ μὴ ἐγεννήθη ὁ Υἱός. Ἀνόμ. Οὐ διὰ τοῦ Υἱοῦ οὖν ἐκτίσθημεν· Ὀρθ. Καὶ πάνυ. Ἀλλ᾽ ἡμεῖς μὲν διὰ τοῦ Υἱοῦ ἐκτίσθημεν, ὁ δὲ Υἱὸς ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ οὐκ ἔκτισται. Ἀνόμ. Αὐτὸς λέγει· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ.» Ὀρθ.

Καὶ αὐτὸς λέγει· «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ἀνόμ. Τί ὅμοιον, «ἔκτισέ με,» καὶ, «ὤρυξαν χεῖράς μου καὶ πόδας;» Ὀρθ. Ὥσπερ τὸ μέλλον γίνεσθαι ἐπὶ τοῦ σταυροῦ, ὡς ἤδη γεγονὸς ἔλεγεν· οὕτως τὸ μέλλον ἐπὶ τῆς σαρκώσεως, ὡς ἤδη γεγονὸς ἔλεγεν. Ἀμέλει γοῦν οὐκ εἶπε· Κύριος ἔκτισέ με πρὸ ἀρχῆς ὁδοῦ· ἀλλ᾽ ἐπειδὴ ἀπολλυμένη ἦν ἡ ὁδὸς τῶν ἄλλων, ἔμελλε δὲ ἡμῖν γίνεσθαι ὁδὸς πρόσφατος καὶ ζῶσα, διὰ τοῦτο λέγει· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Ἀνόμ. «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με,» λέγει, «πρὸ τοῦ τὴν γῆν ποιῆσαι.» Ὀρθ. Εἰπὲ καὶ σύ· «Τεσσαράκοντα ἔτη οὔπω ἔχεις,» καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελιώθης; ἵν᾽ ἀκούσῃς· «Ἀμὴν, ἀμὴν λέγω σοι, πρὸ τοῦ τοὺς αἰῶνας γενέσθαι, ἐγώ εἰμι.» Ἀνόμ. Καὶ ἦν αὐτοῦ ἡ σάρκωσις πρὸ τοῦ τοὺς αἰῶνας γενέσθαι; Ὀρθ. Τῇ προγνώσει καὶ αὐτὸ τὸ πάθος· ὥστε λέγειν αὐτόν· «Ὤρυξαν χεῖράς μου καὶ πόδας, καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Ἀνόμ. Ἀλλ᾽ οὐ πρὸ τοῦ αἰῶνος τοῦτο ἐλέχθη, ἀλλ᾽ ἀπὸ τῶν χρόνων Δαβίδ. Ὀρθ. Καὶ ἀπὸ τῶν χρόνων τοῦ υἱοῦ Δαβὶδ, τουτέστι Σολομῶνος, τὸ, «Κύριος ἔκτισέ με,» εἴρηται.

Ἀνόμ. Ἀλλὰ, «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με,» εἴρηται. Ὀρθ. «Πρὸ» γὰρ «τοῦ αἰῶνος τὸ μυστήριον τοῦτο ἀποκεκρυμμένον ἦν,» ὡς ὁ Παῦλος λέγει, «ὃ νῦν ἐφανερώθη τοῖς υἱοῖς τῶν ἀνθρώπων.» Καὶ ὅτι αὐτός ἐστι τὸ πρὸ τῶν αἰώνων θεμελιωθὲν, ἄκουε αὐτοῦ καὶ ἐν ἄλλοις λέγοντος· «Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστὸς Ἰησοῦς,» τὸν λέγοντα· «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με.» Χριστὸς δὲ Ἰησοῦς ἔκτοτε Θεὸς Λόγος κέκληται, ἐξ οὗ ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ἐλέχθη παρὰ τοῦ ἀγγέλου· «Καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.» Τὸ ἄρα, «Κύριος ἔκτισέ με,» καὶ, «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με,» περὶ τῆς σαρκώσεως αὐτοῦ εἴρηται, τοῦ ἀληθῶς πρὸ τῶν αἰώνων ἀποκεκρυμμένου μυστηρίου.

Ἀνόμ. Καὶ πῶς δύναται γεννῆσαι ἐκ τῆς ὑποστάσεως αὐτοῦ, καὶ μὴ παθεῖν; Ὀρθ. Τὸ, πῶς δύναται, μὴ ἐξέταζε· τὸ δὲ, ἐκ τῆς ὑποστάσεως, δέδεικται. Ἀνόμ. Πῶς δέδεικται; Ὀρθ. Ὅτι οὐκ ἔστι κτίσμα, δέδεικται. Τὸ δὲ μὴ ὂν κτίσμα, ἢ ἀγέννητόν ἐστιν, ἢ γεννητὸν, ἢ ἐκπορευτὸν ὡς ἐξ αἰτίου. Ἀγέννητος δὲ οὐκ ἔστιν, Υἱὸς ὢν γεννητός· ἄρα οὖν ἐκ τῆς ὑποστάσεώς ἐστιν. Ἀνόμ. Καὶ πῶς δύναται εἶναι ἐκ τῆς ὑποστάσεως; Ὀρθ. Εἰ μὴ ἔστιν ἐκ τῆς ὑποστάσεως, ἢ κτίσμα ἐστὶν, ἢ ἀγέννητος· ἀγέννητος δὲ οὐκ ἔστιν, Υἱὸς ὤν· κτίσμα οὐκ ἔστιν· οὐ γὰρ ἐνετείλατο, καὶ ἐγένετο· ἀλλὰ ἐκ γαστρὸς αὐτὸν ἐγέννησεν· ἐκ τῆς ὑποστάσεως ἄρα, καὶ οὐκ ἐξ οὐκ ὄντων ἐστὶ, καθάπερ τὰ κατ᾽ ἐντολὴν ὑπάρξαντα. Ἀνόμ. Πάλιν οὖν σύνθετον νομίζεις τὸν Θεὸν, γαστέρα λέγων. Ὀρθ Μὴ γένοιτο σύνθετον εἰπεῖν τὸν Θεόν! ἀλλὰ, καθὼς ἀνωτέρω εἶπον, τὴν γαστέρα, ἣν εἶπεν ἡ Γραφὴ, τοῦ Θεοῦ, ἐγὼ τὸ γεννητικὸν τῆς ὑποστάσεως νοῶ. Καὶ γὰρ καὶ ἐφ᾽ ἡμῶν κέχρηται, ὡς προαποδέδεικται, ἡ Γραφὴ τῇ συνηθείᾳ ταύτῃ, λέγουσα· «Ἀπὸ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν Πνεῦμα σωτηρίας.» Ἐν γαστρὶ λέγων, οὐχὶ τὴν σωματικὴν, ἀλλ᾽ ἐν αὐτῇ τῇ ὑποστάσει.

Ἀνόμ. Παρ᾽ ὀλίγον με πείθεις ὁμοουσιαστὴν γενέσθαι. Ὀρθ. Δώσοι σοὶ ὁ Θεὸς Χριστιανὸν γενέσθαι· ὅταν γὰρ ὁμολογήσῃς ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ, τότε Χριστιανὸς ἐγένου. Ἀνόμ. Ὁμοούσιον τί ἐστι; θέλω γὰρ καὶ τοῦτο μαθεῖν. Μὴ ὁ αὐτός ἐστιν ὁ Υἱὸς καὶ Πατήρ; Ὀρθ.

Μὴ γένοιτο εἰπεῖν! Ἀνόμ. Τί οὖν ἐστιν; ἀληθῶς γὰρ θέλω μαθεῖν. Ὀρθ. Ὁμοούσιόν ἐστιν, ὃ τὸν αὐτὸν ἐπιδέχεται λόγον τῆς οὐσίας· οἷον ἄνθρωπος ἀνθρώπου οὐδὲν διαφέρει, καθὸ ἄνθρωπός ἐστιν· ἄγγελος ἀγγέλου οὐδὲν διαφέρει, ᾗ ἄγγελός ἐστιν· οὕτω καὶ Θεὸς Θεοῦ οὐδὲν διαφέρει, ᾗ Θεός ἐστιν. Ἀνόμ. Οὐδὲν οὖν διαφέρει ὁ Πατὴρ τοῦ Υἱοῦ; Ὀρθ. Ἐν τῷ Θεὸν καὶ Πατέρα εἶναι, οὔ· ἐν τῷ Πατέρα καὶ Υἱὸν εἶναι, ναί· ὅτι ὁ μὲν ἐγέννησεν, ὁ δὲ γεννᾶται· καὶ τοῦτό ἐστι τὸ ὁμοούσιον. Ἀνόμ. Ἐν οὐδενὶ οὖν ἄλλῳ διαφέρει ὁ Πατὴρ τοῦ Υἱοῦ; Καίτοι γέγραπται· «Τί με λέγεις ἀγαθὸν εἶναι; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ὀρθ. Οὐκ ἔστιν οὖν ἀγαθὸς ὁ Υἱός; Ἀνόμ.

Αὐτὸς εἶπε· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ὀρθ. Ὁρᾷς, ὅτι καλῶς εἶπον, ὅταν ὁμολογήσῃς ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ, τότε Χριστιανὸς γίνῃ; Ἀνόμ. Ἐγὼ πιστεύω, ὅτι Χριστιανός εἰμι.

Ὀρθ. Χριστιανὸς εἰ ἦς, οὐκ ἔλεγες, ὅτι ἀγαθὸς οὐκ ἔστιν ὁ Υἱός. Ἀνόμ. Οὐκ εἶπον, ὅτι ἀγαθὸς οὐκ ἔστιν, ἀλλ᾽ ὅτι αὐτὸς εἶπεν· «Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ὀρθ. Καὶ διαφέρειν λέγεις τὸν Πατέρα ἐν τῇ ἀγαθότητι, τοῦ Υἱοῦ; Ἀνόμ. Αὐτὸς εἶπε· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ὀρθ. Οὐκ εἶπε· Μή με λέγε ἀγαθὸν, ἀλλὰ, «Τί με λέγεις ἀγαθόν;» Ἀνόμ. Καὶ τίς ἡ διαφορὰ τοῦ, Μή με λέγε ἀγαθὸν, καὶ τοῦ, Τί με λέγεις ἀγαθόν; Ὀρθ.

Πολλή. Ἀνόμ. Ποία; Ὀρθ. Τὸ, Μή με λέγε ἀγαθὸν, ἄρνησίς ἐστιν ἀγαθότητος· τὸ δὲ, «Τί με λέγεις ἀγαθόν;» ἀντὶ τοῦ, Ἵνα τί με λέγεις ἀγαθὸν, μὴ ὁμολογῶν με Θεόν; ὡς τὸ, «Τί δέ με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε, ἃ λέγω;» Ἐπειδὴ ὡς ἀνθρώπῳ ψιλῷ αὐτῷ προσῆλθεν, ἁπλῶς διδάσκαλον ὀνομάζων, διὰ τοῦτο λέγει· «Τί με λέγεις ἀγαθὸν,» μὴ πιστεύων, ὅτι Θεός εἰμι; «Οὐδεὶς γὰρ ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ἀνόμ. Καὶ ἡμεῖς λέγομεν, ὅτι ἀγαθός ἐστιν, ἀλλ᾽ οὐχ οὕτως ἀγαθὸς, ὡς ὁ Πατήρ. Ὀρθ. Καίτοι οὐκ εἴρηται, Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Πατήρ· ἀλλ᾽ «Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός.» Πῶς δὲ καὶ διαφέρειν λέγεις τὴν ἀγαθότητα τοῦ Πατρὸς τῆς ἀγαθότητος τοῦ Υἱοῦ;

Ἆρα μὴ μεμίχθαι πονηρίαν τῇ ἀγαθότητι τοῦ Υἱοῦ νομίζεις, καὶ διὰ τοῦτο διαφέρειν τὴν τοῦ Πατρὸς ἀγαθότητα; Ἀνόμ. Μὴ γένοιτο! οὐ λέγω μεμίχθαι πονηρίαν τῇ τοῦ Υἱοῦ ἀγαθότητι, ἀλλὰ τὴν τοῦ Πατρὸς ἀγαθότητα διαφέρειν τῆς τοῦ Υἱοῦ. Ὀρθ. Ἀλλὰ ἀγαθότης ἀγαθότητος οὐδὲν διαφέρει, ᾗ ἀγαθότης ἐστίν.

Ἀνόμ. Οὐ διαφέρει ἡ τοῦ Θεοῦ ἀγαθότης τῆς ἐν ἡμῖν ἀγαθότητος; Ὀρθ. Ἔστι γὰρ ἐν ἡμῖν ἀγαθότης ἄλλη τις παρ᾽ αὐτὸν τὸν Θεόν. Ἀνόμ. Οἱ Ἰουδαῖοι οὖν καὶ Ἕλληνες τὸν Θεὸν ἐν ἑαυτοῖς ἔχουσιν; Ὀρθ. Ἀλλ᾽ οὐδὲ ὁ ἁπλῶς λεγόμενος Χριστιανὸς ἐν ἑαυτῷ ἔχει τὸν Θεὸν, ἀλλ᾽ ἐκεῖνος ἔχει ὁ ὑποπιάσας τὸ σῶμα καὶ δουλαγωγήσας, ὥστε δύνασθαι λέγειν· «Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.» Ὁ γὰρ τοιοῦτος ἀκούει παρὰ τοῦ Χριστοῦ· «Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ ἀγαθά.» Ἀνόμ. Εἰ ἔστιν ἀγαθὸς ἄνθρωπος ὁ προφέρων ἐκ τῆς καρδίας τὰ ἀγαθὰ, πῶς οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός; Ὀρθ. Ὅτι ὁ Θεὸς οὐ κατὰ μετοχὴν ἀγαθότητός ἐστιν ἀγαθὸς, ἀλλ᾽ αὐτός ἐστιν ἀγαθότης· ὁ δὲ ἄνθρωπος μετοχῇ ἀγαθότητός ἐστιν ἀγαθός. Ἀνόμ. Καὶ οἱ ἄγγελοι οὐκ εἰσὶν ἀγαθοὶ τῇ φύσει; Ὀρθ. Τῇ φύσει, οὔ· μετοχῇ, ναί. Τὸ γὰρ ὂν τῇ φύσει ἀγαθὸν, ὅ ἐστι τῇ φύσει, οὐ τρέπεται.

Ἀνόμ. Οἷον τί; Ὀρθ. Ἄνθρωπος τῇ φύσει οὐ τρέπεται· οὐ γὰρ γίνεται ἄλλο τι τῇ φύσει· τῇ δὲ προαιρέσει τρέπεται· τὸν γὰρ αὐτὸν ὄψει ποτὲ πονηρὸν, ποτὲ ἀγαθόν· ὡς Παῦλον, ποτὲ μὲν διώκτην, ποτὲ δὲ εὐαγγελιστήν· καὶ τὸν αὐτὸν ποτὲ μαθητὴν, ποτὲ προδότην, ὡς τὸν Ἰούδαν· καὶ ἀγγέλους, ποτὲ μὲν πονηροὺς, ποτὲ δὲ ἀγαθούς. Ἀνόμ. Καὶ γὰρ οἱ ἄγγελοι ποτὲ πονηροὶ, καὶ ποτὲ ἀγαθοί; Ὀρθ. Ἡ Γραφὴ εἶπεν· «Εἰ γὰρ ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο.» Εἰ δὲ ἥμαρτον, δῆλον, ὅτι ἐξέπεσον τῆς ἀγαθότητος. Καὶ καθόλου πᾶσα ἡ ἀξία τοῦ Θεοῦ κτίσις μετοχῇ ἀγαθότητος λέγεται καὶ ἔστιν ἀγαθή· ὁ δὲ Θεὸς, φύσει ὢν ἀγαθὸς, αὐτός ἐστιν ἀγαθότης· διὸ καὶ οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἶς ὁ Θεός. Ἀνόμ. Καὶ ὁ Υἱὸς οὖν οὕτως ἐστὶν ἀγαθὸς, ὡς ὁ Πατήρ; Ὀρθ.

Καὶ πάνυ. Ἀνόμ. Καὶ πῶς δύναται λέγεσθαι «Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς,» Υἱὸς καὶ Πατὴρ εἰ Θεός; Ὀρθ. Εἷς Θεὸς Υἱὸς καὶ Πατὴρ, οὐ τῇ ὑποστάσει, ἀλλὰ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας· ὡς πάντες ἄνθρωποι ἐν Χριστῷ εἷς, οὐ τῇ ὑποστάσει, ἀλλὰ τῷ λόγῳ τῆς οὐσίας καὶ ταῖς συμφωνίαις. Ἀνόμ. Ἄλλο γάρ ἐστιν οὐσία, καὶ ἄλλο ὑπόστασις; Ὀρθ. Ἄλλο καὶ ἄλλο, οὐχ ὡς πρᾶγμα. Ἀνόμ. Οὐκοῦν σύνθεσις, Ὀρθ. Ἄλλο καὶ ἄλλο, εἶπον· οὐχ ὡς πρᾶγμα ἄλλο καὶ ἄλλο, ἀλλ᾽ ὡς ἄλλο τι σημαινούσης τῆς ὑποστάσεως, καὶ ἄλλο τι τῆς οὐσίας· ὡς ὁ κόκκος τοῦ σίτου λέγεται, καὶ ἔστι σπέρμα καὶ καρπὸς οὐχ ὡς πρᾶγμα ἄλλο καὶ ἄλλο· ἄλλο δέ τι σημαίνει τὸ σπέρμα, καὶ ἄλλο τι καρπός· ὅτι τὸ μὲν σπέρμα τοῦ μέλλοντος γεωργίου ἐστὶ σπέρμα· ὁ δὲ καρπὸς τοῦ παρελθόντος γεωργίου ἐστὶ καρπός.

Ἀνόμ. Τί σημαίνει ἡ οὐσία, καὶ τί ἡ ὑπόστασις; Ὀρθ. Ἡ οὐσία τὴν κοινότητα σημαίνει· καὶ εἴ τί ἐστιν ἴδιον τῆς οὐσίας, τοῦτο κοινόν ἐστι τῶν ὑποστάσεων τῶν ὑπὸ τὴν οὐσίαν· ἡ δὲ ὑπόστασις ἰδιότητα ἔχει, ἥτις οὐκ ἔστι κοινὴ τῶν τῆς αὐτῆς οὐσίας ὑποστάσεων, μετὰ τοῦ καὶ ἀριθμὸν ἐπιδέχεσθαι. Ἀνόμ.

Ἡ γὰρ οὐσία οὐκ ἔχει ἰδιότητα; Ὀρθ. Οὔτε ἰδιότητα ἔχει, μὴ οὖσαν κοινὴν τῶν τῆς οὐσίας ὑποστάσεων· οὔτε ἀριθμὸν πληθυντικὸν ἐπιδέχεται, μία οὖσα. Τὸ δὲ ἀριθμὸν πληθυντικὸν ἐπιδεχόμενον πάντως ἰδιότητα ἔχει· καὶ τὸ ἔχον ἰδιότητα ἀριθμὸν ἐπιδέχεται.

Αὐτὴ γὰρ ἡ ἰδιότης τὸν ἀριθμὸν εἰσάγει. Ἀνόμ. Οὐ νοῶ, ὃ λέγεις· εἰπὲ σαφέστερον. Ὀρθ. Λέγεις εἶναι τοῦ Πατρὸς τὴν οὐσίαν ἀθάνατον, καὶ ἄφθαρτον, καὶ ἀόρατον, καὶ δημιουργὸν, καὶ Θεόν; Ἀνόμ. Ναί. Ὀρθ. Καὶ τὸν Υἱὸν λέγεις ὁμοίως ἀθάνατον, καὶ ἄφθαρτον, καὶ ἀόρατον, καὶ δημιουργὸν, καὶ Θεόν; Ἀνόμ. Ναί. Ὀρθ. Ὥσπερ οὖν λέγεις τοῦ Πατρὸς τὴν οὐσίαν ἀθάνατον, ἄφθαρτον, ἀόρατον, δημιουργὸν, οὕτω καὶ τοῦ Υἱοῦ λέγεις τὴν αὐτὴν οὐσίαν; Ἀνόμ. Ναί. Ὀρθ. Τὸν Υἱὸν οὐ λέγεις Πατέρα;

Ἀνόμ. Οὔ. Ὀρθ. Οὐκ ἄρα τῆς οὐσίας ἐστὶν ἴδιον τὸ Πατὴρ, ἀλλὰ τῆς ὑποστάσεως. Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι τὰ μὲν τῆς οὐσίας ἴδια, ὁμοίως εἰσὶ κοινὰ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· τὸ δὲ Πατὴρ οὐ κοινόν· οὐκ ἄρα τῆς οὐσίας ἴδιον τὸ Πατὴρ, ἀλλὰ τῆς ὑποστάσεως. Εἰ δὲ ἄλλο τῆς ὑποστάσεως τὸ ἴδιον, καὶ ἄλλα τῆς οὐσίας ἰδιώματα, οὐ ταυτόν ἐστι σημαινόμενον οὐσία καὶ ὑπόστασις. Ἀνόμ.

Οὐκ ἔστιν ἴδιον τοῦ Πατρὸς τὸ ἀγέννητον; Ὀρθ. Οὐκ ἔστιν. Ἀνόμ. Ἔστιν οὖν τῶν ὄντων ἄλλο τι ἀγέννητον; Ὀρθ. Ναί. Ἀνόμ. Τί; Ὀρθ. Γεννητόν ἐστι τὸ πατέρα ἔχον, καὶ ἀγέννητον τὸ μὴ πατέρα ἔχον; Ἀνόμ. Ναί. Ὀρθ. Τὸ Πνεῦμα τὸ ἅγιον Πατέρα ἔχει; Ἀνόμ.

Οὔ. Ὀρθ. Οὐκοῦν καὶ αὐτὸ ἀγέννητον· οὐκ ἄρα ἴδιον τοῦ Πατρὸς τὸ ἀγέννητον. Ἀνόμ. Ἀλλ᾽ ὁ Πατὴρ καὶ ἀγέννητός ἐστι καὶ ἀγένητος. Ὀρθ. Οὐδὲ τὸ ἀγένητον ἴδιόν ἐστι τοῦ Πατρὸς, ἀλλὰ κοινόν ἐστι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἀνόμ. Πῶς;

Ὀρθ. Ἀγένητόν ἐστι τὸ γενεσιουργὸν μὴ ἔχον· ἢ πῶς; Ἀνόμ. Ναί. Ὀρθ. Τὸ δὲ γενεσιουργὸν ἔχον γενητόν ἐστιν. Οὔτε δὲ Υἱὸς γενεσιουργὸν ἔχει, οὔτε Πνεῦμα (δέδεικται γὰρ ἐκ γαστρὸς ὁ Υἱὸς, καὶ ἐκ στόματος τὸ Πνεῦμα). Οὐκ ἄρα ἴδιον τοῦ Πατρὸς τὸ ἀγένητον.

Ἀνόμ. Τί οὖν ἄλλο ἴδιόν ἐστι τοῦ Πατρὸς εἰ μήτε τὸ ἀγέννητον ἴδιον αὐτοῦ ἐστι, μήτε τὸ ἀγένητον· Ὀρθ. Τοῦ Πατρὸς ἴδιον τὸ, Πατήρ· τοῦ Υἱοῦ ἴδιον τὸ, Υἱός· τοῦ Πνεύματος τοῦ ἁγίου, τὸ Πνεῦμα Θεοῦ ἅγιον εἶναι. Ἀνόμ. Ὁ γὰρ Πατὴρ οὐκ ἔστι πνεῦμα ἅγιον; Ὀρθ. Καὶ ὁ Πατὴρ πνεῦμα ἅγιόν ἐστιν, ἀλλ᾽ οὐ Πνεῦμα Θεοῦ. Τῆς οὖν ὑποστάσεως τοῦ Πατρὸς ἴδιον τὸ, Πατήρ· οὐδαμῶς γὰρ ὁ Πατὴρ Υἱός· καὶ τῆς ὑποστάσεως τοῦ Υἱοῦ ἴδιον τὸ, Υἱός· οὐδαμῶς γὰρ ὁ Υἱὸς Πατήρ· καὶ τῆς ὑποστάσεως τοῦ Πνεύματος τοῦ ἁγίου ἴδιον τὸ εἶναι Πνεῦμα Θεοῦ ἅγιον· οὐδαμῶς δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον, Πατὴρ ἢ Υἱός. Ἡ δὲ οὐσία Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, κοινή· ὁμοίως γὰρ ἀθάνατος, ὁμοίως ἄφθαρτος, ὁμοίως ἁγία, ὁμοίως ἀγαθή. Καὶ διὰ τοῦτο λέγομεν μίαν οὐσίαν, τρεῖς ὑποστάσεις.

Ἀνόμ. Ποῦ γέγραπται, ὅτι τὸ Πνεῦμα, Θεοῦ λέγεται; Ὀρθ. Παῦλος ὁ ἀπόστολος λέγει· «Οὐδεὶς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Ἀνόμ. Τὸ Πνεῦμα τοῦ Θεοῦ λέγει αὐτὸν τὸν Θεόν. Ὀρθ. Ἀνάγνωθι τὸν Ἀπόστολον, ἵνα ἀκούσῃς λέγοντος οὕτως· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὸ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἡμῖν δὲ καὶ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Ἀνόμ. Διὰ τί δὲ μὴ καὶ τρεῖς οὐσίας εἴπωμεν;

Ὀρθ. Ὅτι ἀνάγκη τῷ ἀριθμῷ τὴν ἰδιότητα δοθῆναι· ἡ δὲ ἰδιότης ἑτερότης· ἡ δὲ ἑτερότης τῆς οὐσίας ἑτεροούσιον ποιεῖ· τὸ δὲ ἑτεροούσιον οὐχ ὁμοίως ἐστὶν ἀθάνατον, οὐχ ὁμοίως ἄφθαρτον, οὐχ ὁμοίως ἅγιον, οὐχ ὁμοίως ἄτρεπτον. Ὁμοίως δὲ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ἀθάνατον, ἅγιον, ἄτρεπτον. Μία ἄρα οὐσία Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος.

Ὅταν δὲ λέγωμεν τρεῖς ὑποστάσεις Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, τὸ ἀληθὲς εἶναι λέγομεν τῶν ἰδιοτήτων τὴν διαφορὰν ἐν τῇ ὑποστάσει, οὐχὶ δὲ καὶ ἐν τῇ οὐσίᾳ. Ἀνόμ. Λέγεις δὲ ὅλως διαφορὰν ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; Ὀρθ. Τὴν διαφορὰν ταύτην λέγω, τὸ τὸν Πατέρα μὴ εἶναι Υἱὸν, μηδὲ τὸν Υἱὸν Πατέρα μηδὲ τὸ Πνεῦμα τὸ ἅγιον Πατέρα ἢ Υἱόν· ἵνα μὴ ὀνόματα ψιλὰ νομίσῃς ἀκούων Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ἀλλ᾽ ὑποστάσεις ἀληθῶς οὔσας καὶ ὑφεστώσας· ὅταν δὲ λέγωμεν μίαν οὐσίαν, ὅτι ὅπερ ἂν νοήσωμεν εἶναι τοῦ Πατρὸς τὴν οὐσίαν, τοῦτό ἐστιν ὁ Υἱὸς, τοῦτο καὶ τὸ τοῦ Πατρὸς αὐτοῦ Πνεῦμα· περὶ οὗ αὐτὸς ὁ Υἱὸς εἶπεν· «Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Καὶ διὰ τοῦτο εἴρηται· «Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός·» ἀγαθοῦ ὄντος τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, οὐ μετοχῇ ἀγαθότητος, ἀλλ᾽ οὐσίας ταυτότητι.

Ἀνόμ. Ἀγαθὸν γὰρ λέγεις καὶ τὸ Πνεῦμα; Ὀρθ. Ὁ προφήτης Δαβὶδ λέγει· «Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.» Ἀνόμ. Καὶ ἄνθρωποι λέγονται ἀγαθοί. Ὀρθ. Ναὶ, ἀλλὰ μετοχῇ ἀγαθότητος. Ἀνόμ. Καὶ τὸ Πνεῦμα λέγω. Ὀρθ. Δύναται οὖν καὶ ἀποβαλεῖν τὴν ἀγαθότητα, ὡς ὁ Ἰούδας, καὶ ὡς ὁ διάβολος;

Ἀνόμ. Ἐὰν θελήσῃ, ναί. Ὀρθ. Μή μοι εἴη κατέναντι Κυρίου ἀσεβῆσαι, ὥστε κἂν εἰς νοῦν τοῦτο λαβεῖν! Ἀνόμ. Οὕτως οὖν ἀγαθὸν λέγεις τὸ Πνεῦμα, ὡς τὸν Πατέρα καὶ τὸν Υἱόν; Ὀρθ. Καὶ πάνυ· καὶ γὰρ αὐτὸ οὐ μετοχῇ ἀγαθότητος ἀγαθόν ἐστιν, ἀλλ᾽ αὐτοαγαθὸν, ἤγουν ἀγαθότης, ἐστίν.

Ἀμέλει Ματθαῖος μὲν ὁ εὐαγγελιστὴς λέγει εἰρηκέναι τὸν Κύριον· «Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;» ὁ δὲ Λουκᾶς· «Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὁ οὐράνιος δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;» Ἀκούεις, εἰ ὦτα ἔχεις, ὅτι οἱ εὐαγγελισταὶ ταυτὸν γινώσκοντες εἶναι τὸ Πνεῦμα τῇ ἀγαθότητι, καὶ τὴν ἀγαθότητα τῷ Πνεύματι· ὁ μὲν «τὰ ἀγαθὰ» αὐτὸ τὸ Πνεῦμα εἶπεν, ὁ δὲ τὸ Πνεῦμα αὐτὰ «τὰ ἀγαθά.» Ἀνόμ. Οὐκοῦν καὶ Θεός ἐστι τὸ Πνεῦμα; Ὀρθ.