Κἄν τε δὲ, Συμπέπλεκται, θέλῃς λέγειν, κἄν τε, ὡς ἡ Γραφὴ εἶπεν, Ἔλαβεν, κἄν τε, Ἐγένετο, Θεός ἐστι Λόγος, μορφὴν δούλου λαβὼν, Χριστὸς ὀνομαζόμενος, καὶ ὢν, καὶ πιστευόμενος· καὶ χριόμενος μὲν ὡς ἄνθρωπος τῷ Πνεύματι τῷ ἁγίῳ· ὡς δὲ Θεὸς, παρέχων αὐτὸς τοῖς ἀξίοις. Οὕτω καὶ ὁ Θεὸς νομοθετεῖ, καὶ ὡς ἄνθρωπος ὑπὸ νόμον γίνεται, καὶ διὰ τοῦτο οὐ λέγει, Τάδε λέγει Κύριος, ἐπειδὴ οὐκ ἄνθρωπός ἐστι μετασχὼν θεότητος, ἀλλὰ Θεὸς μετασχὼν αἵματος καὶ σαρκὸς, τουτέστιν ἀνθρωπότητος. Ἡ Γραφὴ γὰρ τὸν ἄνθρωπον σάρκα καὶ αἷμα καλεῖ, ὡς ὅταν λέγῃ Παῦλος· «Οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι·» καὶ ὥσπερ ἕν ἐστι πρόσωπον ὁ ἄνθρωπος, ἐκ ζώου καὶ λογικοῦ συγκείμενος· οὕτω καὶ ἒν πρόσωπον Χριστὸς ἐκ Θεοῦ καὶ μορφῆς δουλικῆς ὑπάρχων, καὶ διὰ τοῦτο οὐ λέγει, «Τάδε λέγει Κύριος,» ἀλλ᾽, «Ἐγὼ λέγω ὑμῖν·» καὶ, «Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀλήθεια.» Ὡς οὖν ἐὰν λέγῃ τὸ ἐν ἡμῖν λογικόν· Ἐγώ εἰμι ὁ κατ᾽ εἰκόνα Θεοῦ γεγονὼς, ἄφθαρτος κατεσκευασμένος· καὶ πάλιν τὸ αὐτὸ λογικόν· Ἐγώ εἰμι γῆ καὶ σποδός· οὐ ποτὲ τὸ ζῶον λαλεῖ, καὶ ποτὲ τὸ λογικόν· ἀλλ᾽ αὐτὸ τὸ λογικὸν, ποτὲ τὰ ἑαυτοῦ ἴδια λέγει, καὶ ποτὲ τὰ τοῦ ζώου· οὕτως ἐξ ἑνώσεως ἓν πρόσωπον ὢν ὁ ἄνθρωπος καὶ Θεὸς Λόγος, ὅτε λέγει, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» τὴν θεωρίαν τῆς ἰδίας θεότητος λέγει.