Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Το μυστήριο της υποστατικής ενώσεως και η μεσιτεία του Χριστού

Εμβάθυνση στην αληθινή ένωση της θείας και της ανθρώπινης φύσης στο ένα πρόσωπο του Χριστού. Εξέταση της θαυματουργικής ενέργειας, της εξουσίας της κρίσεως και της οικείωσης των ανθρώπινων ιδιωμάτων από τον ενανθρωπήσαντα Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 9 από 9

Ἀπολλ. Ἀνθρώπου τὸ ἀναστῆναι ἐκ νεκρῶν, Θεοῦ δὲ τὸ ἀναστῆσαι· ἑκάτερα δὲ Χριστός· Θεὸς ἄρα καὶ ἄνθρωπος ὁ αὐτός. Ὀρθ. «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη,» ὅτι καὶ ἄκων τὴν ἀλήθειαν ὡμολόγησας. Ἔδει γὰρ τὸν ἀνιστάμενον εἶναι καὶ τὸν ἀνιστῶντα. Καὶ ὥσπερ οὐκ ἂν εἴη Θεὸς καὶ σὰρξ μὴ ἑνωθεὶς σαρκὶ, οὐδὲ Θεὸς καὶ ἄνθρωπος, μὴ ἑνωθεὶς ἀνθρώπω.

Ἀπολλ. Εἰ μόνον ἦν ἄνθρωπος ὁ Χριστὸς, ἢ εἰ μόνον Θεὸς, οὐκ ἂν ἦν μέσος Θεοῦ καὶ ἀνθρώπων. Ὀρθ. Εὐλογητὸς ὁ Θεὸς ἐν πᾶσι τούτοις, ὅτιπερ ὡμολόγησας μήτε μόνον ἄνθρωπον τὸν Χριστὸν εἶναι, μήτε μόνον Θεόν. Ὁ γὰρ Θεὸς Θεός ἐστι, καὶ οὐκ ἔστιν ἄνθρωπος κοινός· καὶ ἄνθρωπος ὁ κοινὸς ἄνθρωπός ἐστιν, καὶ οὐκ ἔστι Θεός. Θεὸς ἀνθρώπῳ ἑνωθεὶς Χριστός ἐστι, μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος.

Ἀπολλ. Εἰ μόνον ἄνθρωπος ὁ Χριστὸς, οὐκ ἂν ἔσωζε τὸν κόσμον· καὶ εἰ μόνον Θεὸς, οὐκ ἂν διὰ πάθους ἔσωζεν· ἑκάτερα δὲ Χριστός· καὶ Θεὸς ἄρα ἐστὶ καὶ ἄνθρωπος. Ὀρθ. Καὶ νῦν εὐγνωμόνως. Ἀνάγκη γὰρ τῷ πάθει ἀνθρωπότητα ὑποκεῖσθαι, καὶ τῆς ζωῆς θεότητα ἡγεῖσθαι. Οὔτε οὖν ἐζωοποίει, μὴ ὢν Θεὸς, οὔτε ἔπασχεν ἑκουσίως μὴ ὢν ἄνθρωπος· ἀμφότερα δὲ Χριστὸς, καὶ ἔπαθε καὶ ἐζωοποίει· Θεὸς ἄρα ἐστὶ καὶ ἄνθρωπος.

Ἀπολλ. Εἰ μόνον ἄνθρωπος ἦν ὁ Χριστὸς, οὐκ ἂν ἐζωοποίει τοὺς νεκρούς· καὶ εἰ μόνον Θεὸς, οὐκ ἂν ἰδίᾳ παρὰ τὸν Πατέρα ἐζωοποίει τινὰς τῶν νεκρῶν· ἑκάτερα δὲ Χριστός· Θεὸς ἄρα καὶ ἄνθρωπος ὁ αὐτός. Ὀρθ. Οὐ μόνον μὲν ἄνθρωπος ἦν ὁ Χριστός· οὐδὲ γὰρ ἂν ἦν Χριστὸς, εἰ μόνον ἦν ἄνθρωπος· ζωοποιῶν δὲ τοὺς νεκροὺς, οὐκ ἰδίᾳ παρὰ τὸν Πατέρα ζωοποιεῖ. Πῶς γὰρ ἔλεγεν, «Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτὸς,» εἴπερ ἰδίᾳ παρὰ τὸν Πατέρα ζωοποιεῖ; κἂν τοίνυν λέγῃ, «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς, οὓς θέλει ζωοποιεῖ,» οὐ κεχωρισμένως τοῦ Πατρὸς κατ᾽ ἐνέργειαν τοῦτο ποιεῖν λέγει, ἀλλὰ τὸ αὐτοτελὲς τῆς ἑαυτοῦ ὑποστάσεως διδάσκων ἡμᾶς. Οὐ γὰρ ἄλλους ἐγείρει ὁ Πατὴρ νεκροὺς καὶ ζωοποιεῖ, καὶ ἄλλους ὁ Υἱός.

Ἀπολλ. Ἄνθρωπος, ὑπὸ Θεοῦ ἐνεργούμενος, οὐ Θεός· σῶμα δὲ συναφθὲν Θεῷ, Θεός· Θεὸς δὲ ὁ Χριστός· οὐκ ἄρα ὑπὸ Θεοῦ ἐνεργούμενος ἄνθρωπος, ἀλλὰ σῶμα πρὸς Θεὸν συντεθέν. Ὀρθ. Οὐκ ἄνθρωπος μὲν ὑπὸ Θεοῦ ἐνεργούμενος ὁ Χριστὸς, ἀλλὰ Θεὸς ἀνθρώπῳ, ὡς αὐτὸς ὠνόμασας, συντεθεὶς, ἤγουν ἑνωθείς. Εἰ γὰρ δύναται σῶμα Θεῷ ἑνωθῆναι, ἤγουν συντεθῆναι δύναται, καὶ ὅλος ἄνθρωπος συντεθῆναι Θεῷ, καὶ εἶναι Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς, ὡς σὰρξ καὶ Θεὸς ὁ αὐτός. Τί δὲ καὶ λέγειν ἠθέλησας, σῶμα Θεῷ συναφθὲν Θεὸς, λέγων, ἀγνοῶ. Τὸ γὰρ σῶμα Θεὸν λέγεις, καὶ οὐκ ἔστι σῶμα· ἢ τὸν Θεὸν διὰ τοῦτο Θεὸν, διὰ τὸ συναφθὲν, ἤγουν συντεθέν. Καὶ πῶς φύσει Θεὸς, ὁ διά τι Θεός; Ἡμεῖς δὲ οὐ διὰ τὴν πρὸς τὸ σῶμα σύνθεσιν Θεὸν λέγομεν, οὔτε διὰ τὴν πρὸς ἄνθρωπον, ἀλλὰ Θεὸν διὰ τὴν φύσιν τὴν ἐκ Πατρός· Χριστὸν δὲ διὰ τὴν τοῦ δούλου μορφὴν, ἕνωσιν, ἤγουν σύνθεσιν, ὡς αὐτὸς ὠνόμασας.

Ἀπολλ. Εἰ Θεοῦ ναὸς ἐγεννήθη ἐκ τῆς Μαρίας, περιττὴ ἡ καινότης τῆς ἐκ Παρθένου γεννήσεως· ναοὶ γὰρ Θεοῦ καὶ ἄνευ ταύτης ἄνθρωποι. Ὀρθ. Μάχου τοῖς θείοις Εὐαγγελίοις, ἵνα ἀκούσῃς· «Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.» Καὶ ἄκουε τοῦ Κυρίου λέγοντος· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Εἰ δέ τινες ἄνθρωποι ναοὶ, ἀλλ᾽ οὐχ οὕτω, ὡς καὶ Χριστοί· οὐδεὶς δὲ αὐτῶν συντεθεὶς τῷ Θεῷ Λόγῳ Χριστός· οὐκ ἀναχωρῶ γὰρ τῆς σῆς ὀνομασίας, ἵνα σε ἐκ τοῦ σοῦ στόματος πείσω· ἐνταῦθα δὲ συντεθεὶς ναὸς Θεῷ Λόγῳ, ἐγεννήθη Χριστὸς θεοπρεπῶς ἐκ Παρθένου.

Ἀπολλ. Εἰ ἡ αὐτὴ φύσις Χριστοῦ, οἵα καὶ ἡ ἡμῶν, ὁ παλαιός ἐστιν ἄνθρωπος ψυχὴ ζῶσα, καὶ οὐ πνεῦμα ζωοποιοῦν· καὶ ὁ τοιοῦτος οὐδὲ ζωοποιήσει· ζωοποιεῖ δὲ Χριστὸς, καὶ Πνεῦμα ζωοποιοῦν ἐστιν· οὐκ ἄρα τῆς ἡμετέρας ἐστὶ φύσεως. Ὀρθ. Ἔτι τὸ Χριστὸς οὐ νενόηκας. Οὐ γὰρ ἔγνως, ὅτι δύο ἐστὶ φύσεων ἕνωσις, καὶ οὔτε μόνος ὁ Θεὸς Χριστὸς λέγεται, οὔτε μόνος ἄνθρωπος. Εἰ γὰρ τοῦτο ἔγνως, ἐγίνωσκες, ὅτι κατὰ μὲν τὴν ἀνθρωπότητα τὴν αὐτὴν ἡμῖν φύσιν ἔχει, κατὰ δὲ τὴν θεότητα τῷ Θεῷ καὶ Πατρί· καὶ τῆς ἑνώσεως γενομένης, Θεὸς ὁμολογεῖται καὶ δοξάζεται, καὶ διὰ τοῦτο ζωοποιεῖ, καὶ Πνεῦμα ζωοποιοῦν ἐστιν, τῷ τῆς θεότητος λόγῳ· οὔτε δὲ ἡμῖν κατὰ τὸ συναμφότερον.

Ἀπολλ. Διὰ τὴν ἑαυτοῦ φύσιν ζῇ Χριστὸς, ἢ διὰ χάριν Θεοῦ. Εἰ μὲν διὰ τὴν ἑαυτοῦ φύσιν, Θεός ἐστιν· εἰ δὲ διὰ χάριν Θεοῦ, οὔτε ὑπὲρ ἡμᾶς ἐστιν, οὔτε ζωοποιήσει ἡμᾶς. Ὀρθ. Χριστὸς ἓν πρόσωπόν ἐστιν συντεθὲν ἐκ Θεοῦ καὶ ἀνθρωπότητος, ὡς πᾶς ἄνθρωπος ὁ κοινὸς ἐκ ζώου καὶ λογικοῦ. Καὶ διὰ τὴν ἐκ Πατρὸς φύσιν ζωοποιήσει ἡμᾶς, ἐπειδὴ ζωή ἐστιν ἐνυπόστατος μορφωθεῖσα τῇ τοῦ δούλου μορφῇ.

Ἀπολλ. Εἰ μὲν ὡς προαιρέσει κάλλιον, τοῦτο δεδύνηται πῶς; Προαίρεσις γὰρ ἀνθρώπου δικαιοσύνην ἀληθινὴν οὐ κατορθοῖ. Εἰ δὲ ὡς φύσει δίκαιος, Θεός ἐστιν· εἰ δὲ ὡς ἐνεργείᾳ δικαιούμενος τῇ ἐκ Θεοῦ, αὐτὸς δὲ ἀνενέργητος, καλλίους οἱ ἐνεργοῦντες.

Ὀρθ. Καὶ πῶς οὐ κατώρθωσαν δικαιοσύνην ἀληθινὴν οἱ ἀκούσαντες· «Καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ;» καὶ, «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου;» Καὶ εἰ κατώρθωσαν δὲ δικαιοσύνην ἀληθινὴν, ἀλλ᾽ οὐκ εἰσὶν αὐτοδικαιοσύνη. Ὁ δὲ Θεὸς Λόγος, αὐτοδικαιοσύνη ὢν, μορφὴν δούλου λαβὼν, «ἐγένετο ἡμῖν δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις.» Ὁ ὢν δικαιοσύνη, ἐγένετο δικαιοσύνη κατὰ τὸν τῆς ἀνθρωπότητος λόγον, ἵνα ἡμᾶς τοὺς μὴ ὄντας δικαιοσύνην, δικαιώσῃ τῇ ἑαυτοῦ χάριτι. Καὶ ἔστιν ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος· ὡς μὲν Θεὸς, δικαιοσύνη ὤν· ὡς δὲ ἄνθρωπος, γινόμενος δικαιοσύνη, ἵνα πληρωθῇ τὸ εἰρημένον· «Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.» Ἀπολλ. Εἰ συμπέπλεκται. Θεῷ ἄνθρωπος, ἐν Χριστῷ αὐτὸς καὶ ἀφ᾽ ἑαυτοῦ ἐνομοθέτει, ἢ οὔ; Ἀλλ᾽ εἰ μὲν ἀφ᾽ ἑαυτοῦ, Θεός· εἰ δὲ οὐκ ἀφ᾽ ἑαυτοῦ, πῶς οὐκ ἔλεγε, «Τάδε λέγει Κύριος,» ἀλλ᾽, «Ἐγὼ λέγω ὑμῖν;» πῶς δὲ οὐκ ἦν κεχωρισμένος τοῦ λέγοντος ὁ μὴ λέγων; Ὀρθ. Εἰ μὲν ἄλλο πρόσωπόν ἐστιν ὁ Χριστὸς, οὐ συμπέπλεκται Θεῷ, ἠρώτηκας ἀνακολούθως· εἰ δὲ αὐτὸς ὁ Χριστός ἐστι Θεὸς καὶ ἄνθρωπος, τίς ἡ περισσεία τοῦ μόχθου τῆς ἐρωτήσεως; Πόθεν δὲ τὸ συμπέπλεκται λαβὼν, ἠρώτησας, μηδαμοῦ τῆς Γραφῆς οὕτω λεγούσης;

Κἄν τε δὲ, Συμπέπλεκται, θέλῃς λέγειν, κἄν τε, ὡς ἡ Γραφὴ εἶπεν, Ἔλαβεν, κἄν τε, Ἐγένετο, Θεός ἐστι Λόγος, μορφὴν δούλου λαβὼν, Χριστὸς ὀνομαζόμενος, καὶ ὢν, καὶ πιστευόμενος· καὶ χριόμενος μὲν ὡς ἄνθρωπος τῷ Πνεύματι τῷ ἁγίῳ· ὡς δὲ Θεὸς, παρέχων αὐτὸς τοῖς ἀξίοις. Οὕτω καὶ ὁ Θεὸς νομοθετεῖ, καὶ ὡς ἄνθρωπος ὑπὸ νόμον γίνεται, καὶ διὰ τοῦτο οὐ λέγει, Τάδε λέγει Κύριος, ἐπειδὴ οὐκ ἄνθρωπός ἐστι μετασχὼν θεότητος, ἀλλὰ Θεὸς μετασχὼν αἵματος καὶ σαρκὸς, τουτέστιν ἀνθρωπότητος. Ἡ Γραφὴ γὰρ τὸν ἄνθρωπον σάρκα καὶ αἷμα καλεῖ, ὡς ὅταν λέγῃ Παῦλος· «Οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι·» καὶ ὥσπερ ἕν ἐστι πρόσωπον ὁ ἄνθρωπος, ἐκ ζώου καὶ λογικοῦ συγκείμενος· οὕτω καὶ ἒν πρόσωπον Χριστὸς ἐκ Θεοῦ καὶ μορφῆς δουλικῆς ὑπάρχων, καὶ διὰ τοῦτο οὐ λέγει, «Τάδε λέγει Κύριος,» ἀλλ᾽, «Ἐγὼ λέγω ὑμῖν·» καὶ, «Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀλήθεια.» Ὡς οὖν ἐὰν λέγῃ τὸ ἐν ἡμῖν λογικόν· Ἐγώ εἰμι ὁ κατ᾽ εἰκόνα Θεοῦ γεγονὼς, ἄφθαρτος κατεσκευασμένος· καὶ πάλιν τὸ αὐτὸ λογικόν· Ἐγώ εἰμι γῆ καὶ σποδός· οὐ ποτὲ τὸ ζῶον λαλεῖ, καὶ ποτὲ τὸ λογικόν· ἀλλ᾽ αὐτὸ τὸ λογικὸν, ποτὲ τὰ ἑαυτοῦ ἴδια λέγει, καὶ ποτὲ τὰ τοῦ ζώου· οὕτως ἐξ ἑνώσεως ἓν πρόσωπον ὢν ὁ ἄνθρωπος καὶ Θεὸς Λόγος, ὅτε λέγει, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» τὴν θεωρίαν τῆς ἰδίας θεότητος λέγει.

Οὐ γὰρ ὁ ἑωρακὼς τὴν σάρκα, ἑώρακε τὸν Πατέρα· εἰ δὲ μὴ, καὶ Πόντιος, καὶ Ἡρώδης, καὶ οἱ ῥαπίσαντες, καὶ οἱ προσηλώσαντες δήμιοι, εὑρεθήσονται ἑωρακότες τὸν Πατέρα. Καὶ ὅταν λέγῃ, «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας,» οὐ τῆς θεότητος λέγει νῶτον· οὐδ᾽ ὅταν λέγῃ· Πῶς γὰρ τῆς θεότητος ἥψατό τις; ἀλλὰ τοῦ σώματος ὁ ἁψάμενος μετὰ πίστεως, τοῦ συναμφοτέρου ἥψατο, τῇ μὲν χειρὶ τοῦ σώματος, τῇ δὲ πίστει τῆς θεότητος, ἐπειδὴ τὸ συναμφότερον ἕν ἐστι πρόσωπον ὁ Χριστὸς, «ὁ πάντα πᾶσι γινόμενος, ἵνα τοὺς πάντας ἐλεήσῃ.» Ὥστε οὐ ποτὲ μὲν ὁ Θεὸς λαλεῖ, ποτὲ δὲ ἄνθρωπος· ἐπειδήπερ, ὡς προείρηται, οὐδὲ ποτὲ μὲν τὸ ζῶον λαλεῖ κεχωρισμένον τοῦ λογικοῦ, ποτὲ δὲ τὸ λογικὸν κεχωρισμένον τοῦ ζώου· ἀλλὰ τὸ λογικὸν ἐν τῷ ζώῳ, καὶ διὰ τοῦ ζώου λαλεῖ· ἐκ παραλλήλου τὸ αὐτὸ λέγω, ἵνα πανταχόθεν γνῷς τὴν ἕνωσιν.

Ἀπολλ. Ἔτι δὲ ἢ αὐτὸς ἐτέλει τὰ τεράστια, ἢ οὔ. Ἀλλ᾽ εἰ μὲν ἐτέλει, οὐκ ἦν ἄνθρωπος· εἰ δὲ μὴ, πῶς λέγει τελεῖν; ἢ πῶς ὁ αὐτὸς τῷ τελοῦντι; Ὀρθ. Ὥσπερ τὸ λογικὸν ἐν τῷ ζώῳ τελεῖ τὰ ἑαυτοῦ, οὐ κεχωρισμένον ὂν τοῦ ζώου· οὕτω Θεὸς Λόγος, ἑνωθεὶς ἀνθρώπῳ, τελεῖ τὰ τεράστια, οὐ κεχωρισμένος τῆς ἀνθρωπότητος, δι᾽ αὐτῆς, καὶ ἐν αὐτῇ, καὶ μετ᾽ αὐτῆς, εὐδοκήσας τὴν ἑαυτοῦ θείαν δύναμιν ἐνεργεῖν.

Καὶ ὥσπερ εἰ δοίη τις τῷ λόγῳ ἥλιον, τὸν μέγαν τοῦτον ἀστέρα, διὰ λύχνου, καὶ ἐν λύχνῳ ἐκπέμπειν τὸ ἑαυτοῦ φῶς· ἐκ παραλλήλου γὰρ πάλιν τὸ αὐτὸ ἄκουε· οὐ δύο φῶτά εἰσιν. Οὐ γὰρ φαίνει λύχνος κατέναντι ἡλίου· οὐ γὰρ κωλύεται εἶναι λύχνος· ἀλλὰ μένει μὲν τὴν ἰδίαν ἐνέργειαν καὶ κίνησιν ἔχων· οὐ φαίνει δὲ τοῦ ἡλίου ἐν αὐτῷ καὶ δι᾽ αὐτοῦ φαίνοντος, καὶ κατακρατοῦντος τοῦ λύχνου, καὶ ἰδιοποιησαμένου αὐτὸν, ὡς καὶ λύχνον χρηματίσαι τὸν ἥλιον· οὕτω Θεὸς Λόγος, ἐν λογικῷ καὶ διὰ λογικοῦ ζώου τὴν ἰδίαν δύναμιν ἐνεργῶν, καὶ ὑπὲρ τὴν φύσιν τὴν ἰδίαν ἀποτελεῖ τὸ ζῶον εὐδοκίᾳ τῇ ἑαυτοῦ, καὶ τὸ ζῶον εἶναι λογικὸν οὐκ ἐκώλυσε· καὶ ὁ αὐτὸς ἄνθρωπος χρηματίζειν οὐ κατηξίωσε, καὶ τελῶν τὰ τεράστια οὐ κεχώρισται τοῦ ἑνωθέντος, ἤγουν προσληφθέντος, ἀλλ᾽ ὡς οὖν τὸ ἐκείνου γεγονὸς ἐνεργεῖ τὰ πάντα· καὶ διὰ τοῦτο, «Ὁ Λόγος σὰρξ ἐγένετο,» εἴρηται, καὶ οὐκ ἐν σαρκὶ, ἵνα γνῶμεν τὴν ἐξ εὐδοκίας ἕνωσιν, καὶ τοῦτο διδαχθέντες Χριστὸν ἕνα καὶ τὸν αὐτὸν γνωρίζωμεν Θεὸν καὶ ἄνθρωπον.

Ἀπολλ. Προσκυνεῖται ὑπὸ ἀγγέλων ὁ ἄνθρωπος, ἢ οὔ. Ἀλλ᾽ εἰ μὲν οὐ προσκυνεῖται, πῶς ἥνωται, καὶ ἀποστέλλει ὁ Υἱὸς τοὺς ἀγγέλους αὐτοῦ; εἰ δὲ προσκυνεῖται διὰ τὸ ἐν αὐτῷ θείαν ἐνοικῆσαι δύναμιν, πῶς ὑπὸ τῶν ἀεὶ θείαν ἐχόντων δύναμιν ἐνοικοῦσαν;

Καὶ ἡμεῖς δὲ προσκυνήσομεν τὸν ἄνθρωπον, ἢ οὔ. Ἀλλ᾽ εἰ μὲν οὐ προσκυνήσομεν, πῶς ἡνῶσθαι νομιοῦμεν αὐτὸν, καὶ πῶς εἰς τὸν θάνατον αὐτοῦ βαπτιζόμεθα; εἰ δὲ προσκυνήσομεν, ὥσπερ τὸν Θεὸν, οὕτω καὶ τὸν ἄνθρωπον, ἀσεβήσομεν κτίσμα κτίστῃ ἐν ἴσῳ τιθέντες. Καὶ εἰ κριτὴν προσδοκῶμεν τὸν ἄνθρωπον μετὰ τοῦ Θεοῦ φωτίζοντα τὰ κρυπτὰ τοῦ σκότους, τὴν τοῦ Θεοῦ κρίσιν ἀναθήσομεν ἀνθρώπῳ· εἰ δὲ μὴ, πῶς «ἔδωκεν αὐτῷ ὁ Πατὴρ ἐξουσίαν κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστί;» καὶ πῶς ἥνωται τῷ κρίνοντι; Ὀρθ. Διὰ γὰρ τοῦτο ἔλαβε παρὰ τοῦ Θεοῦ ἐξουσίαν κρίσιν ποιεῖν, Κύριος ὢν τῆς δόξης καὶ πάσης ἐξουσίας, ἐπειδὴ, Θεὸς Λόγος ὢν, ἐγένετο ἄνθρωπος, ὅλην ἀνθρωπότητα λαβών. Ἡ γὰρ μορφὴ τοῦ δούλου ὅλη ἐστὶν ἀνθρωπότης, ὡς ἡ μορφὴ τοῦ Θεοῦ ὅλη θεότης. Καὶ ἡμεῖς καὶ ἄγγελοι προσκυνοῦμεν αὐτῷ τῷ Θεῷ Λόγῳ, μορφὴν δούλου λαβόντι· καὶ οὐκ ἐν μέρει τὸν Θεὸν προσκυνοῦμεν, καὶ ἐν μέρει τὸν ἄνθρωπον· οὐδὲ κτίσμα καὶ κτίστην ἐν ἴσῳ τιθέμεθα· ἀλλ᾽ ὥσπερ σὺ, εἴ γε ὁμολογεῖς κἂν γοῦν σάρκα ὁμοούσιον ἡμῖν αὐτὸν λαβόντα ἐκ τῆς Παρθένου, προσκυνεῖς αὐτὸν σαρκωθέντα μετὰ τῆς σαρκὸς, οὐκ ἐν ἴσῳ τιθεὶς τὴν σάρκα καὶ τὴν θεότητα, οὐδὲ χωρίζων τὴν σάρκα, καὶ ἐν μέρει προσκυνῶν αὐτὴν, ἀλλὰ τὴν θεότητα μετὰ τῆς σαρκὸς προσκυνεῖς· οὕτω καὶ ἡμεῖς τὴν θεότητα ἐνανθρωπήσασαν προσκυνοῦμεν, οὐ χωρίζοντες αὐτὴν τῆς ἀνθρωπότητος.

Καὶ φωτίζει τὰ κρυπτὰ τοῦ σκότους Χριστὸς, εἷς ὢν ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος, ὡς πῦρ ἐν ὕλῃ φωτίζων τοὺς προσιόντας αὐτοῦ τῷ φωτὶ, οὐ χωριζόμενον τῆς ἑνωθείσης ὕλης, οὐδὲ ἀναλισκομένης τῆς ὕλης, καθάπερ οὐδὲ ἡ παρὰ Μωσῇ βάτος.

Ἀπολλ. Ἄνθρωπος Θεῷ παραζευχθεὶς, ἕτερος παρὰ τὸν Θεόν ἐστι ταῖς ζωτικαῖς κινήσεσι, λογιστικαῖς τε καὶ παθητικαῖς· καὶ πάσχων, ὡς ἕτερος πάσχει, καὶ προσκυνούμενος, ὡς ἕτερος προσκυνεῖται. Σὰρξ δὲ Θεοῦ ζωῆς ὄργανον ἁρμοζόμενον τοῖς πάθεσι πρὸς τὰς θείας βουλὰς, καὶ οὔτε λόγοι σαρκὸς ἴδιοι, οὔτε πράξεις, καὶ τοῖς πάθεσιν ὑποβαλλομένη· κατὰ τὸ σαρκὶ προσῆκον, ἰσχύει κατὰ τῶν παθῶν, διὰ τὸ Θεοῦ εἶναι σὰρξ, ὥστε καὶ κατάρξαι τῆς ἀπαθείας τοῖς οὐχ ὁμοίως μὲν, ὁμοζώοις δὲ σώμασι· καὶ προσκυνεῖται ὡς Θεοῦ σὰρξ, Θεοῦ ὄντος οὕτω τοῦ προσκυνουμένου· καὶ συνάφειαν ἡμῖν δίδωσιν, οὗ ἐστι σῶμα· καὶ προσκυνεῖται, οὐχ ὡς κτίσμα, ὅτι μηδὲν κτίσμα μέρος Θεοῦ. Οἱ ἄρα σάρκα λαβεῖν τὸν Θεὸν πιστεύσαντες, καὶ τῶν εὐεργεσιῶν τυγχάνουσι, καὶ οὐκ εἰς ἕτερον μεταπίπτουσιν· ὧν τὰ ἐναντία ἔχουσιν οἱ ἄνθρωπον παρεζεῦχθαι λέγοντες Θεῷ. Ὀρθ. Ἀνεχώρησας τῆς θεοπνεύστου Γραφῆς, καὶ διὰ τοῦτο τῆς χάριτος ἐξέπεσες, τῆς Γραφῆς λεγούσης τὸ, «Ἔλαβε,» καὶ, «Ἐγένετο·» τὸ παρεζεῦχθαι σαυτῷ ὤρυξας καθάπερ λάκκον συντετριμμένον, μὴ δυνάμενον ὕδωρ συνέχειν.

Πῶς δὲ οὐ θέλεις ταῖς ζωτικαῖς καὶ λογιστικαῖς καὶ παθητικαῖς κινήσεσι χωρίζεσθαι τὸν Λόγον τῆς ἀνθρωπότητος; Ἆρα γὰρ καὶ αὐξάνων, θεϊκῇ κινήσει ἀπὸ ἡλικίας εἰς ἡλικίαν θεϊκῶς ηὔξανεν; Καὶ σοφίᾳ προκόπτων, θεϊκῶς προσέκοπτεν; Καὶ λυπούμενος καὶ ἀγωνιῶν, καὶ ταραττόμενος, θεϊκῶς ἐλυπεῖτο καὶ ἠγωνία, καὶ ἐταράττετο, καὶ ἐκοπία καὶ ἔπασχεν; Μὴ γένοιτο! Ἀλλ᾽ ὥσπερ τὸ σῶμα τὸ ἐκ Μαρίας, ἑαυτοῦ σῶμα ἔλεγεν ὁ Θεὸς Λόγος, οὐ τῆς αὐτῆς οὐσίας ὂν τῇ θεότητι· οὕτω καὶ τὰ πάθη καὶ τὴν αὔξησιν τὴν ζωτικὴν καὶ λογιστικὴν ἑαυτοῦ λέγει, ἰδιοποιούμενος πάντα τῆς ἀνθρωπότητος τῇ εὐδοκίᾳ τῆς χάριτος· ὡσαύτως καὶ τὴν σάρκα ζωῆς ὄργανον ἁρμοζόμενον πρὸς τὰς θείας βουλάς. Ἵνα γὰρ πτύσῃ, σώματι κέχρηται ὀργάνῳ· ἵνα ταφῇ, ὁμοίως τῷ σώματι· ἵνα δὲ πάθῃ ἑκουσίως, καὶ ἵνα τὸν ᾅδην σκυλεύσῃ, τῇ ψυχῇ, ἣν ἔλεγε τιθέναι ὑπὲρ τῶν προβάτων.

Καὶ οὔτε ἀνθρώπου λόγοι ἴδιοι, οὔτε αἱ πράξεις· σὰρξ δὲ τοῖς πάθεσιν, ὑποβαλλομένη κατὰ τὸ ἀνθρώπῳ προσῆκον, ἰσχύει κατὰ τῶν παθῶν διὰ τὴν πρὸς τὸν Θεὸν ἕνωσιν. «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,» ὥστε κατάρξαι τῆς ἀπαθείας τοῖς ὁμοίοις. «Ὡμοίωται» γὰρ «κατὰ πάντα τοῖς ἀδελφοῖς ὁ Θεὸς Λόγος, »ἑνωθεὶς ἀνθρωπότητι, καὶ προσκυνεῖται Θεὸς ἐνανθρωπήσας· καὶ συνάφειαν ἡμῖν πρὸς αὐτὸν δίδωσι, μετασχὼν αἵματος καὶ σαρκὸς, καὶ προσκυνεῖται ὁ αὐτὸς, ἑνώσει τῇ πρὸς ἡμᾶς ὡς ἄνθρωπος, φύσει δὲ καὶ οὐσίᾳ ὢν Θεός. Τί δὲ καὶ λέγειν ἐτόλμησας μέρος Θεοῦ τὴν σάρκα τὴν ἐκ σπέρματος Δαβὶδ, τὴν ἐκ Μαρίας τῆς Παρθένου, τὴν οὐ φαντασίᾳ σάρκα, ἀλλ᾽ ἀληθείᾳ, καὶ μετὰ τὴν ἀνάστασιν φανεῖσαν; Νομιζόντων γὰρ τῶν μαθητῶν φάντασμα εἶναι, ὅτι τῶν θυρῶν κεκλεισμένων εἰσῆλθεν, ὑπομνήσθητι αὐτοῦ τῶν λόγων, ἵνα ἀκούσῃς τό· «Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ ὁρᾶτε ἔχοντα.» Τοῦ δὲ ἀμεροῦς Θεοῦ πῶς οἷόν τέ ἐστι μέρος νοῆσαι, καὶ ταῦτα σάρκα, τῆς σῆς ἐστι σοφίας ἐξηγήσασθαι.

Ἀπολλ. Εἰ σὰρξ, ὡς ἐπιστρατευομένη τῷ νῷ, κεχώρισται τοῦ νοῦ, κατὰ τὸν Ἀπόστολον, ὁ τὴν σάρκα λαβὼν Θεὸς ἀπὸ ταύτης ἔχει τὰς ἐπιστρατευομένας ἐπὶ νοῦν κινήσεις, αὐτῷ δὲ μὴ ὑποταττομένας ὡς ἀνταγωνιστῇ τῷ νῶ. Εἰ δὲ τοῦτο, οὐκ αὐτὸς ὁ πάσχων, καθὸ Θεός. Ὀρθ. Τίνι γὰρ τῶν ἁγίων οὐχ ὑπετάγησαν αἱ ἐπιστρατευόμεναι τῷ νῷ κινήσεις; ἢ πῶς ἅγιοι, εἰ μὴ ὑπέταξαν αὐτάς; Εἰ δὲ τῷ νῷ τῶν ἁγίων ὑπετάγησαν αἱ ἀντιστρατευόμεναι τῷ νῷ κινήσεις, πῶς οὐχὶ τῷ Θεῷ Λόγῳ ὑποταγήσονται, ἑνωθέντι ψυχῇ νοερᾷ μετὰ σαρκὸς, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῇ χωρὶς ἁμαρτίας, καὶ ᾖ αὐτὸς Θεὸς καὶ ἄνθρωπος; Τί δὲ εἶναι θέλει τὸ, Εἰ δὲ τοῦτο, οὐκ αὐτὸς ὁ πάσχων, καθὸ Θεὸς, ἄλλοι νοήσουσιν, οἱ ἐπιγραφόμενοί σε διδάσκαλον.