Ἀνόμ. Καὶ πῶς δύναται γεννῆσαι ἐκ τῆς ὑποστάσεως αὐτοῦ, καὶ μὴ παθεῖν; Ὀρθ. Τὸ, πῶς δύναται, μὴ ἐξέταζε· τὸ δὲ, ἐκ τῆς ὑποστάσεως, δέδεικται. Ἀνόμ. Πῶς δέδεικται; Ὀρθ. Ὅτι οὐκ ἔστι κτίσμα, δέδεικται. Τὸ δὲ μὴ ὂν κτίσμα, ἢ ἀγέννητόν ἐστιν, ἢ γεννητὸν, ἢ ἐκπορευτὸν ὡς ἐξ αἰτίου. Ἀγέννητος δὲ οὐκ ἔστιν, Υἱὸς ὢν γεννητός· ἄρα οὖν ἐκ τῆς ὑποστάσεώς ἐστιν. Ἀνόμ. Καὶ πῶς δύναται εἶναι ἐκ τῆς ὑποστάσεως; Ὀρθ. Εἰ μὴ ἔστιν ἐκ τῆς ὑποστάσεως, ἢ κτίσμα ἐστὶν, ἢ ἀγέννητος· ἀγέννητος δὲ οὐκ ἔστιν, Υἱὸς ὤν· κτίσμα οὐκ ἔστιν· οὐ γὰρ ἐνετείλατο, καὶ ἐγένετο· ἀλλὰ ἐκ γαστρὸς αὐτὸν ἐγέννησεν· ἐκ τῆς ὑποστάσεως ἄρα, καὶ οὐκ ἐξ οὐκ ὄντων ἐστὶ, καθάπερ τὰ κατ᾽ ἐντολὴν ὑπάρξαντα. Ἀνόμ. Πάλιν οὖν σύνθετον νομίζεις τὸν Θεὸν, γαστέρα λέγων. Ὀρθ Μὴ γένοιτο σύνθετον εἰπεῖν τὸν Θεόν! ἀλλὰ, καθὼς ἀνωτέρω εἶπον, τὴν γαστέρα, ἣν εἶπεν ἡ Γραφὴ, τοῦ Θεοῦ, ἐγὼ τὸ γεννητικὸν τῆς ὑποστάσεως νοῶ. Καὶ γὰρ καὶ ἐφ᾽ ἡμῶν κέχρηται, ὡς προαποδέδεικται, ἡ Γραφὴ τῇ συνηθείᾳ ταύτῃ, λέγουσα· «Ἀπὸ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν Πνεῦμα σωτηρίας.» Ἐν γαστρὶ λέγων, οὐχὶ τὴν σωματικὴν, ἀλλ᾽ ἐν αὐτῇ τῇ ὑποστάσει.