Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Πρώτος διάλογος: Ομολογία πίστεως και διάκριση γεννήσεως και κτίσεως

Έναρξη της διαλογικής αντιπαράθεσης με τους Ανόμοιους. Εξετάζεται η δυνατότητα επίγνωσης του Θεού, τα υποστατικά ιδιώματα των προσώπων της Αγίας Τριάδος και η ουσιώδης διαφορά μεταξύ της αΐδιας γέννησης του Υιού και της δημιουργίας των κτισμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 9

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΔΙΑΛΟΓΟΣ ΠΕΡΙ ΤΗΣ ΤΡΙΑΔΟΣ, ΕΝ ῼ ΔΙΑΛΕΓΟΝΤΑΙ ΟΡΘΟΔΟΞΟΣ ΚΑΙ ΑΝΟΜΟΙΟΣ ΑΡΕΙΑΝΙΣΤΗΣ. ΑΝΟΜΟΙΟΣ. Χριστιανὸς εἶ; Ὀρθόδοξος. Καὶ πάνυ. Ἀνόμ. Τί ἐστιν ὁ Χριστιανισμός; Ὀρθ. Ἀλλὰ τὸ μὲν ἦν ἀναγκαῖον εἰπεῖν, τὸ δὲ οὐκ ἀσφαλές. Ἀνόμ. Διὰ τί; Ὀρθ. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Χριστοῦ δοῦλός εἰμι, ἀναγκαῖον εἰπεῖν· τὸ δὲ, τί ἐστιν ὁ Χριστιανισμὸς, οὐκ ἀσφαλὲς, ἐὰν μὴ γνῶ τίς ἐστιν ὁ ἐρωτῶν· μήποτε εὑρεθῶ βάλλων τὰ ἅγια τοῖς κυσὶν, ἢ τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Καὶ γὰρ, ἐάν με ἐρωτήσῃς, Πιστὸς εἶ ἢ κατηχούμενος, ἑτοίμως λέγω ὅ εἰμι· τί δέ ἐστι τὸ εἶναι πιστὸν, οὐ λέγω, μήποτε καὶ Ἰουδαῖος ᾖ ὁ ἐρωτῶν.

Ἀνόμ. Ἀλλ᾽ ἐγώ σοι λέγω ὁ ἐρωτῶν σε, ὅτι Χριστιανός εἰμι. Ὀρθ. Οὐκ ἤρκεσέ σοι τὸ εἰπεῖν ἐμὲ, ὅτι Χριστιανός εἰμι· οὐδ᾽ ἐμοὶ ἀρκεῖ τὸ εἰπεῖν σε, ὅτι Χριστιανὸς εἶ· ἐὰν μή μοι εἴπῃς, τί ἐστι Χριστιανισμός.

Καὶ τότε δὲ οὐ πάντως εἶ Χριστιανός· οὐδὲ γὰρ τὸ εἰδέναι τί ἐστιν ὁ Χριστιανισμὸς, τοῦτό ἐστιν εἶναι Χριστιανόν· ἐπειδὴ οὐδὲ τὸ εἰδέναι τί ἐστιν Ἰουδαϊσμός ἐστι τὸ εἶναι Ἰουδαῖον· οὐδὲ τὸ εἰδέναι τί ἐστιν Ἑλληνισμὸς, τοῦτό ἐστι τὸ εἶναι Ἕλληνα. Ἀνόμ. Οἶδας τὸν Θεόν; Ὀρθ. Ναί. Ἀνόμ.

Ὡς αὐτὸς ἑαυτὸν οἶδεν; Ὀρθ. Οὔ. Ἀνόμ. Οὐκοῦν οὐκ οἶδας αὐτόν; Ὀρθ. Οἶδα αὐτὸν, ὡς ἐνδέχεται ἀνθρώπου φύσει εἰδέναι. Ἀνόμ. Ἄλλως οὖν αὐτὸν ἴσασιν οἱ ἄνθρωποι, καὶ ἄλλως αὐτὸς ἑαυτόν; Ὀρθ. Καὶ πάνυ. Ἀνόμ. Πῶς; Ὀρθόδ. Ὅτι, ἐὰν μή τις τὴν αὐτὴν τῷ Θεῷ κτήσηται γνῶσιν, ἀδύνατον γνῶναι αὐτὸν, ὡς αὐτὸς ἑαυτὸν οἶδε. Τὴν δὲ αὐτὴν τῷ Θεῷ κτήσασθαι γνῶσιν ἀδύνατον, μὴ τῆς αὐτῆς αὐτῷ ὄντα οὐσίας. Οὐκ ἐσμὲν δὲ τῆς αὐτῆς αὐτῷ οὐσίας. Οὐκ ἄρα τὴν αὐτὴν αὐτῷ ἔχομεν γνῶσιν. Ἀνόμ. Ἐὰν οὖν θέλῃ ὁ Υἱὸς ἀποκαλύψαι τινι, οὐ δύναται; Ὀρθ. Ἀποκαλύπτει μὲν, ἀλλ᾽ οὐχ οὕτως αὐτῷ ἀποκαλύπτει, ὡς αὐτὸς ἑαυτὸν οἶδεν· ἀλλ᾽ ὡς δύναται γνῶναι ὁ καταξιούμενος.

Διότι τῷ μὲν Ἰεζεχιὴλ ἀπὸ ὀσφύος καὶ ἄνω ἠλέκτρινος ἐγνώσθη· τῷ δὲ Δανιὴλ παλαιὸς ἡμερῶν· τῷ δὲ Ἡσαΐᾳ καλυπτόμενος ὑπὸ τῶν σεραφίμ. Ἀνόμοιος. Σὺ οὖν πῶς αὐτὸν οἶδας, ὡς ἠλέκτρινον, ἢ ὡς παλαιὸν τῶν ἡμερῶν; Ὀρθ. Παρ᾽ αὐτῶν μαθὼν οἶδα, ὅτι ὑπὲρ πάντα ἐστὶ τὰ γνωρισθέντα αὐτοῖς. Εἰ μὴ γὰρ ἦν ὑπὲρ αὐτὰ, οὐκ ἂν διαφόρως ἐφαίνετο· καὶ διὰ τοῦτο ὁ Μονογενὴς λέγει· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Ἀνόμ. Ἄλλο ἐστὶ τὸ ἑωρακέναι, καὶ ἄλλο τὸ ἐγνωκέναι; Ὀρθ. Ἐπὶ Θεοῦ οὐκ ἔστιν ἄλλο καὶ ἄλλο· αὐτὸς γὰρ τὴν θεωρίαν ἐπὶ τῆς γνώσεως ἔλαβε, λέγων· «Τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με; Φίλιππε, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα μου.» Ἀνόμ. Εἰ οἶδας, ὅτι ὑπὲρ τὰ φαινόμενά ἐστιν, οἶδας τί ἐστιν. Ὀρθ.

Γελοῖον λέγεις· μὴ γὰρ, ἐπειδὴ οἶδα, ὅτι ὑπὲρ τὰ φαινόμενα σώματά ἐστιν ἡ ψυχὴ, οἶδα καὶ τί ἐστι ψυχή; Ἀνόμ. Ἐγὼ οὕτως αὐτὸν οἶδα, ὡς αὐτὸς ἑαυτὸν οἶδεν. Ὀρθ. Τί οὖν ἐστιν ὁ Θεός; Ἀνόμ. Αὐτὸ τὸ ἀγέννητον. Ὀρθ. Τὸ εἰδέναι, ὅτι ἀγέννητός ἐστι, τοῦτό ἐστι τὸ εἰδέναι τὸν Θεόν. Ἀνόμ.

Καὶ πάνυ. Ὀρθ. Ἴσασιν οὖν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τοῦτο. Τὴν αὐτὴν ἄρα τοῖς Ἰουδαίοις καὶ τοῖς Ἕλλησιν ἔχεις γνῶσιν, τοῖς μὴ γινώσκουσιν αὐτόν. Ὅτι γὰρ ὁ μὴ γινώσκων τὸν Υἱὸν οὐ γινώσκει τὸν Πατέρα, τὰ Εὐαγγέλια εἰρήκασιν. Ἀνόμ. Οὐκ οἶδεν οὖν ὁ Θεὸς ἀγέννητον ἑαυτόν; Ὀρθ. Ἀλλ᾽ οὐ τοῦτό ἐστιν αὐτοῦ ἡ οὐσία, ὃ κατειλήφαμεν. Ἀνόμ. Μίαν λέγεις θεότητα, καὶ τρεῖς ὑποστάσεις; Ὀρθ. Λέλυται μέν σου ἡ πρότερον γνῶσις. Ἀποκρινοῦμαι δέ σοι καὶ οὕτως· Ἄλλο ἐστὶν ὑπόστασις, καὶ ἄλλο θεότης· οὐχ ὡς ἄλλο πρᾶγμα καὶ ἄλλο, ἀλλ᾽ ὡς ἄλλο τι σημαινούσης τῆς ὑποστάσεως, καὶ ἄλλο τῆς θεότητος.

Ἡ μὲν γὰρ ὑπόστασις «τὸ εἶναι» σημαίνει· ἡ δὲ θεότης «τὸ τί εἶναι.» Ἀνόμ. Οἷον, ὡς τί· Ὀρθ. Ὡς Πέτρου, καὶ Παύλου, καὶ Τιμοθέου τρεῖς ὑποστάσεις, καὶ μία ἀνθρωπότης. Ἀνόμ. Οὐκοῦν τρεῖς θεοί; Ὀρθ. Μὴ γένοιτο εἰπεῖν! Ἀνόμ. Εἰ οὕτως εἰσὶν αἱ ὑποστάσεις ὡς Πέτρου, καὶ Παύλου, καὶ Τιμοθέου, τρεῖς θεοί· τρεῖς γὰρ ἄνθρωποι, Πέτρος, καὶ Παῦλος, καὶ Τιμόθεος. Ὀρθ. Κατὰ τὰς θείας Γραφὰς, οὐκέτι οὐδὲ αὐτοὶ τρεῖς ἄνθρωποι. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔνι ἄρσεν καὶ θῆλυ, οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, οὐκ ἔνι δοῦλος καὶ ἐλεύθερος· ἀλλ᾽ οἱ πάντες ἐν Χριστῷ ἕν ἐσμεν.» Ἀνόμ. Οὐκέτι οὖν εἰσι τρεῖς, Πέτρος, καὶ Παῦλος, καὶ Τιμόθεος; Ὀρθ.

Τρεῖς μέν εἰσιν, ἀλλ᾽ οὐ τρεῖς ἄνθρωποι. Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι τρεῖς εἰσιν ἄνθρωποι, ὅταν ἀνομοίαν ἔχωσι τὴν καρδίαν, ὡς Ἕλλην, καὶ Ἰουδαῖος, καὶ Χριστιανός· ὅταν δὲ τὸ αὐτὸ λέγωσι, καὶ μὴ ἔστιν ἐν αὐτοῖς σχίσματα, τρεῖς μέν εἰσιν ὑποστάσεις, εἷς δὲ ἐν Κυρίῳ, μίαν ψυχὴν ἔχοντες καὶ μίαν καρδίαν· καὶ τρεῖς μέν εἰσιν ἀριθμῷ, ἀλλ᾽ οὐχ ἑτερότητι φύσεως ἢ καρδίας. Ἀνόμ. Ἐγὼ τοὺς τρεῖς τρεῖς λέγω.

Ὀρθ. Ἐγὼ δὲ τρεῖς λέγω, ὅταν ᾖ ἐν αὐτοῖς σχίσμα· ἐὰν δὲ κατὰ τὰς ἁγίας Γραφὰς γένωνται κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ, καὶ ἐν τῇ αὐτῇ γνώμῃ, ἕνα λέγω καινὸν ἄνθρωπον, μετὰ τοῦ μένειν τὰς ὑποστάσεις. Ἀνόμ. Ἀλλὰ ταῦτα ἐπὶ ἀνθρώπων εἴρηται· ἐπὶ δὲ Θεοῦ ἄλλως. Ὀρθ. Εἰ ἐπὶ τῶν διῃρημένων σωματικῶς, ὅταν μὴ ᾖ σχίσμα διανοίας, τὸ εἷς καὶ τὸ ἓν κεῖται ἐν τῇ γραφῇ, πολλῷ πλέον ἐπὶ τῶν ἀΰλων καὶ τῶν ἀσωμάτων. Ἢ τοίνυν δὸς ἐκεῖ σχίσματα, ἵνα εἴπωμεν τρεῖς θεοὺς, τοῦ μὲν τόδε θέλοντος, τοῦ δὲ τόδε· ἢ, εἰ οὐκ ἔνι σχίσμα, εἷς Θεὸς Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, ὡς εἷς ἄνθρωπος οἱ ἐν Χριστῷ κατηρτισμένοι, καθὼς γέγραπται.

Ἀνόμοιος. Οὐκ ἔστιν οὖν διαφορὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; Ὀρθ. Ἐν τῇ φύσει οὔ· ἐν τῷ θελήματι οὔ· ἐν τῷ γεννᾷν καὶ γεννᾶσθαι, καὶ ἐκπέμπειν καὶ ἐκπορεύεσθαι, ναί. Ἀνόμ. Τί ἐστι γεννᾷν καὶ γεννᾶσθαι, καὶ ἐκπέμπειν καὶ ἐκπορεύεσθαι;

Ὀρθ. Ὅτι ὁ μὲν Πατὴρ γεννᾷ, τουτέστιν ἐγέννησεν· ὁ δὲ Υἱὸς γεννᾶται, τουτέστι γεγέννηται· καὶ ὅτι αὐτὸς ὁ Πατὴρ ἐκπέμπει τὸ Πνεῦμα τουτέστιν ἐξέπεμψε. Καὶ τὸ Πνεῦμα ἐκπορεύεται, τουτέστιν, ἐκπεπόρευται, Ἀνόμ. Ἐκπορεύεται, εἶπε· μὴ γὰρ καὶ ἐκπεπόρευται; Ὀρθ. Καὶ περὶ τοῦ Υἱοῦ, «Γεννᾷ με,» εἴρηκε. «Πρὸ» γὰρ «πάντων βουνῶν γεννᾷ με,» εἶπεν. Ὥσπερ οὖν ἐπὶ τοῦ Υἱοῦ τὸ γεννᾷ με, Ἐγέννησε, νοεῖς, οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος τὸ ἐκπορεύεται, ἐκπεπόρευται, νόησον· ἔθος γάρ ἐστι γραφικόν· ὡς τὸ, «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,» τουτέστιν, Ὁ ποιήσας· καὶ τὸ, «Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς,» τουτέστι, θεμελιώσας.

Ἀνόμ. Αὕτη ἐστὶν ἡ διαφορά; Ὀρθ. Αὕτη. Ἀνόμ. Τὴν δὲ φύσιν τὴν αὐτὴν λέγεις; Ὀρθ. Τὴν αὐτήν. Ἀνόμ. Καὶ πῶς δύναται ἡ αὐτὴ φύσις εἶναι, εἰ ὁ μὲν γεννᾷ, ὁ δὲ γεννᾶται; Ὀρθ. Τίθης δὲ ὅμως, ὅτι ὁ μὲν γεννᾷ, ὁ δὲ γεννᾶται; Ἀνόμ. Ναί; Ὀρθ. Εἰ ὁ μὲν γεννᾷ, ὁ δὲ γεννᾶται· ὁ γεννῶν ἐκ τῆς αὐτοῦ φύσεως γεννᾷ, καὶ ὁ γεννώμενος ἐκ τῆς τοῦ γεννῶντος φύσεως γεννᾶται. Ἀνόμ. Μὴ γένοιτό μοι εἰπεῖν, ὅτι ἐκ τῆς φύσεως ἐγέννησεν ὁ Θεός! Ὀρθ. Οὐκοῦν οὐκ ἐγέννησεν. Ἀνόμ. Ἐγέννησε κτίσας; Ὀρθ. Πρῶτον αὐτὸν ἔκτισε, καὶ τότε ἐγέννησεν· ἢ πῶς; Φανερώτερόν μοι εἰπέ. Οὐ νοῶ γὰρ τί ἐστιν, ἐγέννησε κτίσας. Ἀνόμ. Τὸ γέννημα τοῦ Θεοῦ κτίσμα αὐτοῦ ἐστιν, ἐπειδὴ ἁπλοῦς ἐστι καὶ ἀσύνθετος· καὶ οὐκ ἄλλοις γεννᾷ, καὶ ἄλλοις κτίζει, ἀλλ᾽ οἷς γεννᾷ, τούτοις καὶ κτίζει. Ὀρθ. Εἰ ἁπλοῦς ἐστι καὶ ἀσύνθετος, τί λέγεις, οἷς καὶ οἷς; Ἔνθα γὰρ τὸ, οἷς καὶ οἷς, ἐκεῖ πολλά. Εἰ δὲ ἀσύνθετος, οὐκ ἄρα πολλά.

Ἀνόμοιος. Οὐκ ἔστιν οὖν ἁπλοῦς ὁ Θεός; Ὀρθ. Ἐγὼ δὲ καὶ ὑπὲρ τὸ ἁπλοῦν λέγω. Καὶ γὰρ ἄγγελος ἁπλοῦς ἐστι, καὶ ψυχὴ, καὶ τὸ φῶς· οὐ γὰρ ἐκ μερῶν ἢ μελῶν σύγκειται. Ἀνόμ. Εἰ τοίνυν καὶ ὑπὲρ τὸ ἁπλοῦν ἐστιν, οἷς γεννᾷ καὶ κτίζει; Ὀρθ. Πάλιν λέγω, μὴ λέγε, οἷς γεννᾷ καὶ κτίζει· τὸ γὰρ ἁπλοῦν οἷς καὶ οἷς οὐκ ἔχει· πολλῷ δὲ πλείω τὸ ὑπὲρ ἁπλοῦν οἷς καὶ οἷς οὐκ ἔχει. Ἀνόμ. Ὡσαύτως οὖν γεννᾷ ὁ Θεὸς, καὶ ὡσαύτως κτίζει; Ὀρθ. Οὔ. Ἀνόμ. Οὐκοῦν σύνθετος; Ὀρθ. Μὴ γένοιτο! Ἀνόμ. Εἰ ἄλλοις γεννᾷ καὶ ἄλλοις κτίζει, σύνθετός ἐστιν; Ὀρθ. Οὐ λέγω, ἄλλοις γεννᾷ, καὶ ἄλλοις κτίζει, ἀλλὰ ἄλλως γεννᾷ, καὶ ἄλλως κτίζει. Ἀνόμ. Πῶς γεννᾷ, καὶ πῶς κτίζει;

Ὀρθ. Ὑποστάσει γεννᾷ, καὶ ἐντολῇ κτίζει. Ἡ γὰρ ἐντολὴ, σύνδρομον ἔχουσα τὴν δύναμιν, παρίστησιν ὃ βούλεται ὁ ἐντειλάμενος· ὑποστάσει δὲ γεννῶν, οὐκ ἀνέχεται ἐντολὴν, ἵνα μηδὲν μέσον ᾖ τοῦ γεννῶντος Πατρὸς καὶ τοῦ γεννωμένου Υἱοῦ. Ἀνόμ.

Μὴ θέλων οὖν ἐγέννησεν; Ὀρθ. Ὁ γεννηθεὶς ζῶσα τοῦ γεννήσαντός ἐστιν εἰκὼν, καὶ ὑπερβαίνει τὴν θέλησιν ἡ εἰκὼν τῆς ὑποστάσεως. Πρῶτον γὰρ δεῖ νοεῖν τὴν εἰκόνα τῆς ὑποστάσεως, καὶ τότε τὸ θέλειν, ἢ μὴ θέλειν. Τῆς δὲ ὑποστάσεώς ἐστι γέννημα καὶ εἰκὼν ἀπαράλλακτος ὁ Υἱός· πρὸ τοῦ θελήματος νόει τὴν τῆς ὑποστάσεως εἰκόνα. Ἀνόμ. Τί ἐστιν; Ὑπερβαίνει τὴν θέλησιν ἡ εἰκών; Ὀρθ. Ὅτι τὴν οὐσίαν, καὶ ἄνευ τοῦ τόδε θέλειν, νοῆσαι δύνῃ· ἄνευ δὲ εἰκόνος οὐ δύνῃ.

Ἡ γὰρ θέλησις καὶ ἄρχεται καὶ παύεται· ἡ δὲ εἰκὼν τῆς οὐσίας οὔτ᾽ ἄρχεται, οὔτε παύεται. Καὶ ἄλλως· Θέλων ἐστὶν ἀθάνατος, ἢ μὴ θέλων; Ἀνόμ. Θέλων. Ὀρθ. Πρὸ τοῦ οὖν θελήσει, οὐκ ἄρα ἀθάνατος. Ἀνόμ. Ἀϊδίως θέλει εἶναι ἀθάνατος; Ὀρθ.

Καὶ ἀϊδίως Πατήρ. Ὡς γὰρ οὐ δύνῃ εἰπεῖν, ὅτι μὴ θέλων ἐστὶν ἀθάνατος, οὐδ᾽ ὅτι μὴ θέλων Πατήρ· καὶ ὥσπερ οὐ προηγεῖται τῆς ἀθανασίας θέλημα, οὕτως οὐδὲ τοῦ Υἱοῦ· ἀλλ᾽ ἀϊδίως ἐστὶν Υἱὸς ἐκ Πατρὸς θέλοντος γεγεννημένος, εἰκὼν τῆς ὑποστάσεως ἀπαράλλακτος.

Ἀνόμοιος. Ποῦ γέγραπται, τῆς ὑποστάσεώς ἐστιν εἰκὼν ὁ Υἱός; Ὀρθ. Τὸν χαρακτῆρα τῆς ὑποστάσεως οὐδὲν ἄλλο νοῶ ἢ εἰκόνα εἶναι τῆς ὑποστάσεως. Ἀνόμ. Ὁ γὰρ ἀνὴρ οὐ γέγραπται εἰκὼν καὶ δόξα Θεοῦ; Ὀρθ. Ἀλλ᾽ οὐχὶ χαρακτὴρ τῆς ὑποστάσεως.

Ἄλλο δέ ἐστιν εἰκόνα Θεοῦ εἶναι, καὶ ἄλλο χαρακτῆρα ὑποστάσεως αὐτοῦ. Τὸ γὰρ ἔργον τοῦ ἐργασαμένου τεχνίτου ἔχει τὴν εἰκόνα τῆς τέχνης, οὐχὶ δὲ τῆς ὑποστάσεως. Ἀνόμ. Τί λέγεις οὐκ οἶδα· σαφέστερον εἰπέ. Ὀρθ. Τοῦ τέκτονος τὸ βάθρον ἔχει τὴν εἰκόνα τῆς τέχνης· ἐὰν γὰρ ἴδω βάθρον, οἶδα, ὅτι ὑπὸ τέκτονος ἐγένετο· κἂν ἴδω πλοῖον, οἶδα, ὅτι ὑπὸ ναυπηγοῦ ἐστι τὸ ἔργον, τοῦ ἐργασαμένου εἰκὼν καὶ δόξα τῆς τέχνης· οὐ μὴν καὶ χαρακτὴρ τῆς ὑποστάσεως.

Οὐ γὰρ τὸν χαρακτῆρα τοῦ ἐργασαμένου ἔχει τὸ βάθρον ἢ τὸ πλοῖον· ὁ μὲν γάρ ἐστιν ἄνθρωπος τῇ ὑποστάσει, τὸ δὲ βάθρον ἢ τὸ πλοῖον οὔ. Οὕτω καὶ ὁ ἄνθρωπος τοῦ θεμένου αὐτὸν Θεοῦ εἰκὼν καὶ δόξα ἐστί. Καὶ γὰρ κατὰ τὸν ἅγιον Σολομῶνα· «Ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται καὶ δοξάζεται ἐκ τοῦ γεγονότος·» οὐ μὴν χαρακτήρ ἐστι τῆς ὑποστάσεως τοῦ πεποιηκότος, ἀλλ᾽ ἢ ἄρα τῆς ἐνεργείας.

Ὁ δὲ Υἱὸς χαρακτὴρ ἐνυπόστατος. Λέγει γάρ· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα μου·» οὐδεὶς δὲ, ἑωρακὼς ἄνθρωπον, εἶδε τὸν Πατέρα. Ἀνόμ. Ποῦ γέγραπται, ὅτι χαρακτήρ ἐστι τῆς ὑποστάσεως ὁ Υἱός; Ὀρθ. Παρὰ τῷ ἀποστόλῳ Παύλῳ ἐν τῇ πρὸς Ἑβραίους. Ἀνόμ. Οὐκ ἐκκλησιάζεται; Ὀρθ. Ἀφ᾽ οὗ κατηγγέλη τὸ Εὐαγγέλιον Χριστοῦ, Παύλου εἶναι πεπίστευται ἡ ἐπιστολή· καὶ μετ᾽ αὐτῆς εἰσιν ἐπιστολαὶ ιδʹ αἱ πᾶσαι τοῦ Παύλου. Ἀνόμ. Ἀνέγνως, ὅτι ἐν μὲν πάσαις τὸ ὄνομα αὐτοῦ ἐμφέρεται, ἐν δὲ ταύτῃ οὔ; Ὀρθ. Ὅτι Ἑβραίοις ἔγραφεν· ἦσαν δὲ κατηχηθέντες περὶ αὐτοῦ, ὅτι ἀποστασίαν διδάσκει· καὶ ἵνα μὴ, σειριάσαντες αὐτοῦ τὸ ὄνομα, κλείσωσι τὴν ἀκοήν· διὰ τοῦτο ἀπὸ τῶν πατέρων ἤρξατο, λέγων· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Ὅτι δὲ αὐτοῦ ἐστιν ἡ ἐπιστολὴ, φανερόν ἐστι καὶ ἀπὸ τοῦ τέλους τῆς ἐπιστολῆς. Μέμνηται γὰρ καὶ Τιμοθέου, λέγων· «Γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυμένον, μεθ᾽ οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.» Ἀνόμοιος. Κἂν δῶμεν, ὅτι Παύλου ἐστὶν ἡ Ἐπιστολὴ, ἀλλὰ ὁ χαρακτὴρ τῆς ὑποστάσεως ἐν τῇ ὑποστάσει ἔχει τὸ εἶναι, οὐκ ἐν ἰδίᾳ ζωῇ; Ὀρθ.

Ἀλλ᾽ οὐ μόνον εἴρηται χαρακτὴρ ὑποστάσεως, ἀλλὰ καὶ Υἱὸς, ἵνα τὸ ἐνυπόστατον νοήσωμεν. Ἀπαύγασμα γὰρ εἴρηται, διὰ τὸ συναϊδίως ἐξ αὐτοῦ εἶναι· χαρακτὴρ διὰ τὴν ὁμοιότητα τῆς ὑποστάσεως· Υἱὸς διὰ τὸ ἐνυπόστατον. Ἀνόμ. Καὶ ἡμεῖς λέγομεν πάντα εἶναι ἐκ τοῦ Θεοῦ. Ὀρθ. Ἀλλὰ τὰ μὲν ἔστιν ἐκ τῆς ἐντολῆς αὐτοῦ δημιουργικῶς· ὁ δὲ Υἱὸς ἐκ τῆς ὑποστάσεως γεννητικῶς τὸ δὲ Πνεῦμα ἐκπορευτικῶς.

Ἀνόμ. Καὶ τὸ Πνεῦμα ἐκ τῆς ὑποστάσεως λέγεις; Ὀρθ. Ἐπεὶ πόθεν; Ἀνόμ. Ποῦ γέγραπται, ὅτι τὰ μὲν ἐκ τῆς ἐντολῆς, τὰ δὲ ἐκ τῆς ὑποστάσεως; Ὀρθ. Ὁ Δαβὶδ λέγει περὶ τῶν ἐκ τῆς ἐντολῆς· «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, αἰνεῖτε αὐτὸν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Περὶ δὲ τῆς γεννήσεως τοῦ Υἱοῦ γέγραπται· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» καὶ περὶ τοῦ ἁγίου Πνεύματος, «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·» καὶ ἐν ἄλλοις· «Πνεῦμα γὰρ παρ᾽ ἐμοῦ ἐκπορεύεται·» καὶ ἐν ἄλλοις· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Ἀνόμ. Ἐκ γαστρὸς εἶπε καὶ στόματος, οὐκ ἐξ ὑποστάσεως. Ὀρθ. Ἐπὶ Θεοῦ ὅταν λέγωνται μέλη ἢ μέρη, ἀνθρωποπαθῶς μὲν λέγονται, θεοπρεπῶς δὲ νοοῦνται· εἰ δὲ μὴ, ποίαν γαστέρα σωματικὴν ἐπὶ Θεοῦ ἔχομεν νοῆσαι; Ἐγὼ, γαστέρα ἀκούων, τὸ γεννητικὸν τῆς φύσεως νοῶ, καὶ στόμα τὸ διδακτικόν· καὶ γὰρ καὶ ἐπὶ ἀνθρώπων ἔστιν ὅτε κέχρηται ἡ Γραφὴ ταύτῃ τῇ συνηθείᾳ, ὡς ὅταν λέγῃ· «Ἀπὸ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας ἐπὶ τῆς γῆς.»

Καὶ ἐνταῦθα γὰρ οὐ γαστέρα ἡμῶν λέγει τὴν σωματικὴν, ἀλλὰ τὴν τῆς φύσεως γεννητικὴν δύναμιν.