Οὕτω τοίνυν καὶ τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ τοῦ Θεοῦ νοοῦμεν, καὶ οὐ μετὰ τὸν Θεὸν, οὔτε ἐκτὸς τοῦ Θεοῦ, ἀλλὰ μετὰ τοῦ Θεοῦ, καὶ ἐν τῷ Θεῷ, καὶ σὺν τῷ Θεῷ. Ἀνόμ. Ἀλλὰ τὸ ἀπαύγασμα, καὶ τὸ νοεῖν, καὶ τὸ θέλειν, καὶ ἡ σοφία, καὶ ἡ δύναμις, οὐκ ἔστιν οὐσία ἐνυπόστατος· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ οὐσία ἐστὶν ἐν ἰδίᾳ ὑποστάσει. Ὀρθ. Καὶ ἐν τούτῳ τῶν σωματικῶν υἱῶν τὸ ἀσύγκριτον ἔχει, ὅτι ἐγὼ μὲν, υἱὸς ὢν τοῦ πατρός μου, οὐκ εἰμὶ αὐτοῦ σοφία, οὐκ εἰμὶ αὐτοῦ δύναμις, οὐκ εἰμὶ αὐτοῦ θέλημα, οὐκ εἰμὶ αὐτοῦ λόγος, οὐκ εἰμὶ αὐτοῦ ἀπαύγασμα, οὐκ εἰμὶ ἐν αὐτῷ τῷ πατρί μου. Οὐκ αὐτὸς ὁ πατήρ μου ἐν ἐμοὶ, οὐ καθὼς ὁ πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς οὐ μόνον ἐστὶν Υἱὸς, ἀλλὰ καὶ δύναμις, καὶ σοφία, καὶ Λόγος, καὶ θέλημα, καὶ ἀπαύγασμα, ἵνα ἀπὸ τοῦ εἶναι Υἱὸς, τὸ ἐνυπόστατον νοηθῇ· καὶ ἀπὸ τοῦ εἶναι σοφία, καὶ δύναμις, καὶ Λόγος, καὶ θέλημα, καὶ ἀπαύγασμα, τὸ μετὰ τοῦ Πατρὸς, καὶ ἐν τῷ Πατρὶ, καὶ σὺν τῷ Πατρὶ νοηθῇ, καὶ οὐ δεύτερος, οὐδὲ μετὰ τὸν Πατέρα, οὐδὲ ἐκτὸς τοῦ Πατρός. Διὰ γὰρ τοῦτο βοᾷ ὁ προφήτης, λέγων· «Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Κύριε, ὁ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν.»