Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς Διονυσίου γνώμης

Μέγας Αθανάσιος

Το ιστορικό πλαίσιο και η κατ' οικονομίαν αντισαβελλιανή πολεμική

Εξέταση του αντισαβελλιανού πλαισίου των επιστολών του Διονυσίου. Εξηγείται πώς η χρήση ταπεινών εκφράσεων για την ανθρώπινη φύση του Χριστού αποτελούσε ποιμαντική οικονομία, κατά το πρότυπο των Αποστόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 5

Καὶ ἤρκει μὲν ταῦτα πρὸς πᾶσαν κατάγνωσιν τῶν νέων Ἰουδαίων τῶν καὶ τὸν κύριον ἀρνουμένων καὶ τοὺς πατέρας διαβαλλόντων καὶ πάντας Χριστιανοὺς ἐπιχειρούντων ἀπατᾶν. ἐπειδὴ δὲ προφάσεις ἔχειν νομίζουσι τῆς εἰς τὸν ἐπίσκοπον διαβολῆς μέρη τινὰ ἐπιστολῆς αὐτοῦ, φέρε καὶ ταύτας ἴδωμεν, ἵνα καὶ ἐκ τούτων αὐτῶν ἡ ματαιολογία δειχθῇ καὶ παύσωνται μὲν κἂν ὀψέ ποτε βλασφημοῦντες παρ᾽ ἑαυτοῖς τὸν κύριον, ὁμολογήσωσι δὲ κἂν μετὰ τῶν στρατιωτῶν βλέποντες μαρτυροῦσαν τὴν κτίσιν, ὅτι «ἀληθῶς οὗτος ὁ υἱὸς τοῦ θεοῦ ἐστι» καὶ οὐκ ἔστι τῶν κτισμάτων. φασὶ τοίνυν ἐν ἐπιστολῇ τὸν μακάριον Διονύσιον εἰρηκέναι, ποίημα καὶ γενητὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ μήτε δὲ φύσει ἴδιον, ἀλλὰ ξένον κατ᾽ οὐσίαν αὐτὸν εἶναι τοῦ πατρός, ὥσπερ ἐστὶν ὁ γεωργὸς πρὸς τὴν ἄμπελον καὶ ὁ ναυπηγὸς πρὸς τὸ σκάφος· καὶ γὰρ ὡς ποίημα ὢν οὐκ ἦν πρὶν γένηται. ναὶ ἔγραψεν, ὁμολογοῦμεν καὶ ἡμεῖς εἶναι τοιαύτην ἐπιστολὴν αὐτοῦ. ἀλλ᾽ ὥσπερ ταύτην ἔγραψεν, οὕτως καὶ ἑτέρας πλείστας ἐπιστολὰς ἔγραψε καὶ ἔδει καὶ ταύταις ἐντυχεῖν αὐτούς, ἵνα ἐκ πασῶν καὶ μὴ μόνης ἐκ τῆς μιᾶς ἡ πίστις δειχθῇ τοῦ ἀνδρός· καὶ γὰρ καὶ ναυπηγοῦ πολλὰς τριήρεις κατασκευάσαντος οὐκ ἐκ μιᾶς ἀλλ᾽ ἐκ πασῶν ἡ τούτου τέχνη κρίνεται.

εἰ μὲν οὖν ἁπλῶς ὡς πίστιν ἐκτιθέμενος ἔγραψεν ἣν λέγουσιν ἐπιστολὴν ἢ ταύτην μόνην ἔγραψε, κατηγορείτωσαν ὡς βούλονται· κατηγορία γὰρ ἀληθῶς τὸ τοιοῦτον φρόνημα· εἰ δὲ καιροῦ καὶ προσώπου πρόφασις εἵλκυσεν αὐτὸν τοιαῦτα γράψαι, ἔγραψε δὲ πάλιν καὶ ἄλλας ἐπιστολὰς ἀπολογούμενος περὶ ὧν ὑπωπτεύθη, ἔδει πάλιν αὐτοὺς μὴ ἀφέντας τὰ αἴτια φθόνον ἐπάγειν τῷ ἀνδρὶ προπετῶς, ἵνα μὴ δόξωσι λεξείδια μὲν μόνον θηρᾶν, παραπέμπεσθαι δὲ τὴν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἀλήθειαν. καὶ γὰρ καὶ γεωργὸς τῶν αὐτῶν δένδρων ἄλλοτε ἄλλως ἐπιμελεῖται διὰ τὴν ὑποκειμένην τῆς γῆς ποιότητα, καὶ οὐ διὰ τοῦτο μέμψαιτο ἄν τις αὐτόν, ὅτι τοῦτο μὲν τέμνει, ἐκεῖνο δὲ ἐγκεντρίζει, καὶ τοῦτο μὲν φυτεύει, ἕτερον δὲ ἐκτίλλει, ἀλλὰ καὶ μᾶλλον μαθὼν τὴν αἰτίαν θαυμάσει τὸ ποικίλον αὐτοῦ τῆς ἐπιστήμης. οὐκοῦν εἰ μὴ παρέργως ἐνέτυχον τοῖς γράμμασιν, εἰπάτωσαν καὶ τὴν ὑπόθεσιν τῆς ἐπιστολῆς· οὕτω γὰρ αὐτῶν ἥ τε συκοφαντία καὶ ἡ πονηρία τῆς προαιρέσεως δειχθήσεται. ἐπειδὴ δὲ ἢ οὐκ ἴσασιν ἢ αἰσχύνονται, λέγειν ἀναγκαῖον ἡμᾶς.

Ἐν Πενταπόλει τῆς ἄνω Λιβύης τηνικαῦτά τινες τῶν ἐπισκόπων ἐφρόνησαν τὰ Σαβελλίου καὶ τοσοῦτον ἴσχυσαν ταῖς ἐπινοίαις, ὡς ὀλίγου δεῖν μηκέτι ἐν ταῖς ἐκκλησίαις κηρύττεσθαι τὸν υἱὸν τοῦ θεοῦ. τοῦτο μαθὼν Διονύσιος, αὐτὸς γὰρ εἶχε τὴν μέριμναν τῶν ἐκκλησιῶν ἐκείνων, πέμπει καὶ συμβουλεύει τοῖς αἰτίοις παύσασθαι τῆς κακοδοξίας. ὡς δὲ οὐκ ἐπαύοντο, ἀλλὰ καὶ μᾶλλον ἀναιδέστερον ἠσέβουν, ἠναγκάσθη πρὸς τὴν ἀναίδειαν ἐκείνων γράψαι τὴν τοιαύτην ἐπιστολὴν καὶ τὰ ἀνθρώπινα τοῦ σωτῆρος ἐκ τῶν εὐαγγελίων παραθέσθαι, ἵν᾽ ἐπειδὴ τολμηρότερον ἐκεῖνοι τὸν υἱὸν ἠρνοῦντο καὶ τὰ ἀνθρώπινα αὐτοῦ τῷ πατρὶ ἀνετίθεσαν, οὕτως οὗτος δείξας, ὅτι οὐχ ὁ πατὴρ ἀλλ᾽ ὁ υἱός ἐστιν ὁ γενόμενος ὑπὲρ ἡμῶν ἄνθρωπος, πείσῃ τοὺς ἀμαθεῖς μὴ εἶναι τὸν πατέρα υἱόν, καὶ οὕτως λοιπὸν κατ᾽ ὀλίγον ἐκείνους εἰς τὴν ἀληθινὴν ἀναγάγῃ θεότητα τοῦ υἱοῦ καὶ τὴν γνῶσιν τὴν περὶ τοῦ πατρός. αὕτη τῆς ἐπιστολῆς ἡ ὑπόθεσις καὶ διὰ ταύτην τὴν αἰτίαν οὕτως ἔγραψε καὶ αὐτός, διὰ τοὺς οὕτως ἀναισχύντως θελήσαντας μεταθεῖναι τὴν τῆς ἀληθείας πίστιν.

Τί τοίνυν ὅμοιον ἡ Ἀρείου αἵρεσις καὶ ἡ Διονυσίου διάνοια; ἢ διὰ τί Διονύσιος ὡς Ἄρειος ὀνομάζεται πολλῆς οὔσης αὐτῶν τῆς διαφορᾶς; ὁ μὲν γὰρ τῆς καθολικῆς ἐκκλησίας διδάσκαλός ἐστιν, ὁ δὲ καινῆς αἱρέσεως ἐφευρετὴς γέγονε. καὶ ὁ μὲν Ἄρειος τὴν ἰδίαν κακοδοξίαν ἐκτιθέμενος ἔργαψε Θαλίαν ἐκτεθηλυμένοις καὶ γελοίοις ἤθεσι κατὰ τὸν Αἰγύπτιον Σωσάτην, ὁ δὲ Διονύσιος ἔγραψε μὲν καὶ ἄλλας ἐπιστολάς, ἀπελογήσατο δὲ καὶ περὶ ὧν ὑπωπτεύθη καὶ ἐφάνη φρονῶν ὀρθῶς. εἰ μὲν οὖν ἐναντία ἑαυτῷ γράφει, μὴ ἑλκέτωσαν αὐτὸν πρὸς ἑαυτούς, οὐ γὰρ ἀξιόπιστος κατὰ τοῦτο. εἰ δὲ γράψας τὴν πρὸς Ἀμμώνιον ἐπιστολὴν ὑπωπτεύθη καὶ ἀπελογήσατο θεραπεύων τὰ πρῶτα ἀπολογησάμενός τε οὐ μεταβέβληται, δῆλον ἂν εἴη, ὅτι καὶ τὰ ὑποπτευθέντα κατ᾽ οἰκονομίαν ἔργαψεν. οὐ δεῖ δὲ τὰ κατ᾽ οἰκονομίαν γραφόμενα καὶ γινόμενα ταῦτα κακοτρόπως δέχεσθαι καὶ εἰς τὴν ἰδίαν ἕλκειν ἕκαστον βούλησιν. καὶ γὰρ καὶ ἰατρὸς πολλάκις τὰ δοκοῦντά τισι μὴ εἶναι κατάλληλα ταῦτα τοῖς ὑποκειμένοις τραύμασιν, ὡς οἶδεν αὐτός, ἐπιτίθησιν οὐδὲν ἕτερον ἢ πρὸς τὴν ὑγιείαν ἔχων τὸν σκοπόν. καὶ διδασκάλου δὲ φρονίμου τρόπος οὗτος πρὸς τὰ τῶν διδασκομένων ἤθη διατίθεσθαι καὶ λαλεῖν, ἕως ἂν αὐτοὺς εἰς τὴν ὁδὸν τῆς τελειότητος μεταγάγῃ.

Εἰ δὲ ὅτι μόνον ἔγραψεν οὕτως ὁ μακαρίτης, αἰτιῶνται αὐτόν (αἱ γὰρ τῶν Ἀρειανῶν ὑπὲρ αὐτοῦ προφάσεις αἰτίαι κατ᾽ αὐτοῦ τυγχάνουσι), τί ποιήσουσιν ἀκούοντες καὶ τῶν μεγάλων καὶ μακαρίων ἀποστόλων ἐν ταῖς Πράξεσι, τοῦ μὲν Πέτρου λέγοντος· «ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους.

Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν ὁ θεὸς δι᾽ αὐτοῦ ἐν μέσῳ ὑμῶν, καθὼς οἴδατε, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε», καὶ πάλιν· «ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής»· τοῦ δὲ Παύλου ἐξηγουμένου ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας, ὅτι «μεταστήσας ὁ θεὸς τὸν Σαοὺλ ἤγειρε τὸν Δαυὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει τὰ θελήματά μου· τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν», καὶ πάλιν ἐν ταῖς Ἀθήναις· «τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις, πάντας πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν»· ἢ Στεφάνου τοῦ μεγαλομάρτυρος, ὅταν λέγῃ· «ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ»;

ὥρα γὰρ λοιπὸν αὐτοὺς ἀποθρασύνεσθαι καὶ λέγειν (οὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον), ὅτι καὶ αὐτοὶ οἱ ἀπόστολοι τὰ Ἀρείου ἐφρόνουν· ἄνθρωπον γὰρ ἀπὸ Ναζαρὲτ καὶ παθητὸν τὸν Χριστὸν ἀπαγγέλλουσιν.

Ἐκείνων τοίνυν τοιαῦτα φανταζομένων, ἆρ᾽ ἐπειδὴ τοῖς ῥήμασι τούτοις ἐχρήσαντο, μόνον ἄνθρωπον ᾔδεισαν τὸν Χριστὸν οἱ ἀπόστολοι καὶ πλέον οὐδέν; μὴ γένοιτο· οὐκ ἔστιν οὐδὲ εἰς νοῦν ποτε τοῦτο λαβεῖν, ἀλλὰ καὶ τοῦτο ὡς «ἀρχιτέκτονες σοφοὶ» καὶ «οἰκονόμοι μυστηρίων θεοῦ» πεποιήκασι καὶ τὴν αἰτίαν ἔχουσιν εὔλογον. ἐπειδὴ γὰρ οἱ τότε Ἰουδαῖοι πλανηθέντες τε καὶ πλανήσαντες Ἕλληνας ἐνόμιζον τὸν Χριστὸν ψιλὸν ἄνθρωπον μόνον ἐκ σπέρματος Δαυὶδ ἔρχεσθαι καθ᾽ ὁμοιότητα τῶν ἐκ τοῦ Δαυὶδ ἄλλων γενομένων τέκνων, οὔτε δὲ θεὸν αὐτὸν οὐδὲ ὅτι ὁ λόγος σὰρξ ἐγένετο ἐπίστευον, τούτου ἕνεκα μετὰ πολλῆς τῆς συνέσεως οἱ μακάριοι ἀπόστολοι τὰ ἀνθρώπινα τοῦ σωτῆρος πρῶτον ἐξηγοῦντο τοῖς Ἰουδαίοις, ἵν᾽ ὅλως πείσαντες αὐτοὺς ἐκ τῶν φαινομένων καὶ γενομένων σημείων ἐληλυθέναι τὸν Χριστὸν λοιπὸν καὶ εἰς τὴν περὶ τῆς θεότητος αὐτοῦ πίστιν αὐτοὺς ἀναγάγωσι δεικνύντες, ὅτι τὰ γενόμενα ἔργα οὐκ ἔστιν ἀνθρώπου, ἀλλὰ θεοῦ. ἀμέλει Πέτρος ὁ λέγων ἄνδρα παθητὸν τὸν Χριστὸν εὐθὺς συνῆπτεν· «οὗτος ἀρχηγὸς τῆς ζωῆς ἐστιν», ἐν δὲ τῷ εὐαγγελίῳ ὁμολογεῖ· «σὺ εἶ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος», ἐν δὲ τῇ ἐπιστολῇ φησιν αὐτὸν ἐπίσκοπον ψυχῶν καὶ κύριον ἑαυτοῦ τε καὶ ἀγγέλων καὶ δυνάμεων εἶναι.

πάλιν τε Παῦλος ὁ λέγων ἄνδρα ἐκ σπέρματος Δαυὶδ εἶναι τὸν Χριστόν, οὗτος ἐπέστελλεν Ἑβραίοις μέν· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ», Φιλιππησίοις δέ· «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ». τὸ δὲ λέγειν ἀρχηγὸν τῆς ζωῆς καὶ υἱὸν τοῦ θεοῦ καὶ ἀπαύγασμα καὶ χαρακτῆρα καὶ ἴσα θεῷ καὶ κύριον καὶ ἐπίσκοπον ψυχῶν τί ἂν εἴη ἕτερον ἢ ὅτι ἐν σώματι λόγος ἦν θεοῦ, δι᾽ οὗ τὰ πάντα ἐγένετο, καὶ ἔστιν ἀδιαίρετος τοῦ πατρός, ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς;

Καὶ Διονύσιος τοίνυν παρὰ τῶν ἀποστόλων τοῦτο μαθὼν πεποίηκεν. ἐπειδὴ γὰρ εἷρπεν ἡ Σαβελλίου αἵρεσις, ἠναγκάσθη τὴν τοιαύτην, καθὰ προεῖπον, ἐπιστολὴν γράψαι καὶ τὰ ἀνθρωπίνως καὶ εὐτελῶς περὶ τοῦ σωτῆρος εἰρημένα ῥῖψαι κατ᾽ αὐτῶν, ἵνα τούτους ἀποσχοινίσας διὰ τὰ ἀνθρώπινα τοῦ μὴ λέγειν υἱὸν εἶναι τὸν πατέρα εὐκολωτέραν αὐτοῖς κατασκευάσῃ τὴν περὶ τῆς θεότητος τοῦ υἱοῦ διδασκαλίαν, ὅταν αὐτὸν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἀπὸ τῶν γραφῶν λέγῃ λόγον, σοφίαν, δύναμιν, ἀτμίδα καὶ ἀπαύγασμα τοῦ πατρός. ἐν γοῦν ταῖς ἐπιστολαῖς τῆς ἀπολογίας τοιαῦτα λέγων παρρησιάζεται ἐν τῇ πίστει καὶ τῇ εἰς Χριστὸν εὐσεβείᾳ. ὥσπερ οὖν οὐ κατηγορητέοι οἱ ἀπόστολοι διὰ τὰ ἀνθρώπινα ῥήματα περὶ τοῦ κυρίου (καὶ γὰρ ἄνθρωπος γέγονεν ὁ κύριος), ἀλλὰ καὶ μᾶλλον θαύματος ἄξιοι διὰ τὴν οἰκονομίαν καὶ τὴν ἐν καιρῷ διδασκαλίαν, οὕτως οὐκ Ἀρειανὸς ὁ Διονύσιος διὰ τὴν πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον κατὰ Σαβελλίου ἐπιστολήν. εἰ γὰρ καὶ ταπεινοῖς ἐχρήσατο λόγοις καὶ παραδείγμασιν, ἀλλ᾽ ἐκ τῶν εὐαγγελίων ἐστὶ καὶ ταῦτα, καὶ πρόφασιν ἔχει τούτων τὴν τοῦ σωτῆρος ἔνσαρκον παρουσίαν, δι᾽ ἣν καὶ ταῦτα καὶ τὰ ὅμοια γέγραπται. καὶ γὰρ ὥσπερ λόγος ἐστὶ τοῦ θεοῦ, οὕτως μετὰ ταῦτα «ὁ λόγος σὰρξ ἐγένετο», καὶ «ἐν ἀρχῇ μὲν ἦν ὁ λόγος», ἡ δὲ παρθένος ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐν γαστρὶ ἔσχε καὶ γέγονεν ὁ κύριος ἄνθρωπος.

καὶ εἷς μέν ἐστιν ὁ ἐξ ἀμφοτέρων σημαινόμενος («ὁ γὰρ λόγος σὰρξ ἐγένετο»), τὰ δὲ περὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἐνανθρωπήσεως εἰρημένα ῥήματα ἰδίαν καὶ κατάλληλον ἔχει πρὸς ἕκαστον τῶν λεγομένων τὴν ἑρμηνείαν. καὶ ὁ τὰ ἀνθρώπινα τοῦ λόγου γράφων οἶδε καὶ τὰ περὶ τῆς θεότητος αὐτοῦ καὶ ὁ περὶ τῆς θεότητος ἐξηγούμενος οὐκ ἀγνοεῖ τὰ ἴδια τῆς ἐνσάρκου παρουσίας αὐτοῦ, ἀλλ᾽ ἕκαστον ὡς ἐπιστήμων καὶ δόκιμος τραπεζίτης διακρίνων κατ᾽ ὀρθὸν τῆς εὐσεβείας βαδιεῖται. ὅτε γοῦν αὐτὸν κλαίοντα λέγει, οἶδεν ὅτι ἄνθρωπος γενόμενος ὁ κύριος δείκνυσι τὸ μὲν κλαίειν τοῦ ἀνθρωπίνου, ἐγείρει δὲ Λάζαρον ὡς θεός, καὶ πεινῶντα μὲν αὐτὸν καὶ διψῶντα οἶδε σωματικῶς, θεικῶς δὲ χορτάζοντα ἀπὸ πέντε ἄρτων πεντακισχιλίους, καὶ κείμενον μὲν οἶδεν ἐν μνημείῳ σῶμα ἀνθρώπινον, ἐγειρόμενον δὲ ὡς θεοῦ σῶμα παρ᾽ αὐτοῦ τοῦ λόγου.

Ταῦτα καὶ Διονύσιος διδάσκων ἐν μὲν τῇ πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἐπιστολῇ περὶ τῶν ἀνθρωπίνως εἰρημένων περὶ τοῦ σωτῆρος διὰ Σαβέλλιον ἔγραψεν (ἀνθρωπίνως γάρ ἐστιν εἰρημένα περὶ αὐτοῦ τὸ «ἐγὼ ἡ ἄμπελος, ὁ πατὴρ ὁ γεωργὸς» καὶ τὸ «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν» καὶ τὸ «ἔκτισε» καὶ «τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων»), οὐκ ἠγνόει δὲ τὸ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ» καὶ τὸ «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα». ταῦτα γὰρ αὐτὸν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἔγνωμεν γράψαντα· καὶ γὰρ κἀκεῖ ταῦτα γράφων ἐμνημόνευσε τῶν ἀνθρωπίνων τοῦ κυρίου. ὥσπερ γὰρ «ἐν μορφῇ θεοῦ ὢν οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν» καὶ «πλούσιος ὢν ἐπτώχευσε δι᾽ ἡμᾶς», οὕτως ὄντων ὑψηλῶν καὶ πλουσίων τῶν περὶ τῆς θεότητος αὐτοῦ λόγων εἰσὶ καὶ αἱ περὶ τῆς ἐνσάρκου παρουσίας αὐτοῦ ταπειναὶ καὶ πτωχαὶ λέξεις. ὅτι δὲ ἀνθρωπίνως εἴρηται ταῦτα περὶ τοῦ σωτῆρος, σκοπεῖν ἐντεῦθεν προσήκει· ὁ μὲν γεωργὸς ξένος ἐστὶ κατ᾽ οὐσίαν τῆς ἀμπέλου, τὰ δὲ κλήματα ὁμοούσια καὶ συγγενῆ καὶ ἀδιαίρετα τῆς ἀμπέλου τυγχάνει ὄντα καὶ μίαν ἔχει καὶ τὴν αὐτὴν γένεσιν ταῦτά τε καὶ ἡ ἄμπελος. ἔστι δέ, ὡς εἶπεν ὁ κύριος, «αὐτὸς ἡ ἄμπελος, ἡμεῖς τὰ κλήματα».

εἰ μὲν οὖν ὁμοούσιός ἐστιν ἡμῖν ὁ υἱὸς καὶ τὴν αὐτὴν ἡμῖν ἔχει γένεσιν, ἔστω κατὰ τοῦτο καὶ ὁ υἱὸς ἀλλότριος κατ᾽ οὐσίαν τοῦ πατρός, ὥσπερ καὶ ἡ ἄμπελος τοῦ γεωργοῦ, εἰ δὲ ἄλλος ἐστὶν ὁ υἱὸς παρ᾽ ὅ ἐσμεν ἡμεῖς, κἀκεῖνος μὲν λόγος τοῦ πατρός, ἡμεῖς δὲ ἐκ γῆς γεγόναμεν καὶ τοῦ Ἀδάμ ἐσμεν ἔκγονοι, οὐκ ὀφείλει τὸ ῥητὸν εἰς τὴν θεότητα ἀναφέρεσθαι τοῦ λόγου, ἀλλὰ λοιπὸν εἰς τὴν ἀνθρωπίνην αὐτοῦ παρουσίαν, ἐπεὶ καὶ οὕτως εἴρηκεν ὁ σωτήρ· «ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, ὁ πατὴρ ὁ γεωργός». ἡμεῖς γὰρ τοῦ κυρίου κατὰ τὸ σῶμα συγγενεῖς ἐσμεν καὶ αὐτὸς διὰ τοῦτο εἶπεν· «ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου». καὶ ὥσπερ ἐστὶ τὰ κλήματα ὁμοούσια τῆς ἀμπέλου καὶ ἐξ αὐτῆς, οὕτως καὶ ἡμεῖς ὁμογενῆ τὰ σώματα ἔχοντες τῷ σώματι τοῦ κυρίου ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνομεν, κἀκεῖνο ῥίζαν ἔχομεν εἰς τὴν ἀνάστασιν καὶ τὴν σωτηρίαν. ὁ δὲ πατὴρ εἴρηται ὁ γεωργός· αὐτὸς γὰρ εἰργάσατο διὰ τοῦ λόγου τὴν ἄμπελον, ἥτις ἐστὶ τὸ ἀνθρώπινον τοῦ σωτῆρος, καὶ αὐτὸς δι᾽ αὐτοῦ τοῦ λόγου τὴν εἰς βασιλείαν ὁδὸν ἡμῖν ἡτοίμασε, καὶ «οὐδεὶς ἔρχεται πρὸς τὸν κύριον, εἰ μὴ ὁ πατὴρ αὐτὸν ἑλκύσει πρὸς αὐτόν».

Ταύτην δὲ τοῦ ῥητοῦ τὴν ἑρμηνείαν ἔχοντος ἀνάγκη περὶ τῆς οὕτως λεγομένης ἀμπέλου γράφεσθαι «πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν», καὶ «τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων» καὶ τὸ «ἔκτισεν». ὅτε γὰρ ἔλαβεν ὅπερ εἶχε προσενεγκεῖν ὑπὲρ ἡμῶν, ἦν δὲ τοῦτο τὸ ἐκ Μαρίας τῆς παρθένου σῶμα, τότε καὶ ἐκτίσθαι καὶ πεποιῆσθαι καὶ γεγενῆσθαι περὶ αὐτοῦ γέγραπται· ἀνθρώποις γὰρ ἁρμόζουσιν αἱ τοιαῦται λέξεις· ἄλλως τε οὐ μετὰ τὸ σῶμα γέγονε κρείττων τῶν ἀγγέλων, ἵνα μὴ τὸ πρὶν ἐλάττων ἢ ἴσος αὐτῶν φαίνηται. ἀλλὰ πρὸς Ἰουδαίους γράφων καὶ τὴν ἀνθρωπίνην τοῦ κυρίου διακονίαν συγκρίνων τῇ Μωσέως ἔφησε· «τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων»· «διὰ γὰρ ἀγγέλων ὁ νόμος ἐλαλήθη»· «διότι ὁ μὲν νόμος διὰ Μωσέως ἐδόθη, ἡ δὲ χάρις διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο» καὶ τοῦ πνεύματος ἡ χορηγία. καὶ τότε μὲν ἀπὸ Δὰν καὶ μέχρι Βηρσαβεὲ ὁ νόμος κατηγγέλλετο, νῦν δὲ «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν» καὶ τὰ ἔθνη τὸν Χριστὸν προσκυνοῦσι καὶ δι᾽ αὐτοῦ τὸν πατέρα γινώσκουσιν. ἀνθρωπίνως ἄρα περὶ τοῦ σωτῆρος ἐκεῖνα γέγραπται καὶ οὐκ ἔστιν ἄλλως.

Ἆρ᾽ οὖν, ὡς οἱ χριστομάχοι θρυλοῦσι, Διονύσιος τὰ ἀνθρώπινα τοῦ υἱοῦ γράφων καὶ λέγων οὕτως ποίημα αὐτὸν ἕνα τῶν ἀνθρώπων ἔλεγεν αὐτὸν εἶναι; ἢ λέγων μὴ εἶναι τὸν λόγον ἴδιον τῆς τοῦ πατρὸς οὐσίας ἐφρόνει τοῦτον ὁμοούσιον ἡμῶν εἶναι τῶν ἀνθρώπων; καὶ μὴν οὐχ οὕτως ἔγραψεν ἐν ταῖς ἄλλαις ἐπιστολαῖς, ἀλλὰ καὶ ὀρθῶς φρονῶν ἐν αὐταῖς φαίνεται καὶ δύναται δι᾽ αὐτῶν βοῆσαι κατὰ τούτων λέγων· οὔκ εἰμι τῆς αὐτῆς ὑμῖν δόξης, ὦ θεομάχοι, οὐδὲ τὰ ἡμέτερα πρόφασιν Ἀρείῳ παρέσχεν εἰς ἀσέβειαν. ἀλλὰ πρὸς Ἄμμωνα καὶ Εὐφράνορα διὰ τοὺς Σαβελλίζοντας γράφων ἐμνήσθην τοῦ γεωργοῦ καὶ τῆς ἀμπέλου καὶ τῶν τοιούτων ἄλλων ῥητῶν, ἵνα τὰ ἀνθρώπινα τοῦ κυρίου δείξας πείσω μὴ λέγειν ἐκείνους, ὅτι ὁ πατήρ ἐστιν ὁ γενόμενος ἄνθρωπος. ὡς γὰρ ὁ γεωργὸς οὐκ ἔστιν ἄμπελος, οὕτως οὐκ ἔστιν ὁ ἐν τῷ σώματι γενόμενος ὁ πατὴρ ἀλλ᾽ ὁ λόγος, καὶ ὁ λόγος δὲ ἐν τῇ ἀμπέλῳ γενόμενος ἄμπελος ἐκλήθη διὰ τὴν πρὸς τὰ κλήματα, ἅπερ ἐσμὲν ἡμεῖς, σωματικὴν συγγένειαν. ταύτῃ μὲν οὖν τῇ διανοίᾳ τὴν πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἔγραψα ἐπιστολήν, πρὸς δὲ τὴν ὑμῶν ἀναίδειαν τὰς ἑτέρας ἐπιστολὰς τὰς παρ᾽ ἐμοῦ γραφείσας ἀντιτίθημι, ἵνα γνῶσιν οἱ φρόνιμοι τὴν ἐν αὐταῖς ἀπολογίαν καὶ τῆς ἐν Χριστῷ πίστεως τὴν ὀρθήν μου φρόνησιν.

ἔδει μὲν οὖν καὶ τοὺς Ἀρειανούς, εἴπερ εἶχον ὑγιαίνοντα τὸν νοῦν, τοιαῦτα λογίζεσθαι καὶ φρονεῖν περὶ τοῦ ἐπισκόπου, «πάντα γὰρ ἐνώπια τοῖς συνιοῦσίν ἐστι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν». ἐπειδὴ δὲ μὴ μαθόντες τὴν πίστιν τῆς καθολικῆς ἐκκλησίας πεπτώκασιν εἰς ἀσέβειαν καὶ λοιπὸν τὸν νοῦν πεπηρωμένοι νομίζουσιν εἶναι καὶ τὰ ὀρθὰ στρεβλὰ καὶ λέγουσι τὸ μὲν φῶς σκότος, τὸ δὲ σκότος νομίζουσιν εἶναι φῶς, ἀναγκαῖον καὶ τὰ ἐκ τῶν ἄλλων ἐπιστολῶν τοῦ Διονυσίου παραθέσθαι καὶ τὸ αἴτιον αὐτῶν πρὸς πλείονα κατάγνωσιν τῶν αἱρετικῶν. ἐξ αὐτῶν γὰρ καὶ ἡμεῖς μαθόντες οὕτω περὶ τοῦ ἀνδρὸς φρονοῦμεν καὶ γράφομεν.