Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς Διονυσίου γνώμης

Μέγας Αθανάσιος

Ο «Έλεγχος και απολογία» και η ομολογία της αϊδιότητας του Υιού

Η παρέμβαση της Ρώμης και η απάντηση του Διονυσίου, μέσα από την οποία αποδεικνύεται ρητά η πίστη του στην αιώνια συνύπαρξη του Υιού με τον Πατέρα, το αδιαίρετο της Τριάδας και το ομοούσιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 5

Ἡ δὲ πρόφασις, δι᾽ ἣν ἔγραψε τὰς ἄλλας ἐπιστολάς, ἔστιν αὕτη. Διονυσίου τοῦ ἐπισκόπου μαθόντος περὶ τῶν ἐν Πενταπόλει καὶ ζήλῳ τῆς εὐσεβείας γράψαντος, καθὰ προεῖπον, κατὰ τῆς αἱρέσεως Σαβελλίου τὴν πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἐπιστολήν, τινὲς τῶν ἀπὸ τῆς ἐκκλησίας ἀδελφῶν φρονοῦντες μὲν ὀρθῶς, μὴ ἐρωτήσαντες δὲ αὐτόν, ἵνα παρ᾽ αὐτοῦ μάθωσι πῶς ἔγραψεν, ἀνῆλθον πρὸς τὴν Ῥώμην καὶ κατειρήκασιν αὐτοῦ παρὰ τῷ ὁμωνύμῳ αὐτοῦ Διονυσίῳ τῷ ἐπισκόπῳ Ῥώμης. κἀκεῖνος ἀκούσας ἔγραψεν ὁμοῦ κατά τε τῶν τὰ Σαβελλίου δοξαζόντων καὶ κατὰ τῶν φρονούντων ταῦτα, ἅπερ καὶ Ἄρειος λέγων ἐξεβλήθη τῆς ἐκκλησίας, ἴσην καὶ κατὰ διάμετρον ἀσέβειαν εἶναι λέγων τήν τε Σαβελλίου καὶ τὴν τῶν λεγόντων κτίσμα καὶ ποίημα καὶ γενητὸν εἶναι τὸν τοῦ θεοῦ λόγον. ἐπέστειλε δὲ καὶ Διονυσίῳ δηλῶσαι περὶ ὧν εἰρήκασι κατ᾽ αὐτοῦ. καὶ ἀντέγραψεν εὐθὺς αὐτὸς καὶ ἐπέγραψε τὰ βιβλία ἐλέγχου καὶ ἀπολογίας. ἐνταῦθα τὸ μυσαρὸν ἐργαστήριον τῶν θεομάχων κατανόει καὶ πῶς αὐτοὶ καθ᾽ ἑαυτῶν τὴν αἰσχύνην ἐκίνησαν. Διονυσίου γὰρ τοῦ ἐπισκόπου Ῥώμης γράψαντος καὶ κατὰ τῶν λεγόντων κτίσμα καὶ ποίημα τὸν υἱὸν τοῦ θεοῦ δείκνυται μὴ νῦν πρῶτον ἀλλ᾽ ἔκπαλαι παρὰ πάντων ἀναθεματισθεῖσα τῶν χριστομάχων Ἀρειανῶν ἡ αἵρεσις.

ἔπειτα Διονυσίου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρείας ἀπολογουμένου περὶ ἧς ἔγραψεν ἐπιστολῆς, φαίνεται καὶ αὐτὸς μήτε οὕτως φρονήσας, ὡς αὐτοὶ λέγουσι, μήτε ὅλως τὴν Ἀρείου κακοδοξίαν ἐσχηκώς.

Καὶ ἀρκεῖ μὲν εἰς τελείαν κατάγνωσιν τῶν Ἀρειανῶν καὶ εἰς ἀπόδειξιν τῆς συκοφαντίας αὐτῶν τὸ καὶ μόνον ἀπολογήσασθαι τὸν Διονύσιον καὶ περὶ ὧν οὗτοι τεθρυλήκασιν. οὐ γὰρ ὡς φιλονεικῶν ἀντέγραψεν, ἀλλ᾽ ἀπολογούμενος περὶ ὧν ὑπωπτεύθη· ὁ δὲ ἀπολογούμενος περὶ ὧν κατηγορήθη τί ἕτερον ποιεῖ ἢ λύει μὲν πᾶν ἔγκλημα ὑποπτευθὲν κατ᾽ αὐτοῦ, ἐλέγχει δὲ καὶ ἐν τούτῳ συκοφάντας τοὺς Ἀρειομανίτας; ἵνα δὲ καὶ ἐξ ὧν ἀπολογούμενος ἔγραψε πλέον αἰσχυνθῶσιν οὗτοι, φέρε σοι καὶ τὰς λέξεις αὐτοῦ παραθῶμαι. γνώσῃ γὰρ ἀπ᾽ αὐτῶν, ὅτι οἱ μὲν Ἀρειανοὶ κακόφρονές εἰσιν, ὁ δὲ Διονύσιος ἀλλότριος τῆς ἐκείνων ἑτεροδοξίας ἐστί. πρῶτον μὲν οὖν ἐλέγχου καὶ ἀπολογίας ἐπέγραψεν ἑαυτοῦ τὴν ἐπιστολήν· τοῦτο δὲ τί ἐστιν ἢ ὅτι τοὺς μὲν ψευδομένους ἐλέγχει, περὶ δὲ ὧν ἔγραψεν ἀπολογεῖται δεικνὺς ὅτι μὴ ὡς Ἄρειος ὑπενόησεν ἔγραψεν αὐτός, ἀλλ᾽ ὅτι τῶν ἀνθρωπίνως εἰρημένων περὶ τοῦ κυρίου μνησθεὶς οὐκ ἠγνόει τοῦτον εἶναι λόγον καὶ σοφίαν ἀδιαίρετον τοῦ πατρός; ἔπειτα αἰτιᾶται τοὺς κατειπόντας αὐτοῦ ὡς μὴ ὁλοκλήρους λέγοντας ἀλλὰ περικόπτοντας αὐτοῦ τὰς λέξεις καὶ ὡς μὴ καλῇ συνειδήσει ἀλλὰ πονηρᾷ λαλοῦντας ὡς θέλουσι· τούτους τε τούτοις ἀπεικάζει τοῖς τὰς τοῦ μακαρίου ἀποστόλου διαβάλλουσιν ἐπιστολάς. ἡ δὲ τοιαύτη μέμψις αὐτοῦ πάντως ἀπὸ φαύλης ὑποψίας αὐτὸν ἀπολύει.

εἰ γὰρ τοὺς Παύλου κατειπόντας οὕτως ἡγεῖται ὡς τοὺς αὐτοῦ κατειπόντας, οὐδὲν ἕτερον δείκνυσιν ἢ ὅτι τὰ τοῦ Παύλου φρονῶν οὕτως ἔγραψεν. ἀμέλει καὶ πρὸς ἕκαστον τῶν ὑπὸ τῶν κατηγόρων εἰρημένων ἀπαντῶν πάντα τὰ παρ᾽ αὐτῶν προφερόμενα θεραπεύει, καὶ Σαβέλλιον μὲν ἐν ἐκείνοις ἀνατρέπει, ἐν τούτοις δὲ δείκνυσιν ὁλόκληρον ἑαυτοῦ τὴν εὐσεβῆ πίστιν. φασκόντων τοίνυν ἐκείνων φρονεῖν τὸν Διονύσιον ‘οὐκ ἀεὶ ἦν ὁ θεὸς πατήρ, οὐκ ἀεὶ ἦν ὁ υἱός, ἀλλ᾽ ὁ μὲν θεὸς ἦν χωρὶς τοῦ λόγου, αὐτὸς δὲ ὁ υἱὸς οὐκ ἦν πρὶν γεννηθῇ, ἀλλ᾽ ἦν ποτε ὅτε οὐκ ἦν, οὐ γὰρ ἀίδιός ἐστιν, ἀλλ᾽ ὕστερον ἐπιγέγονεν’, ὅρα πῶς ἀποκρίνεται. τὰ μὲν οὖν πλεῖστα τῶν αὐτοῦ ῥημάτων, ἅπερ ἢ ζητῶν ἐξετάζει ἢ συλλογιζόμενος συνάγει ἢ ἐρωτῶν ἐλέγχει ἢ τοὺς κατειρηκότας αἰτιᾶται, ταῦτα παρεὶς διὰ τὸ μῆκος τῶν λόγων μόνα τὰ πρὸς τὴν κατηγορίαν ἀναγκαῖα τίθημι. ἀπολογούμενος τοίνυν πρὸς ἐκεῖνα γράφει ταῖς λέξεσι ταύταις ἐν τῷ πρώτῳ τῷ ἐπιγραφομένῳ ἐλέγχου καὶ ἀπολογίας μεθ᾽ ἕτερα οὕτως· «Οὐ γὰρ ἦν ὅτε ὁ θεὸς οὐκ ἦν πατήρ». καὶ τοῦτο οἶδεν ἐν τοῖς ἑξῆς· «ἀεὶ τὸν »Χριστὸν εἶναι, λόγον ὄντα καὶ σοφίαν καὶ δύναμιν, οὐ γὰρ δὴ τούτων ἄγονος ὢν ὁ θεὸς «εἶτα ἐπαιδοποιήσατο, ἀλλ᾽ ὅτι μὴ παρ᾽ ἑαυτοῦ ὁ υἱὸς ἀλλ᾽ ἐκ τοῦ πατρὸς ἔχει τὸ εἶναι». καὶ μετ᾽ ὀλίγα πάλιν περὶ τοῦ αὐτοῦ φησιν· «‹ἀπαύγασμα δὲ ὢν φωτὸς ἀιδίου› πάντως »καὶ αὐτὸς ἀίδιός ἐστιν.

ὄντος γὰρ ἀεὶ τοῦ φωτὸς δῆλον ὡς ἔστιν ἀεὶ τὸ ἀπαύγασμα. «τούτῳ γὰρ καὶ ὅτι φῶς ἐστι τῷ καταυγάζειν νοεῖται, καὶ φῶς οὐ δύναται μὴ φωτίζον »εἶναι. πάλιν γὰρ ἔλθωμεν ἐπὶ τὰ παραδείγματα. εἰ ἔστιν ἥλιος, ἔστιν αὐγή, ἔστιν «ἡμέρα· εἰ τοιούτων μηδὲν ἔστι, πολύ γε δεῖ καὶ παρεῖναι ἥλιον. εἰ μὲν οὖν ἀίδιος ὁ ἥλιος, »ἄπαυστος ἂν ἦν καὶ ἡ ἡμέρα, νῦν δέ (οὐ γάρ ἐστιν) ἀρξαμένου τε ἤρξατο καὶ «παυομένου παύεται. ὁ δέ γε θεὸς αἰώνιόν ἐστι φῶς οὔτε ἀρξάμενον οὔτε λῆξόν ποτε. οὐκοῦν» αἰώνιον πρόκειται καὶ σύνεστιν αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον καὶ ἀειγενὲς «προφαινόμενον αὐτοῦ, ὅπερ ἐστὶν ἡ λέγουσα σοφία ‹ἐγὼ ἤμην ᾗ προσέχαιρε· καθ᾽ ἡμέραν »δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ›«. καὶ αὖθις ἐπάγει μετ᾽ ὀλίγα περὶ τοῦ αὐτοῦ λέγων· »ὄντος οὖν αἰωνίου τοῦ πατρὸς αἰώνιος ὁ υἱός ἐστι, φῶς «ἐκ φωτὸς ὤν· ὄντος γὰρ γονέως ἔστι καὶ τέκνον. εἰ δὲ μὴ τέκνον εἴη, πῶς καὶ τίνος εἶναι »δύναται γονεύς; ἀλλ᾽ εἰσὶν ἄμφω καὶ εἰσὶν ἀεί«. εἶτα πάλιν προστίθησι ταῦτα· »φωτὸς μὲν οὖν ὄντος τοῦ θεοῦ ὁ Χριστός ἐστιν ἀπαύγασμα. πνεύματος δὲ ὄντος (‹πνεῦμα «γάρ, φησίν, ὁ θεός›), ἀναλόγως πάλιν ὁ Χριστὸς ἀτμὶς λέλεκται· ‹ἀτμὶς γάρ, φησίν, »ἐστὶ τῆς τοῦ θεοῦ δυνάμεως›«. καὶ ἐκ τοῦ δευτέρου πάλιν φησί· »μόνος δὲ ὁ υἱὸς «ἀεὶ συνὼν τῷ πατρὶ καὶ τοῦ ὄντος πληρούμενος καὶ αὐτός ἐστιν ὢν ἐκ τοῦ πατρός».

Ταῦτα εἰ μὲν ἀμφιβόλως εἴρηται, χρείαν εἶχε τοῦ ἑρμηνεύοντος, ἐπειδὴ δὲ λευκῶς καὶ πολλάκις περὶ τῶν αὐτῶν ἔγραψεν, ὁ μὲν Ἄρειος τριζέτω τοὺς ὀδόντας ὁρῶν τὴν αἵρεσιν αὐτοῦ καταστρεφομένην ὑπὸ Διονυσίου καὶ ἀκούων, ἅπερ μὴ βούλεται, λέγοντος αὐτοῦ· ἀεὶ ὁ θεὸς πατὴρ ἦν καὶ ὁ υἱὸς οὐχ ἁπλῶς ἀίδιός ἐστιν, ἀλλὰ τοῦ πατρὸς ἀιδίου ὄντος ἀίδιος ἂν εἴη καὶ ὁ υἱός, καὶ σύνεστιν αὐτῷ ὡς τῷ φωτὶ τὸ ἀπαύγασμα. οἱ δὲ κἂν μόνον ὑπονοήσαντες Διονύσιον τὰ Ἀρείου φρονεῖν κατατιθέσθωσαν τὴν περὶ αὐτοῦ τοιαύτην δυσφημίαν. ποία γὰρ κοινωνία τούτοις ἐστί, τοῦ μὲν Ἀρείου λέγοντος· οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ, ἀλλ᾽ ἦν ποτε ὅτε οὐκ ἦν, τοῦ δὲ Διονυσίου διδάσκοντος· ‘ὁ δέ γε θεὸς αἰώνιόν ἐστι φῶς οὔτε ἀρξάμενον οὔτε λῆξόν ποτε· οὐκοῦν αἰώνιον πρόκειται καὶ σύνεστιν αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον καὶ ἀειγενὲς προφαινόμενον αὐτοῦ;’ καὶ γὰρ καὶ πρὸς τὴν ἄλλην ὑποψίαν τῶν λεγόντων, ὅτι πατέρα λέγων ὁ Διονύσιος οὐκ ὀνομάζει τὸν υἱὸν καὶ πάλιν υἱὸν λέγων οὐκ ὀνομάζει τὸν πατέρα, ἀλλὰ διαιρεῖ καὶ μακρύνει καὶ μερίζει τὸν υἱὸν ἀπὸ τοῦ πατρός, ἀποκρίνεται καὶ δυσωπεῖ τούτους λέγων ἐν τῷ δευτέρῳ βιβλίῳ· «Τῶν ὑπ᾽ ἐμοῦ λεχθέντων ὀνομάτων ἕκαστον ἀχώριστόν ἐστι καὶ ἀδιαίρετον τοῦ »πλησίον.

πατέρα εἶπον, καὶ πρὶν ἐπαγάγω τὸν υἱόν, ἐσήμανα καὶ τοῦτον ἐν τῷ πατρί· «υἱὸν ἐπήγαγον, εἰ καὶ μὴ προειρήκειν τὸν πατέρα, πάντως ἂν ἐν τῷ υἱῷ προείληπτο. »ἅγιον πνεῦμα προσέθηκα, ἀλλ᾽ ἅμα καὶ πόθεν καὶ διὰ τίνος ἧκεν ἐφήρμοσα. οἱ δὲ οὐκ «ἴσασιν, ὅτι μήτε ἀπηλλοτρίωται πατὴρ υἱοῦ ᾗ πατήρ, προκαταρκτικὸν γάρ ἐστι τῆς »συναφείας τὸ ὄνομα, οὔτε ὁ υἱὸς ἀπῴκισται τοῦ πατρός. ἡ γὰρ πατὴρ προσηγορία «δηλοῖ τὴν κοινωνίαν, ἔν τε ταῖς χερσὶν αὐτῶν ἐστι τὸ πνεῦμα μήτε τοῦ πέμποντος μήτε »τοῦ φέροντος δυνάμενον στέρεσθαι. πῶς οὖν ὁ τούτοις χρώμενος τοῖς ὀνόμασι «μεμερίσθαι ταῦτα καὶ ἀφωρίσθαι παντελῶς ἀλλήλων οἴομαι»; καὶ μετ᾽ ὀλίγα ἐπάγει λέγων· «οὕτω μὲν ἡμεῖς εἴς τε τὴν τριάδα τὴν μονάδα πλατύνομεν ἀδιαίρετον, καὶ τὴν »τριάδα πάλιν ἀμείωτον εἰς τὴν μονάδα συγκεφαλαιούμεθα«.

Εἶτα καὶ αἰτιωμένων αὐτὸν ὡς ἕνα λέγοντα τῶν γενητῶν εἶναι τὸν υἱὸν καὶ μὴ ὁμοούσιον τῷ πατρί, αὐτὸς πάλιν ἐν μὲν τῷ πρώτῳ βιβλίῳ τοὺς τοιούτους διελέγχει λέγων· »πλὴν ἐγὼ γενητά τινα καὶ ποιητά τινα φήσας νοεῖσθαι τῶν μὲν τοιούτων ὡς «ἀχρειοτέρων ἐξ ἐπιδρομῆς εἶπον παραδείγματα, ἐπεὶ μήτε τὸ φυτὸν 〈ταὐτὸν〉 ἔφην »τῷ γεωργῷ μήτε τῷ ναυπηγῷ τὸ σκάφος. εἶτα τοῖς ἱκνουμένοις καὶ προσφυεστέροις «ἐνδιέτριψα καὶ πλέον διεξῆλθον περὶ τῶν ἀληθεστέρων ποικίλα προσεξευρὼν τεκμήρια, »ἅπερ καὶ [σοὶ] δι᾽ ἄλλης ἐπιστολῆς ἔγραψα, ἐν οἷς ἤλεγξα καὶ ὃ προφέρουσιν ἔγκλημα, «κατ᾽ ἐμοῦ ψεῦδος ὄν, ὡς οὐ λέγοντος τὸν Χριστὸν ὁμοούσιον εἶναι τῷ θεῷ. εἰ γὰρ καὶ »τὸ ὄνομα τοῦτό φημι μὴ εὑρηκέναι μηδ᾽ ἀνεγνωκέναι που τῶν ἁγίων γραφῶν, ἀλλά «γε τὰ ἐπιχειρήματά μου τὰ ἑξῆς, ἃ σεσιωπήκασι, τῆς διανοίας ταύτης οὐκ ἀπᾴδει. καὶ »γὰρ ἀνθρωπείαν γονὴν παρεθέμην δῆλον ὡς οὖσαν ὁμογενῆ, φήσας πάντως τοὺς γονεῖς «μόνον ἑτέρους εἶναι τῶν τέκνων, ὅτι μὴ αὐτοὶ εἶεν τὰ τέκνα, ἢ μήτε γονεῖς ἀναγκαῖον »ὑπάρχειν εἶναι μήτε τέκνα. καὶ τὴν μὲν ἐπιστολήν, ὡς προεῖπον, διὰ τὰς περιστάσεις «οὐκ ἔχω προκομίσαι· εἰ δ᾽ οὖν, αὐτά σοι τὰ τότε ῥήματα, μᾶλλον δὲ καὶ πάσης ἂν »ἔπεμψα τὸ ἀντίγραφον· ὅπερ ἂν εὐπορήσω, ποιήσω.

οἶδα δὲ καὶ μέμνημαι πλείονα «προσθεὶς τῶν συγγενῶν ὁμοιώματα· καὶ γὰρ καὶ φυτὸν εἶπον ἀπὸ σπέρματος ἢ ἀπὸ »ῥίζης ἀνελθὸν ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάστησε, καὶ πάντως ἐκείνῳ καθέστηκεν «ὁμοφυές. καὶ ποταμὸν ἀπὸ πηγῆς ῥέοντα ἕτερον σχῆμα καὶ ὄνομα μετειληφέναι· μήτε »γὰρ τὴν πηγὴν ποταμὸν μήτε τὸν ποταμὸν πηγὴν λέγεσθαι καὶ ἀμφότερα ὑπάρχειν «καὶ τὴν μὲν πηγὴν οἱονεὶ πατέρα εἶναι, τὸν δὲ ποταμὸν εἶναι τὸ ἐκ τῆς πηγῆς ὕδωρ. »ἀλλὰ ταῦτα μὲν καὶ τὰ τοιαῦτα μηδὲ ὁρᾶν γεγραμμένα, ἀλλ᾽ οἱονεὶ τυφλώττειν «ὑποκρίνονται· τοῖς δὲ δυσὶ ῥηματίοις ἀσυνθέτοις καθάπερ λίθοις μακρόθεν ἐπιχειροῦσίν »με βάλλειν ἀγνοοῦντες ὡς τῶν ἀγνοουμένων καὶ προσαγωγῆς εἰς ἐπίγνωσιν δεομένων «οὐ μόνον ἀλλοῖα πολλάκις, ἀλλὰ καὶ ὑπεναντία τεκμήρια γίνεται τῶν ἐπιζητουμένων »δηλώματα«. ἐν δὲ τῷ τρίτῳ βιβλίῳ φησί· »ζωὴ ἐκ ζωῆς ἐγεννήθη καὶ ὥσπερ ποταμὸς «ἀπὸ πηγῆς ἔρρευσε καὶ ἀπὸ φωτὸς ἀσβέστου λαμπρὸν φῶς ἀνήφθη».

Τίς τούτων ἀκούων οὐ μανίας λοιπὸν καταψηφίσεται τῶν ὑπονοούντων Διονύσιον τὰ Ἀρείου φρονεῖν; ἰδοὺ γὰρ διὰ τούτων φανερῶς πᾶσαν αὐτοῦ πατεῖ τὴν αἵρεσιν τοῖς τῆς ἀληθείας λογισμοῖς. τὸ μὲν γὰρ ‘οὐκ ἦν πρὶν γεννηθῇ’ καὶ τὸ ‘ἦν ποτε ὅτε οὐκ ἦν’ ἀναιρεῖ τῷ τοῦ ἀπαυγάσματος λόγῳ καὶ λέγων, ὅτι τούτου ὁ πατὴρ οὐκ ἦν ποτε ἄγονος, τὸ δὲ ἐξ οὐκ ὄντων αὐτῶν ἀναιρεῖ ἐν τῷ λέγειν, τὸν λόγον εἶναι ὡς ποταμὸν ἀπὸ πηγῆς καὶ βλαστὸν ἀπὸ ῥίζης καὶ τέκνον ἀπὸ γονέως καὶ φῶς ἐκ φωτὸς καὶ ζωὴν ἐκ ζωῆς· καὶ τὸ μὲν ἀποσχοινίζειν καὶ διαιρεῖν αὐτοὺς τὸν λόγον ἀπὸ τοῦ θεοῦ διαβάλλει λέγων αὐτὸς ἀδιαίρετον καὶ ἀμείωτον τὴν τριάδα εἰς μονάδα συγκεφαλαιοῦσθαι, τὸ δὲ λέγειν αὐτοὺς ἀλλότριον εἶναι τὸν υἱὸν τῆς τοῦ πατρὸς οὐσίας ἄντικρυς πατεῖ λέγων ὁμοούσιον εἶναι τοῦ πατρὸς τὸν υἱόν. ἐφ᾽ ᾧ καὶ θαυμάσειεν ἄν τις τὴν ἀναίδειαν τῶν δυσσεβῶν, πῶς Διονυσίου, ὃν λέγουσιν ὁμόδοξον ἑαυτῶν εἶναι, λέγοντος ὁμοούσιον τὸν υἱόν, αὐτοὶ περιέρχονται ὡς κώνωπες περιβομβοῦντες, ὡς οὐκ ὀρθῶς γραψάσης τῆς συνόδου τὸ ὁμοούσιον. εἰ γὰρ Διονύσιός ἐστιν αὐτοῖς φίλος, μὴ ἀρνείσθωσαν τὰ τοῦ ὁμόφρονος· εἰ δὲ νομίζουσι μὴ ὀρθῶς εἰρῆσθαι, πῶς τὸν τοῦτο λέγοντα Διονύσιον θρυλοῦσιν ὡς τὰ αὐτῶν φρονοῦντα;