Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς Διονυσίου γνώμης

Μέγας Αθανάσιος

Εισαγωγή: Η αρειανή παρερμηνεία και η αρχική αναίρεσή της

Ο Αθανάσιος εισάγει το ζήτημα της αρειανής προσπάθειας να οικειοποιηθούν τον Διονύσιο Αλεξανδρείας και παραθέτει την αρχική γραφική και ιστορική αναίρεση των ισχυρισμών τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 5

Τοῦ μακαρίου Ἀθανασίου περὶ Διονυσίου τοῦ ἐπισκόπου Ἀλεξανδρείας, ὅτι καὶ αὐτὸς κατὰ τῆς ἀρειανῆς αἱρέσεως ἐφρόνει ὡς ἡ ἐν Νικαίᾳ σύνοδος, καὶ μάτην αὐτὸν συκοφαντοῦσιν οἱ Ἀρειομανῖται ὡς ὁμόδοξον ἑαυτῶν. Βραδέως ἐδήλωσας περὶ τῆς νῦν διαλέξεως τῆς γενομένης παρ᾽ ὑμῖν πρὸς τοὺς χριστομάχους· καὶ γὰρ πρὶν γράψαι τὴν σὴν διάθεσιν ἔμαθον φιλοπευστῶν καὶ ἡδέως ἀκούων περὶ τῶν τοιούτων. τὴν μὲν οὖν σὴν εὐλάβειαν ἀπεδεξάμην καλῶς φρονοῦσαν περὶ τῶν μακαρίων πατέρων ἡμῶν, τῶν δ᾽ Ἀρειομανιτῶν τὴν ἀλογίαν καὶ νῦν ἐπέγνων. οὐδὲν γὰρ οὔτ᾽ εὔλογον οὔτε πρὸς ἀπόδειξιν ἐκ τῆς θείας γραφῆς ῥητὸν ἐχούσης τῆς αἱρέσεως αὐτῶν ἀεὶ μὲν προφάσεις ἀναισχύντους ἐπορίζοντο καὶ σοφίσματα πιθανά, νῦν δὲ καὶ διαβάλλειν τοὺς πατέρας τετολμήκασι. καὶ οὐκ ἀλλότριόν γε ἀλλὰ καὶ οἰκεῖον τοῦτο τῆς κακονοίας ἐστὶν αὐτῶν· οἱ γὰρ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ μελετᾶν ἐπιχειρήσαντες, τί θαυμαστὸν εἰ καὶ τὸν μακαρίτην Διονύσιον τὸν ἐπίσκοπον Ἀλεξανδρείας ὡς ὁμόδοξον ἑαυτῶν καὶ ὁμόφρονα λοιδοροῦσιν;

ὃν γὰρ ἐὰν οὗτοι πρὸς σύστασιν τῆς ἑαυτῶν αἱρέσεως δόξωσιν εὐφημεῖν, κἂν μακάριον αὐτὸν ὀνομάζωσι, τοῦτον οὐχ ἁπλῶς ἀλλὰ καὶ μεγάλως διαβάλλουσιν ὥσπερ λῃσταί τινες καὶ τὸν τρόπον ἄσεμνοι, οἳ ἐπειδὰν ἐπὶ τοῖς ἰδίοις ἐπιτηδεύμασιν ὀνειδίζωνται, τοὺς σώφρονας συναριθμοῦσιν ἑαυτοῖς καταψευδόμενοι τῆς ἐκείνων σωφροσύνης.

Εἰ μὲν οὖν θαρροῦσιν οἷς φρονοῦσι καὶ λέγουσι, προφερέτωσαν γυμνὴν τὴν αἵρεσιν καὶ δεικνύτωσαν ἐξ αὐτῆς εἴ τινα νομίζουσιν ἢ ἐκ τῶν γραφῶν ἔχειν ἢ κἂν ἀνθρώπινόν τινα λογισμὸν εὐσεβῆ πρὸς ἀπολογίαν, εἰ δὲ μηδέν τι τοιοῦτον ἔχουσι, σιωπάτωσαν. οὐδαμόθεν γὰρ εὑρήσουσιν εἰ μὴ μᾶλλον ἔλεγχον καθ᾽ ἑαυτῶν, ἀπὸ μὲν τῶν γραφῶν, τοῦ μὲν Ἰωάννου λέγοντος· «ἐν ἀρχῇ ἦν ὁ λόγος», ὃν οὗτοι λέγουσιν οὐκ ἦν πρὶν γεννηθῇ, τοῦ δὲ Δαυὶδ ψάλλοντος ἐκ προσώπου τοῦ πατρός· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», ὃν οὗτοι λέγουσι κατ᾽ ἐπίνοιαν εἶναι καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι, εἶτα τοῦ μὲν Ἰωάννου πάλιν εὐαγγελιζομένου, ὅτι «πάντα δι᾽ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», τοῦ δὲ Παύλου γράφοντος· «εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα», καὶ ἐν ἑτέροις· «ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα». ποίαν παρρησίαν ἕξουσιν οὗτοι καὶ οὐ μᾶλλον αἰσχύνην ὀφλήσουσιν ἐναντιούμενοι τοῖς τῶν ἁγίων ῥήμασιν, ὅταν λέγωσι ποίημα εἶναι τὸν τῶν πάντων δημιουργὸν καὶ κτίσμα τοῦτον, ἐν ᾧ τὰ κτίσματα γέγονε καὶ συνέστηκεν; οὐδὲ ἀνθρώπινος δέ τις αὐτοῖς λογισμὸς εὐσεβὴς εἰς ἀπολογίαν περιλείπεται. τίς γὰρ ἀνθρώπων ἢ Ἕλλην ἢ βάρβαρος, ὃν ὁμολογεῖ θεόν, τοῦτον ἐπιχειρήσει κτίσμα λέγειν ἢ ὅτι οὐκ ἦν πρὶν γένηται;

ἢ τίς ἀνθρώπων ἀκούσας παρὰ τούτου, ὃν ἐπίστευσε μόνον εἶναι θεόν, λέγοντος· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός», καὶ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», τολμήσει κἂν εἰπεῖν ὅτι ὁ ἐκ καρδίας τοῦ θεοῦ λόγος ἐξ οὐκ ὄντων γέγονεν ἢ ὁ υἱὸς κτίσμα ἐστὶ καὶ οὐκ ἴδιον τοῦ λέγοντος γέννημα; πάλιν δὲ τίς ἀκούων τούτου, ὃν ἐπίστευσε κύριον εἶναι καὶ σωτῆρα, λέγοντος· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», ἐπιχειρήσει διαιρεῖν ἃ ἐκεῖνος ἥνωσε καὶ ἀμέριστα τετήρηκε;

Ταῦτα γοῦν καὶ αὐτοὶ συνορῶντες καὶ παρρησίαν οὐκ ἔχοντες ἐν τοῖς ἰδίοις καταψεύδονται τῶν εὐσεβῶν. ἀλλ᾽ ἔδει πάντων αὐτοὺς ἐρήμους ὄντας καὶ συνορῶντας ἑαυτοὺς ἐν ταῖς ἐρωτήσεσι πανταχόθεν ἀποροῦντας καὶ χασμωμένους μεταγινώσκειν μᾶλλον ἀποστραφέντας ἀπὸ τῆς ὁδοῦ τῆς πλάνης καὶ μὴ συναριθμεῖν ἑαυτοῖς οὓς οὐκ ἴσασιν, ἵνα μὴ καὶ παρ᾽ αὐτῶν ἐλεγχόμενοι πλείονα τὴν αἰσχύνην ἀπενέγκωνται. ἴσως δὲ τῆς τοιαύτης πανουργίας οὐ θελήσουσιν ἀποστῆναί ποτε· καὶ γὰρ καὶ τοῦτο τῶν περὶ Καιάφαν ἐζήλωσαν, ὥσπερ καὶ τὸ ἀρνεῖσθαι τὸν Χριστὸν παρ᾽ αὐτῶν μεμαθήκασι. καὶ γὰρ κἀκεῖνοι τοσαῦτα τοῦ κυρίου πεποιηκότος ἔργα, δι᾽ ὧν ἐγνώριζεν ἑαυτὸν εἶναι τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος, ἐλεγχόμενοί τε παρ᾽ αὐτοῦ πάντα παρὰ τὰς γραφὰς λοιπὸν καὶ φρονοῦντες καὶ λέγοντες καὶ μὴ δυνάμενοι κἂν πρὸς τὸ βραχὺ πρὸς τοὺς κατ᾽ αὐτῶν ἐλέγχους ἀντιβλέπειν, εἰς τὸν πατριάρχην κατέφυγον λέγοντες· «ἡμεῖς πατέρα ἔχομεν τὸν Ἁβραάμ», καὶ νομίζοντες ἐν τούτῳ δύνασθαι τὴν ἀλογίαν αὐτῶν ἐπικαλύπτειν. ἀλλ᾽ οὔτε ἐκεῖνοι τοῦτο λέγοντες ὤνησάν τι οὔτε οὗτοι Διονύσιον ὀνομάζοντες φυγεῖν τὴν ὁμοίαν ἐκείνοις αἰτίαν δυνήσονται.

καὶ γὰρ κἀκείνους ἐφ᾽ οἷς παρηνόμουν ἤλεγξεν ὁ κύριος λέγων· «τοῦτο Ἁβραὰμ οὐκ ἐποίησε», καὶ τούτους ἀσεβοῦντας καὶ ψευδομένους ἡ αὐτὴ πάλιν ἀλήθεια διελέγξει, ὅτι τὰ Ἀρείου Διονύσιος ὁ ἐπίσκοπος οὔτ᾽ ἐφρόνησεν οὔτε τὴν ἀλήθειαν ἠγνόησεν. ἀλλὰ καὶ οἱ τότε Ἰουδαῖοι καὶ οἱ νέοι νῦν παρὰ τοῦ πατρὸς ἑαυτῶν τοῦ διαβόλου τὴν χριστομάχον ἐκληρώσαντο μανίαν. μέγα μὲν οὖν τεκμήριον τοῦ μηδὲ τοῦτο λέγειν αὐτοὺς ἀληθές, ἀλλὰ τὸν ἄνδρα συκοφαντεῖν, ὅτι μήτε παρ᾽ ἑτέρων ἐπισκόπων ἐπ᾽ ἀσεβείᾳ καταγνωσθεὶς ἀπεβλήθη τῆς ἐπισκοπῆς ὥσπερ οὗτοι τοῦ κλήρου μήτε αὐτὸς ὡς αἵρεσιν ἐκδικῶν ἐξῆλθε τῆς ἐκκλησίας, ἀλλ᾽ ἐν αὐτῇ κεκοίμηται καλῶς καὶ ἡ μνήμη μέχρι νῦν αὐτοῦ μετὰ τῶν πατέρων ἐστὶ καὶ γέγραπται. εἰ γὰρ ἦν τὰ τούτων φρονήσας ἢ περὶ ὧν ἔγραψε μὴ ἦν ἀπολογησάμενος, οὐκ ἦν ἀμφίβολον, ὅτι πάντως τὰ αὐτὰ καὶ αὐτὸς αὐτοῖς ἐπεπόνθει.