Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς Διονυσίου γνώμης

Μέγας Αθανάσιος

Ερμηνεία των επίμαχων όρων και θεολογικές αναλογίες

Διευκρινίζεται ότι οι εκφράσεις περί κτίσεως αναφέρονται στην ένσαρκη οικονομία του Λόγου. Παράλληλα, αναλύονται οι θεολογικές αναλογίες που επιβεβαιώνουν την άκτιστη φύση και συναιδιότητά Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 5

μάλιστα ὅτι οὐδὲ ἐκ παρέργου ταῦτα λέγων φαίνεται, ἀλλὰ πρότερον ἄλλας ἐπιστολὰς γράψας τοὺς μὲν κατειρηκότας αὐτοῦ ὡς μὴ λέγοντος ὁμοούσιον τὸν υἱὸν τῷ πατρὶ διελέγχει ψευδομένους, τοὺς δὲ νομίζοντας αὐτὸν λέγειν γενητὸν τὸν λόγον παρακρούεται, ὅτι μὴ οὕτως ὡς νομίζουσιν ἐφρόνησεν, ἀλλ᾽ εἰ καὶ τὰς λέξεις εἴρηκε, διὰ τοῦτό φησιν εἰρηκέναι πρὸς τὸ μόνον δεῖξαι, ὅτι μὴ ὁ πατήρ ἐστιν ἀλλ᾽ ὁ υἱὸς ὁ τὸ γενητὸν καὶ κτιστὸν καὶ ποιητὸν ἐνδυσάμενος σῶμα· διὸ καὶ γεγενῆσθαι καὶ πεποιῆσθαι καὶ ἐκτίσθαι λέγεται ὁ υἱός.

Ἀμέλει ἐπειδὴ προελήφθη γράψαι τὰς τοιαύτας λέξεις, τοῖς μὲν Ἀρειανοῖς μακρὰ φράζει χαίρειν, παρὰ δὲ τῶν ἀκουόντων συνείδησιν ἀγαθὴν ἀπαιτεῖ τὸ δυσχερὲς ἢ τάχα καὶ τὸ ἀπερίδρακτον τῶν ζητουμένων προβαλλόμενος, ἵνα μὴ τὰς λέξεις ἀλλὰ τὴν διάνοιαν τοῦ γράφοντος κρίνωσι, καὶ μάλισθ᾽ ὅταν τὰ πλεῖστα μαρτυρῇ τῇ τούτου φρονήσει. ἔφησε γοῦν καὶ αὐτὸς ὅτι ‘τῶν μὲν τοιούτων ὡς ἀχρειοτέρων ἐξ ἐπιδρομῆς εἶπον τὰ παραδείγματα τὸ φυτὸν καὶ τὸν γεωργόν· τοῖς δὲ προσφυεστέροις ἐνδιέτριψα καὶ πλέον διεξῆλθον περὶ τῶν ἀληθεστέρων’. ὁ δὲ τοῦτο λέγων δείκνυσιν ἀληθέστερον εἶναι τὸ λέγειν ἀίδιον καὶ ἐκ τοῦ πατρὸς τὸν υἱὸν ἤπερ γενητόν. ἐκ τούτου μὲν γὰρ τὸ σωματικὸν τοῦ κυρίου σημαίνεται, ἐξ ἐκείνων δὲ τὸ ἀίδιον τῆς θεότητος αὐτοῦ. ἐν τούτοις γοῦν καὶ ἠλέγχθαι παρ᾽ αὐτοῦ τοὺς ἐγκαλέσαντας, ὡς μὴ λέγοντος αὐτοῦ ὁμοούσιον τοῦ πατρός, διαβεβαιοῦται οὐχ ἁπλῶς, ἀλλὰ μετὰ φρονήσεως καὶ ἀποδείξεως ἀληθοῦς λέγων· ‘εἰ καὶ μὴ τὴν λέξιν ταύτην εὗρον ἐν ταῖς γραφαῖς, ἀλλ᾽ ἐξ αὐτῶν τῶν γραφῶν τὸν νοῦν συναγαγών, ἔγνων ὅτι υἱὸς ὢν καὶ λόγος οὐ ξένος ἂν εἴη τῆς οὐσίας τοῦ πατρός’.

ὅτι γὰρ οὐ κτίσμα οὐδὲ ποίημα φρονεῖ τὸν υἱὸν εἶναι (καὶ γὰρ καὶ ἐν τούτῳ τεθρυλήκασιν αὐτόν), οὕτως ἐν τῷ δευτέρῳ βιβλίῳ φησίν· «ἐὰν δέ τις τῶν συκοφαντῶν, ἐπειδὴ τῶν »ἁπάντων ποιητὴν τὸν θεὸν καὶ δημιουργὸν εἶπον, οἴηταί με καὶ τοῦ Χριστοῦ λέγειν, «ἀκουσάτω μου πρότερον πατέρα φήσαντος αὐτόν, ἐν ᾧ καὶ ὁ υἱὸς προσγέγραπται. »μετὰ γὰρ τὸ εἰπεῖν πατέρα ποιητὴν ἐπαγήοχα· καὶ οὔτε πατήρ ἐστιν ὢν ποιητής, «εἰ κυρίως ὁ γεννήσας πατὴρ ἀκούοιτο (τὴν γὰρ πλατύτητα τῆς τοῦ πατρὸς προσηγορίας» ἐν τοῖς ἑξῆς ἐπεξεργασόμεθα), οὔτε ποιητὴς ὁ πατήρ, εἰ μόνος ὁ χειροτέχνης «ποιητὴς λέγοιτο. παρ᾽ Ἕλλησι γὰρ ποιηταὶ καὶ τῶν ἰδίων καλοῦνται λόγων οἱ σοφοί· »καὶ ποιητὰς ὁ ἀπόστολος εἶπε νόμου· καὶ τῶν ἐγκαρδίων γὰρ ἀρετῆς ἢ κακίας ποιηταὶ «καθίστανται, ὡς εἶπεν ὁ θεός· ‹ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν›».

Ἔστιν ἀληθῶς ἀκούοντα ταῦτα μνησθῆναι τοῦ θείου λογίου λέγοντος· «οὗ ἐὰν στραφῇ ὁ ἀσεβής, ἀφανίζεται». ἰδοὺ γὰρ ποικίλως στρεφόμενοι καθ᾽ ἑκάστην οἱ δυσσεβεῖς ἀφανίζονται μὴ ἔχοντες μηδὲ εἰς τοῦτο πρόφασιν περὶ Διονυσίου. φανερῶς μὲν γὰρ διδάσκει μὴ εἶναι ποίημα μηδὲ κτίσμα τὸν υἱόν. αἰτιᾶται δὲ καὶ θεραπεύει τοὺς διαβάλλοντας αὐτὸν ὡς εἰπόντα ποιητὴν τὸν θεόν, ὅτι μὴ συνεῖδον εἰπόντα αὐτὸν πρότερον πατέρα τὸν θεόν, ἐν ᾧ καὶ ὁ υἱὸς προσγέγραπται. τοῦτο δὲ λέγων δείκνυσι μὴ εἶναι τῶν ποιημάτων τὸν υἱόν, μηδὲ ποιητὴν ἀλλὰ πατέρα τοῦ ἰδίου λόγου τὸν θεὸν εἶναι. καὶ ἐπειδὴ ἀσυνειδήτως τινὲς ἐπήγαγον αὐτῷ, ὅτι ποιητὴν εἶπε τὸν θεὸν τοῦ Χριστοῦ, διὰ τοῦτο ποικίλως ἀπολογούμενός φησι μηδ᾽ οὕτως ἐπιλήψιμον εἶναι τὸν λόγον. εἰρηκέναι γὰρ ποιητήν φησι διὰ τὴν σάρκα, ἣν ἀνέλαβε γενητὴν οὖσαν αὐτὴν ὁ λόγος. εἰ δὲ καὶ περὶ τοῦ λόγου τις ὑπονοήσοι τοῦτο λελέχθαι, καὶ οὕτως ἔπρεπεν αὐτοὺς ἀφιλονείκως ἀκοῦσαι· «ὡς γὰρ οὐ ποίημα φρονῶ τὸν λόγον, καὶ οὐ ποιητὴν »ἀλλὰ πατέρα τὸν θεὸν αὐτοῦ λέγω. κἂν ἐξ ἐπιδρομῆς εἴπω ποιητὴν τὸν θεὸν «διηγούμενος περὶ τοῦ υἱοῦ, ἀλλὰ καὶ οὕτως ἀπολογήσασθαι δυνατόν. ποιητὰς γὰρ τῶν ἰδίων »λόγων Ἑλλήνων μὲν οἱ σοφοί φασι καίτοι πατέρας ἑαυτοὺς ὄντας τῶν ἰδίων λόγων. «

ἡ δὲ θεία γραφὴ καὶ τῶν ἀπὸ καρδίας κινημάτων ποιητὰς ἡμᾶς διαγορεύει, ποιητὰς »νόμου καὶ κρίσεως καὶ δικαιοσύνης λέγουσα.» ὥστε πανταχόθεν τὸν μὲν υἱὸν μὴ εἶναι κτίσμα μηδὲ ποίημα, ἑαυτὸν δὲ ἀλλότριον τῆς ἀρειανῆς κακοδοξίας ἀποδείκνυσι.

Μὴ γὰρ δή τις Ἀρειανὸς μηδὲ ἐν τούτῳ ὑπονοείτω κατ᾽ αὐτοῦ ὡς οὕτως λέγοντος· σύνεστιν ὁ υἱὸς τῷ πατρί, ὡς τὰ μὲν ὀνόματα συνῆφθαι ἀλλήλοις, τὰ δὲ πράγματα πλεῖστον ἀλλήλων διεστάναι, καὶ μὴ ἀεὶ μὲν συνεῖναι τὸν υἱὸν τῷ πατρί, ἀφ᾽ οὗ δὲ γέγονεν ὁ υἱός, ἐξ ἐκείνου καὶ πατέρα τὸν θεὸν εἰρῆσθαι καὶ λοιπὸν αὐτῷ συνεῖναι, ὥσπερ καὶ ἐπ᾽ ἀνθρώπων τοῦτο γίνεται. ἀλλ᾽ ἐνθυμείσθω καὶ μνημονευέτω τῶν προειρημένων καὶ ὄψεται Διονυσίου τὴν πίστιν ὀρθήν. λέγων γάρ· ‘οὐ γὰρ ἦν ὅτε ὁ θεὸς οὐκ ἦν πατήρ’, καὶ πάλιν· ‘ὁ δέ γε θεὸς αἰώνιόν ἐστι φῶς οὔτε ἀρξάμενον οὔτε λῆξόν ποτε· οὐκοῦν αἰώνιον πρόκειται καὶ σύνεστιν αὐτῷ τὸ ἀπαύγασμα, ἄναρχον καὶ ἀειγενές, προφαινόμενον αὐτοῦ’· ἐχρῆν μηδένα τὸ σύνολον ὑπονοεῖν τινα τοιαῦτα κατ᾽ αὐτοῦ. καὶ τὰ παραδείγματα δὲ τῆς πηγῆς καὶ τοῦ ποταμοῦ καὶ τῆς ῥίζης καὶ τοῦ βλαστοῦ καὶ τοῦ πνεύματος καὶ τῆς ἀτμίδος καταισχύνει τοὺς χριστομάχους τἀναντία θρυλοῦντας κατ᾽ αὐτοῦ.

Ἐπειδὴ δὲ πρὸς πᾶσι τοῖς ἑαυτοῦ κακοῖς ὁ Ἄρειος καὶ τοῦτο συμπεφόρηκεν ἑαυτῷ ῥημάτιον ὡς ἐκ κοπρίας καὶ προστίθησιν, ὡς ἄρα ‘ὁ λόγος οὐκ ἔστιν ἴδιος τοῦ πατρός, ἀλλ᾽ ἄλλος μέν ἐστιν ὁ ἐν τῷ θεῷ λόγος, οὗτος δὲ ὁ κύριος ξένος μὲν καὶ ἀλλότριός ἐστι τῆς τοῦ πατρὸς οὐσίας, κατ᾽ ἐπίνοιαν δὲ μόνον λέγεται λόγος καὶ οὐκ ἔστι μὲν κατὰ φύσιν καὶ ἀληθινὸς τοῦ θεοῦ υἱός, κατὰ θέσιν δὲ λέγεται καὶ οὗτος υἱὸς ὡς κτίσμα’, καὶ τοιαῦτα λέγων αὐχεῖ παρὰ τοῖς ἀγνοοῦσιν ὡς καὶ ἐν τούτοις ἔχων ὁμόδοξον τὸν Διονύσιον, ὅρα καὶ τὴν περὶ τούτων πίστιν τοῦ Διονυσίου καὶ πῶς μάχεται ταῖς τοιαύταις Ἀρείου κακονοίαις. γράφει γὰρ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ οὕτως· «προείρηται μὲν οὖν, ὅτι »πηγὴ τῶν ἀγαθῶν ἁπάντων ἐστὶν ὁ θεός· ποταμὸς δὲ ὑπ᾽ αὐτοῦ προχεόμενος ὁ υἱὸς «ἀναγέγραπται. ἀπόρροια γὰρ νοῦ λόγος καί, ὡς ἐπ᾽ ἀνθρώπων εἰπεῖν, ἀπὸ καρδίας »διὰ στόματος ἐξοχετεύεται, ἕτερος γινόμενος τοῦ ἐν καρδίᾳ λόγου ὁ διὰ γλώσσης νοῦς «προπηδῶν. ὁ μὲν γὰρ ἔμεινε προπέμψας καὶ ἔστιν οἷος ἦν, ὁ δὲ ἐξέπτη προπεμφθεὶς »καὶ φέρεται πανταχοῦ· καὶ οὕτως ἐστὶν ἑκάτερος ἐν ἑκατέρῳ ἕτερος ὢν θατέρου, καὶ «ἕν εἰσιν ὄντες δύο. οὕτω γὰρ καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς ἓν καὶ ἐν ἀλλήλοις ἐλέχθησαν εἶναι.»

ἐν δὲ τῷ τετάρτῳ βιβλίῳ οὕτως λέγει· «ὡς γὰρ ὁ ἡμέτερος νοῦς ἐρεύγεται μὲν ἀφ᾽ ἑαυτοῦ »τὸν λόγον, ὡς εἶπεν ὁ προφήτης· ‘ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν’, καὶ ἔστι «μὲν ἑκάτερος ἕτερος θατέρου, ἴδιον καὶ τοῦ λοιποῦ κεχωρισμένον εἰληχὼς τόπον, ὁ μὲν »ἐν τῇ καρδίᾳ, ὁ δὲ ἐπὶ τῆς γλώττης καὶ τοῦ στόματος οἰκῶν τε καὶ κινούμενος· οὐ μὴν «διεστήκασιν οὐδὲ καθάπαξ ἀλλήλων στέρονται οὐδέ ἐστιν οὔτε ὁ νοῦς ἄλογος οὔτε »ἄνους ὁ λόγος, ἀλλ᾽ ὅ γε νοῦς ποιεῖ τὸν λόγον ἐν αὐτῷ φανεὶς καὶ ὁ λόγος δείκνυσι τὸν «νοῦν ἐν αὐτῷ γενόμενος, καὶ ὁ μὲν νοῦς ἐστιν οἷον λόγος ἐγκείμενος, ὁ δὲ λόγος νοῦς »προπηδῶν. καὶ μεθίσταται μὲν ὁ νοῦς εἰς τὸν λόγον, ὁ δὲ λόγος τὸν νοῦν εἰς τοὺς «ἀκροατὰς ἐγκυκλεῖ. καὶ οὕτως ὁ νοῦς διὰ τοῦ λόγου ταῖς τῶν ἀκουόντων ψυχαῖς ἐνιδρύεται» συνεισιὼν τῷ λόγῳ· καὶ ἔστιν ὁ μὲν οἷον πατὴρ ὁ νοῦς τοῦ λόγου ὢν ἐφ᾽ ἑαυτοῦ, «ὁ δὲ καθάπερ υἱὸς ὁ λόγος τοῦ νοῦ, πρὸ ἐκείνου μὲν ἀδύνατον ἀλλ᾽ οὐδὲ ἔξωθέν »ποθεν σὺν ἐκείνῳ γενόμενος, βλαστήσας δὲ ἀπ᾽ αὐτοῦ. οὕτως ὁ πατήρ, ὁ μέγιστος καὶ «καθόλου νοῦς, πρῶτον τὸν υἱὸν λόγον ἑρμηνέα 〈καὶ〉 ἄγγελον ἑαυτοῦ, ἔχει».