Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς Διονυσίου γνώμης

Μέγας Αθανάσιος

Τελική ανασκευή των αρειανικών θέσεων και συμπεράσματα

Συνολική αποτίμηση της ορθόδοξης πίστης του Διονυσίου. Ο Αθανάσιος ανασκευάζει οριστικά τα επιχειρήματα του Αρείου και καταλήγει με δριμεία κριτική και έκκληση για μετάνοια των αιρετικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 5

Τούτων ἢ οὐκ ἤκουσέ ποτε Ἄρειος ἢ ἀκούσας οὐκ ἐνόησεν ὁ ἀμαθής. οὐκ ἂν γάρ, εἴπερ ἦν νοήσας, κατεψεύδετο τοσοῦτον κατὰ τοῦ ἐπισκόπου, ἀλλὰ πάντως καὶ αὐτὸν ὡς ἡμᾶς ἐλοιδόρει διὰ τὸ πρὸς τὴν ἀλήθειαν μῖσος. χριστομάχος γὰρ ὢν οὐκ ὀκνήσει καὶ τοὺς τὰ Χριστοῦ φρονοῦντας διώκειν, ὡς αὐτὸς ὁ κύριος προείρηκεν· «εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν.» ἢ εἰ νομίζουσιν οἱ προστάται τῆς ἀσεβείας ὁμόφρονα τὸν Διονύσιον ἑαυτοῖς εἶναι, γραψάτωσαν ταῦτα καὶ ὁμολογείτωσαν· γραψάτωσαν τὴν ἄμπελον καὶ τὸν γεωργόν, τὸ σκάφος καὶ τὸν ναυπηγόν, καὶ ἅμα ὁμολογείτωσαν καὶ ἅπερ εἶπεν ἀπολογούμενος τὸ ὁμοούσιον καὶ τὸ ἐκ τῆς οὐσίας εἶναι τὸν υἱὸν καὶ τὸ ἀίδιον καὶ τὸν νοῦν πρὸς τὸν λόγον τήν τε πηγὴν καὶ τὸν ποταμὸν καὶ τὰ ἄλλα, ἵνα κἂν ἐκ τῆς διαφορᾶς γνῶσιν, πῶς ἐκεῖνα μὲν κατ᾽ οἰκονομίαν, ταῦτα δὲ ὡς ὁ τῆς εὐσεβοῦς πίστεως βούλεται λόγος εἴρηκε, καὶ λοιπὸν ταῦτα λέγοντες ἀναιρῶσιν ἅπερ κατ᾽ αὐτῶν τούτων ἐφρόνησαν. τί γὰρ κἂν ἐγγὺς ἔχει τῶν Ἀρείου κακῶν ἡ Διονυσίου πίστις; οὐχ ὁ μὲν Ἄρειος κατ᾽ ἐπίνοιαν λέγει τὸν λόγον, ὁ δὲ Διονύσιος ἀληθινὸν καὶ φύσει λόγον τοῦ θεοῦ; καὶ ὁ μὲν ἀποξενοῖ τὸν λόγον ἀπὸ τοῦ πατρός, ὁ δὲ ἴδιον καὶ ἀδιαίρετον τῆς τοῦ πατρὸς οὐσίας αὐτὸν εἶναι διδάσκει, ὡς ἔστιν ὁ λόγος πρὸς τὸν νοῦν καὶ ποταμὸς πρὸς τὴν πηγήν.

εἰ μὲν οὖν διαιρεῖν καὶ ἀποξενοῦν τὸν λόγον καὶ τὸν νοῦν τις δύναται ἢ τὸν ποταμὸν καὶ τὴν πηγὴν μερίσαι καὶ τειχίσας διελεῖν ἢ τὸν ποταμὸν ἑτεροούσιον εἰπεῖν πρὸς τὴν πηγὴν καὶ ξένον τὸ ὕδωρ δεῖξαι ἢ τὸ ἀπαύγασμα τολμᾷ διελεῖν ἀπὸ τοῦ φωτὸς καὶ εἰπεῖν ἐξ ἑτέρας οὐσίας εἶναι τὸ ἀπαύγασμα καὶ μὴ ἐκ τοῦ φωτός, μαινέσθω μετὰ Ἀρείου. ὁ γὰρ τοιοῦτος μηδὲ νοῦν ἀνθρώπινον ἔχων ἔτι φανήσεται. εἰ δὲ ἀδιαίρετα ταῦτα οἶδεν ἡ φύσις καὶ τὸ τούτων γέννημα ἴδιον, μήτε τὰ Ἀρείου τις ἔτι λοιπὸν φρονείτω μήτε Διονύσιον διαβαλλέτω, ἀλλὰ καὶ μᾶλλον ἐκ τούτων αὐτοῦ θαυμαζέτω τήν τε τοῦ λόγου λευκότητα καὶ τὴν τῆς πίστεως ὀρθότητα.

Ὅτι γὰρ πρὸς τὴν μανίαν Ἀρείου λέγοντος ἄλλον εἶναι τὸν ἐν τῷ θεῷ λόγον καὶ ἄλλον, περὶ οὗ φησιν ὁ Ἰωάννης· «ἐν ἀρχῇ ἦν ὁ λόγος», καὶ ἄλλην μὲν ἰδίαν σοφίαν εἶναι ἐν τῷ θεῷ, ἄλλην δὲ περὶ ἧς φησιν ὁ ἀπόστολος «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία», πάλιν ὁ Διονύσιος ἀνθίσταται καὶ διαβάλλει τὴν τοιαύτην κακοδοξίαν, ὅρα πάλιν πῶς ἐν τῷ δευτέρῳ γράφει περὶ τούτων οὕτως· «‹ἐν ἀρχῇ ἦν ὁ λόγος›· ἀλλ᾽ οὐκ »ἦν λόγος ὁ τὸν λόγον προέμενος· ‹ἦν γὰρ ὁ λόγος πρὸς τὸν θεόν›. ‹σοφία γεγέννηται› «ὁ κύριος· οὐκ ἦν οὖν σοφία ὁ τὴν σοφίαν ἀνείς· ‹ἐγὼ γὰρ ἤμην, φησίν, ᾗ προσέχαιρεν›». ἀλήθειά ἐστιν ὁ Χριστός· ‹εὐλογητὸς δέ›, φησίν, ‹ὁ θεὸς τῆς ἀληθείας›.» ἐνταῦθα καὶ Σαβέλλιον καὶ Ἄρειον ἀνατρέπει καὶ ἀμφοτέρας τὰς αἱρέσεις ἴσας ἐν ἀσεβείᾳ δείκνυσιν. οὔτε γὰρ λόγος ἐστὶν ὁ τοῦ λόγου πατὴρ οὔτε ποίημά ἐστι τὸ ἐκ τοῦ πατρός, ἀλλὰ ἴδιον τῆς οὐσίας αὐτοῦ γέννημα, πάλιν τε οὐκ ἔστι πατὴρ ὁ προελθὼν λόγος οὐδὲ πάλιν ἐκ πολλῶν εἷς ἐστιν οὗτος λόγος, ἀλλὰ μόνος ἐστὶ τοῦ πατρὸς υἱός, ἀληθινὸς καὶ φύσει γνήσιος, ὁ καὶ νῦν ὢν ἐν αὐτῷ καὶ ἀιδίως καὶ ἀδιαιρέτως ὢν ἐξ αὐτοῦ. οὕτω καὶ σοφία καὶ ἀλήθειά ἐστιν ὁ κύριος καὶ οὐκ ἔστιν ἄλλης σοφίας δεύτερος, ἀλλὰ μόνος οὗτός ἐστι, δι᾽ οὗ τὰ πάντα πεποίηκεν ὁ πατήρ.

καὶ ἐν αὐτῷ συνεστήσατο τῶν γενητῶν τὰς ποικίλας οὐσίας, δι᾽ αὐτοῦ τε γνωρίζεται, οἷς ἂν ἐθέλῃ, καὶ ἐν αὐτῷ τὴν τῶν πάντων πρόνοιαν ποιεῖται καὶ ἐργάζεται. μόνον γὰρ τοῦτον οἶδε τοῦ θεοῦ λόγον καὶ Διονύσιος. αὕτη τοῦ Διονυσίου ἡ πίστις· ὀλίγα γὰρ ἐκ τῶν ἐπιστολῶν αὐτοῦ συναγαγὼν ἔγραψα δυνάμενα παρασχεῖν σοὶ μὲν ἀφορμὴν εἰς τὸ πλείονα προστιθέναι, τοῖς δὲ Ἀρειανοῖς μεγίστην αἰσχύνην διὰ τὴν κατὰ τοῦ ἐπισκόπου συκοφαντίαν. ἐν πᾶσι γὰρ καὶ καθ᾽ ἕκαστον, δι᾽ ὧν ἔγραψεν, ἤλεγξεν αὐτῶν τὴν κακοφροσύνην καὶ τὴν αἵρεσιν αὐτῶν ἐστηλίτευσεν.

Οὐκοῦν ἀπὸ τούτων δείκνυται καὶ ἡ πρὸς Εὐφράνορα καὶ Ἀμμώνιον ἐπιστολὴ οὐ φαύλῃ διανοίᾳ, ἀλλὰ κατ᾽ οἰκονομίαν γραφεῖσα παρ᾽ αὐτοῦ· τοῦτο γὰρ καὶ ἡ ἀπολογία αὐτοῦ δείκνυσι. καὶ ἔστιν ἀληθῶς τύπος οὗτος πιθανὸς πρὸς ἀνατροπὴν τῆς Σαβελλίου μανίας, ὥστε τὸν βουλόμενον ταχέως διελέγχειν τοὺς τοιούτους μὴ ἀπὸ τῶν σημαινόντων τὴν θεότητα τοῦ λόγου ποιεῖσθαι τὴν ἀρχήν (ὅτι λόγος καὶ σοφία καὶ δύναμίς ἐστιν ὁ υἱός, καὶ ὅτι «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», ἵνα μὴ τὰ καλῶς εἰρημένα παρεξηγούμενοι ἐκεῖνοι πρόφασιν τῆς ἀναισχύντου φιλονεικίας ἑαυτῶν τὰ τοιαῦτα πορίσωνται ἀκούοντες, ὅτι «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καὶ· «ὁ ἐμὲ ἑωρακώς, ἑώρακε τὸν πατέρα»), ἀλλὰ τὰ ἀνθρωπίνως εἰρημένα περὶ τοῦ σωτῆρος προβάλλειν, ὥσπερ αὐτὸς πεποίηκεν, οἷά ἐστι τὸ πεινῆν, τὸ κοπιᾶν καὶ ὅτι ἄμπελος καὶ ηὔχετο καὶ πέπονθεν. ὅσῳ γὰρ ταῦτα ταπεινὰ λέγεται, τοσούτῳ δείκνυται μὴ ὁ πατὴρ γενόμενος ἄνθρωπος. ἀνάγκη γὰρ καὶ ἀμπέλου λεγομένου τοῦ κυρίου εἶναι καὶ γεωργὸν καὶ εὐχομένου αὐτοῦ εἶναι τὸν ὑπακούοντα καὶ αἰτοῦντος αὐτοῦ εἶναι τὸν διδοῦντα. τὰ δὲ τοιαῦτα μᾶλλον εὐκολώτερον τὴν τῶν Σαβελλιανῶν μανίαν δείκνυσιν, ὅτι ἕτερος ὁ εὐχόμενος, ἕτερος ὁ ὑπακούων καὶ ἄλλος ἡ ἄμπελος καὶ ἄλλος ὁ γεωργός. ὅσα γὰρ ὡς ἀποξενοῦντα τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς λέγεται ῥητά, ταῦτα διὰ τὴν σάρκα, ἣν δι᾽ ἡμᾶς ἐφόρεσε, λέγεται περὶ αὐτοῦ.

ξένα γὰρ τὰ γενητὰ κατὰ φύσιν ἐστὶ τοῦ θεοῦ. διὰ τοῦτο γοῦν ἐπειδὴ τῆς σαρκὸς γενητῆς οὔσης γέγονεν, ὡς ὁ Ἰωάννης φησίν, ὁ λόγος σάρξ, καίτοι κατὰ φύσιν ἴδιος καὶ ἀδιαίρετος ὢν τοῦ πατρός, ὅμως δι᾽ αὐτὴν λέγεται καὶ ὁ πατὴρ μακρὰν ἀπ᾽ αὐτοῦ. τὰ γὰρ τῆς σαρκὸς ἴδια αὐτὸς ἀνέχεται περὶ αὐτοῦ λέγεσθαι, ἵνα δειχθῇ ὅτι οὐκ ἄλλου ἀλλ᾽ αὐτοῦ ἦν ἴδιον τὸ σῶμα. τοιαύτης δὲ τῆς διανοίας οὔσης ταχύτερον ἐλεγχθήσεται Σαβέλλιος, ὅτι μή ἐστιν ὁ πατὴρ ὁ γενόμενος σάρξ, ἀλλ᾽ ὁ τούτου λόγος ὁ καὶ ταύτην λυτρούμενος καὶ προσάγων τῷ πατρί. οὕτω δὲ διελέγξας καὶ πείσας λοιπὸν καὶ περὶ τῆς τοῦ λόγου θεότητος ἑτοιμότερον διδάξει, ὅτι ὁ λόγος καὶ σοφία, υἱὸς καὶ δύναμις, ἀπαύγασμα, χαρακτήρ. ἀνάγκη γὰρ καὶ ἐνταῦθα πάλιν νοεῖν, ὅτι τοῦ λόγου ὄντος εἶναι δεῖ καὶ τὸν πατέρα τοῦ λόγου καὶ σοφίας οὔσης εἶναι καὶ τὸν ταύτης γονέα καὶ ἀπαυγάσματος ὄντος εἶναι καὶ τὸ φῶς, καὶ οὕτως εἶναι τὸν υἱὸν καὶ τὸν πατέρα ἕν.

Ταῦτα Διονύσιος εἰδὼς ἔγραψε καὶ ἐν ἐκείνοις μὲν Σαβέλλιον ἐφίμωσεν, ἐν τούτοις δὲ τὴν ἀρειανὴν αἵρεσιν κατέστρεψε. καὶ γὰρ ὥσπερ ἀνατρέπει Σαβέλλιον τὰ ἀνθρώπινα τοῦ σωτῆρος, οὕτω καὶ πρὸς τοὺς Ἀρειομανίτας οὐκ ἀπὸ τῶν ἀνθρωπίνων, ἀλλ᾽ ἀπὸ τῶν σημαινόντων τὴν θεότητα τοῦ λόγου ποιεῖσθαι χρὴ τοὺς κατ᾽ αὐτῶν ἐλέγχους, ἵνα μὴ καὶ οὗτοι τὰ διὰ τὸ σῶμα λεχθέντα περὶ τοῦ κυρίου παρεξηγούμενοι νομίσωσι τοιοῦτον εἶναι τὸν λόγον, οἷοί ἐσμεν ἡμεῖς οἱ ἄνθρωποι, καὶ λοιπὸν ἐπιμείνωσι τῇ ἑαυτῶν μανίᾳ. ἂν δὲ διδαχθῶσιν καὶ οὗτοι περὶ τῆς θεότητος, καταγνώσονται μὲν τῆς ἑαυτῶν κακονοίας, εὐκολώτερον δὲ μαθόντες, ὅτι ὁ λόγος σὰρξ ἐγένετο, διακρινοῦσι λοιπὸν καὶ οὗτοι τὰ ἀνθρώπινα καὶ τὰ τῇ θεότητι ἁρμόζοντα. τούτων δὲ οὕτως ἐχόντων καὶ Διονυσίου τοῦ ἐπισκόπου δειχθέντος ἐξ ὧν ἔγραψεν εὐσεβοῦς, τί ποιήσουσι λοιπὸν οἱ Ἀρειομανῖται; τίνος ἄρα πάλιν ἐλεγχθέντες ἀπὸ τούτων καταψεύσονται; ἀνάγκη γὰρ αὐτοὺς ἐκπεσόντας ἀπὸ τοῦ θεμελίου τῶν ἀποστόλων καὶ εὐσάλευτον ἔχοντας τὴν διάνοιαν ζητεῖν ἔρεισμα καὶ μὴ εὑρίσκοντας καταψεύδεσθαι λοιπὸν τῶν πατέρων. ἀλλ᾽ οὐδεὶς αὐτοῖς ἔτι πιστεύσει, κἂν βιάσωνται συκοφαντεῖν. κατεγνώσθη γὰρ ἡ αἵρεσις παρὰ πᾶσιν, εἰ μὴ ἄρα περὶ τοῦ διαβόλου λοιπὸν φθέγξονται· αὐτὸς γὰρ μόνος ἐστὶν αὐτοῖς σύμφωνος, μᾶλλον δὲ αὐτός ἐστιν αὐτοῖς ὁ καὶ τὴν αἵρεσιν ὑποβάλλων.

τίς οὖν ἔτι τούτους, ὧν ὁ διάβολός ἐστι καθηγεμών, Χριστιανοὺς ὀνομάσειε καὶ μὴ μᾶλλον διαβολικούς; ἵνα μὴ μόνον χριστομάχοι ἀλλὰ καὶ διαβολικοὶ καλῶνται, εἰ μὴ ἄρα μεταβάλωνται καὶ ἣν μὲν ἐπενόησαν ἀσέβειαν ἀρνήσωνται, τὴν δὲ ἀλήθειαν ἐπιγνῶσι. τοῦτο γὰρ αὐτοὺς μὲν ὠφελήσει, ἡμᾶς δὲ πρέπει περὶ πάντων τῶν πεπλανημένων οὕτως εὔχεσθαι.