Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως κατὰ Ἀπολιναρίου

Μέγας Αθανάσιος

Προοίμιο και σκοπός της συγγραφής

Εισαγωγή στους λόγους συγγραφής του έργου και τονισμός της αναγκαιότητας προστασίας της πίστεως από τις καινοφανείς αιρετικές διδασκαλίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 8

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΠΕΡΙ ΣΑΡΚΩΣΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΚΑΤΑ ΑΠΟΛΛΙΝΑΡΙΟΥ ΛΟΓΟΣ ΠΡΩΤΟΣ. Ὁ μὲν τρόπος τοῦ εὐσεβοῦς ὁ ἄκοπος, τὸ σιωπῇ σέβειν τὸ πᾶν, ἀγαπητὲ, καὶ εὐχαρίστοις βοαῖς ἀνυμνεῖν τὸν εὐεργέτην Θεὸν, κατὰ τὴν ῥῆσιν τῆς Γραφῆς τὴν λέγουσαν· Καθήσεται κατὰ μόνας, καὶ σιωπήσεται, καὶ ἡσυχάσει, καὶ πράξει τὰ ἴδια· τὸ δὲ, κατὰ μόνας, καὶ, τὰ ἴδια, τουτέστι τὴν ἰδίαν ἀναστροφὴν ἐν κρίσει τίθεσθαι, καὶ τὴν ἐντολὴν τοῦ Θεοῦ ἐν φροντίδι. Ἀλλ᾽ ἐπειδὴ, κόπωσιν βαρυτάτην συνειδὼς ἐν τοῖς τὰ αὐτὰ λέγειν δοκοῦσιν, ἠρώτησας περὶ τῆς ἐν ἡμῖν πίστεως, καὶ τίς ἡ αἰτίασις τῶν ὀρθῶς φρονεῖν νομιζόντων, οἵτινες ἀμετρίᾳ πολλῇ τὰ ἄθεσμα φθεγγόμενοι οὐ δεδοίκασιν· οἷς ἀπαχθέντες οἱ ἀστήρικτοι τῇ πίστει, πλανώμενοι οὐ συνιᾶσιν· εἰ γὰρ ἐστηριγμένοι ἐν τῇ πίστει ἐτύγχανον, οὐκ ἂν τοιούτοις ῥήμασι συνεπείσθησαν.

Σχολαζούσης δὲ αὐτῶν τῆς διανοίας, δεκτικοὶ γεγόνασι τῶν τοιούτων παραδόσεων· ἐξ ὧν ἀναβλαστάνει ἀμετρίας τῦφος, καὶ κακίας πλῆθος. Ἀβλεπτοῦντες δὲ ἐκ τοῦ μίσους, παροδεύουσι τῶν προφητῶν τὰ μηνύματα, καὶ τῶν ἀποστόλων τὰ διδάγματα, καὶ τῶν Πατέρων τὰ παραγγέλματα, καὶ αὐτὰς δὴ τὰς ἐναποδείκτους τοῦ Δεσπότου φωνάς. Οἷς ἐπάγειν κατὰ δύναμιν τὸν ἔλεγχον ἐπάναγκες· ἵνα, ἤ τινες αὐτῶν ἀνανήψαντες διαβλέψωσιν, ἢ ἄλλους ἀπατᾷν μὴ δύνωνται, κατάληψιν εὐκρινεστάτην περὶ Χριστοῦ ὑπισχνούμενοι, μὴ νοοῦντες, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.