Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως κατὰ Ἀπολιναρίου

Μέγας Αθανάσιος

Ανακεφαλαίωση της χριστολογικής διδασκαλίας και τελική προτροπή

Ολοκλήρωση της επιχειρηματολογίας κατά της απουσίας ανθρώπινου νου. Συνοπτική καταδίκη των αιρετικών σοφισμάτων και αυστηρή σύσταση για προσήλωση στην ευαγγελική και αποστολική παράδοση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 8

Πῶς οὖν τὸν δημιουργὸν τῶν λογικῶν φύσεων Λόγον λέγετε, σάρκα ἑαυτῷ συγκεράσαντα, λογικὸν ἄνθρωπον γεγονέναι; καὶ πῶς ἄτρεπτος καὶ ἀναλλοίωτος, καὶ οὐχὶ λογικὴν τὴν τοῦ δούλου μορφὴν συστησάμενος γέγονεν ἄνθρωπος, ἵνα καὶ ὁ Λόγος ἄτρεπτος ᾖ μένων ὃ ἦν, καὶ λογικὸς ὁ ἄνθρωπος ἐπὶ γῆς ὁραθῇ Θεὸς ὤν; Ἐπουράνιος γὰρ ἄνθρωπος ὁ Κύριος, οὐχὶ ἐξ οὐρανοῦ τὴν σάρκα ἐπιδειξάμενος, ἀλλὰ τὴν ἐκ γῆς ἐπουράνιον συστησάμενος. Διὸ καὶ οἷος ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι κατὰ τὴν αὐτοῦ μετοχὴν τῆς ἁγιότητος. Διὸ καὶ ᾠκείωται τὰ τοῦ σώματος. Ἀλλὰ πάλιν λέγετε· Πῶς τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν, ἀλλ᾽ οὐ τὸν Λόγον ἐσταύρωσαν καθ᾽ ὑμᾶς; Μὴ γένοιτο! ἀλλὰ τὸν Λόγον ἠθέτησαν, τὸ σῶμα τοῦ Λόγου σταυρῷ προσηλώσαντες.

Θεὸς γὰρ ὁ ἀθετηθείς· σαρκὸς δὲ Θεοῦ καὶ ψυχῆς τὸ πάθος, καὶ ὁ θάνατος, καὶ ἡ ἀνάστασις γέγονε. Διὰ τοῦτο ἔλεγε τοῖς Ἰουδαίοις ὁ Κύριος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ὥς φησιν ὁ προφήτης· Ἀνθ᾽ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ οὐκ αὐτὸς ὁ Λόγος. Καὶ ὁ Ἰωάννης δὲ λέγει· Αὐτὸς τὴν ψυχὴν αὐτοῦ ἔθηκεν ὑπὲρ ἡμῶν. Πῶς οὖν ἴσχυσαν οἱ Ἰουδαῖοι λῦσαι ναὸν Θεοῦ, καὶ τὴν ἄλυτον σύγκρασιν τῆς σαρκὸς πρὸς τὸν Λόγον γενομένην χωρίσαι, εἴγε καθ᾽ ὑμᾶς ἔσχε τοῦτον τὸν τρόπον ἡ τοῦ σώματος νέκρωσις.

Οὔτε γὰρ ἂν ἐνεκρώθη τὸ σῶμα, εἰ μή τινος ἐχωρίσθη. Εἰ γὰρ μὴ λύσις γέγονεν, οὔτε θάνατος· εἰ δὲ θάνατος οὐ γέγονεν, οὔτε ἀνάστασις γέγονε. Δότε οὖν τὴν λύσιν καὶ τὸν χωρισμὸν ἀπὸ τοῦ σώματος γενόμενον, ὡς γέγραπται ἐν Εὐαγγελίοις, ὅτι Ἐξέπνευσε, καὶ ὅτι Κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα, ἵνα ἴδωμεν ποῖον πνεῦμα ὑπειλήφατε ἀποκεχωρηκέναι τοῦ σώματος, καὶ τὴν νέκρωσιν γεγονέναι. Εἰρήκατε γὰρ, ὅτι Σάρκα τὴν ἀνυπόστατον συγκεράσας ἑαυτῷ ὁ Λόγος, ἔδειξε τὸν ὄντως λογικὸν καὶ τέλειον ἄνθρωπον. Εἰ τοίνυν ὁ Λόγος ἀπεχώρησε τοῦ σώματος, καὶ οὕτως ἡ νέκρωσις γέγονε, κατὰ Θεοῦ ἴσχυσαν οἱ Ἰουδαῖοι, λύσαντες τὴν ἄλυτον σύγκρασιν. Οὔτε οὖν ὁ ἡμέτερος ἐκεῖ γέγονε θάνατος, εἰ Θεοῦ χωρισθέντος ἡ νέκρωσις τοῦ σώματος γέγονε. Πῶς δὲ καὶ τὸ σῶμα τοῦ ἀφθάρτου Θεοῦ χωρισθὲν ἐν ἀφθαρσίᾳ διέμεινεν; Ἔσται δὲ ἡ μὲν τρῶσις τοῦ σώματος, τὸ δὲ πάθος τοῦ Λόγου. Διὰ τοῦτο γὰρ καὶ Θεὸν παθόντα λέγετε, ἀκολούθως ἑαυτοῖς φθεγγόμενοι, μᾶλλον δὲ συμφώνως τοῖς Ἀρειανοῖς· τοῦτο γὰρ ἐκεῖνοι δογματίζουσιν. Ἔσται δὲ καὶ ἐξ ἀναστάσεως ἐγειρόμενος ὁ Λόγος καθ᾽ ὑμᾶς. Ἀνάγκη γάρ τινα ἐξ ᾅδου τὴν ἀρχὴν τῆς ἀναστάσεως εἰληφέναι, ἵνα τελεία ᾖ ἡ ἀνάστασις, καὶ τοῦ θανάτου ἡ λύσις, καὶ τῶν ἐκεῖσε πνευμάτων ἡ ἀπόλυσις.

Εἰ δὲ ταῦτα ὁ Λόγος πέπονθε, καὶ ποῦ τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον τοῦ Λόγου; Πῶς δὲ καὶ ἀπαρακαλύπτως ὀφθεὶς ὁ Λόγος ἐν τῷ ᾅδῃ ἐνομίσθη ἐν τῷ θανάτῳ ὡς ἄνθρωπος; Πῶς δὲ καὶ τοῖς Ἰουδαίοις ἔλεγεν ὁ Κύριος· Ἐγὼ ἐγερῶ αὐτὸν, καὶ οὐχὶ, Ἐγὼ ἐξ ᾅδου ἀνίσταμαι; Εἰ γὰρ ὁ Λόγος, ἐν θανάτῳ γεγονὼς, χρείαν εἶχε τοῦ ἐγείροντος αὐτὸν ἐκ θανάτου, οὐκ αὐτοῦ ἔσται ἡ νίκη, ἀλλὰ τοῦ ἐγείροντος αὐτόν. Πῶς δὲ καὶ διὰ τῶν προφητῶν προεσημαίνετο περὶ τῆς ψυχῆς αὐτοῦ; Πῶς παρὼν ὁ Κύριος ἔλεγε πληρῶν τὴν ἐπαγγελίαν· Τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων τῶν ἐμῶν; ἥντινα ψυχὴν πνεῦμα οὖσαν σαφῶς αἱ ἅγιαι Γραφαὶ διδάσκουσι· καὶ ὁ Κύριος δὲ εἰρηκώς· Τὸ μὲν σῶμα ὑπὸ ἀνθρώπων ἀποκτεινόμενον, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, ἅτε δὴ πνεῦμα οὖσαν. Τούτῳ τῷ Πνεύματι ἐταράχθη ὁ Ἰησοῦς· τούτου τοῦ Πνεύματος ἡ ἀποχώρησις γέγονεν ἀπὸ τοῦ σώματος ἐπὶ τοῦ σταυροῦ. Καὶ οὕτως ἐνεκροῦτο τὸ σῶμα, καὶ αὐτοῦ γέγονεν ἡ λύσις, Θεοῦ τοῦ Λόγου ἀμεταθέτως ἔχοντος πρός τε τὸ σῶμα, πρός τε τὴν ψυχὴν, πρός τε ἑαυτὸν ὄντα εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐν ἐπιδείξει ἀτρεπτότητος.

Ἐν δὲ τῇ καθ᾽ ἡμᾶς γενομένῃ ἐν αὐτῷ μορφῇ τὸν ἡμέτερον ἐκεῖ διέγραφε θάνατον· ἵνα ἐν αὐτῇ καὶ τὴν ὑπὲρ ἡμῶν ἁρμόσηται ἀνάστασιν, ἐξ ᾅδου μὲν τὴν ψυχὴν, ἐκ τάφου δὲ τὸ σῶμα ἐπιδεικνύμενος· ὅπως ἐν θανάτῳ καταλύσῃ τὸν θάνατον ἐν ἐπιδείξει ψυχῆς, ἐν δὲ τῷ τάφῳ καταργήσῃ τὴν φθορὰν ἐν ταφῇ σώματος· ἐξ ᾅδου καὶ ἐκ τάφου τὴν ἀθανασίαν καὶ τὴν ἀφθαρσίαν ἐπιδεικνύμενος, ἐν μορφῇ τῇ καθ᾽ ἡμᾶς τὴν ἡμετέραν ὁδεύσας ὁδὸν, καὶ τὴν καθ᾽ ἡμῶν γενομένην κατοχὴν λύσας. Καὶ τοῦτο ἦν τὸ θαυμαστόν· αὕτη γὰρ γέγονεν ἡ χάρις. Ὑμεῖς δὲ, σάρκα μόνην προσομολογοῦντες, οὔτε τῆς ἁμαρτίας τὴν κατάκρισιν δεῖξαι δύνασθε, οὔτε τοῦ θανάτου τὴν κατάλυσιν, οὔτε τῆς ἀναστάσεως τὴν τελείωσιν, οὔτε τοῦ Λόγου τὴν ἀτρεπτότητα· ἐπειδὴ ἔξω τῶν ἁγίων Γραφῶν βεβήκατε, λαλοῦντες ἃ Ἀρειανοὶ σοφίζονται, φανεροῦ ὄντος τοῦ περὶ ψυχῆς λόγου ἐν Γραφαῖς ἁγίαις, καὶ πληρωθείσης τῆς οἰκονομίας ἐν ἐπιδείξει πάσης πληρώσεώς τε καὶ τελειώσεως.

Ἀλλ᾽ οἱ μὲν τῶν αἱρετικῶν, τὸν ὁραθέντα ὁμολογοῦντες, ἀπιστοῦσιν αὐτοῦ τῇ θεότητι οἱ δὲ ὁμολογοῦντες Θεὸν, ἀρνοῦνται αὐτοῦ τῆς σαρκὸς τὴν γέννησιν· οἱ δὲ σάρκα προσομολογοῦντες ἀρνοῦνται αὐτοῦ τῆς ψυχῆς τὴν ἐπίδειξιν· καὶ γεγόνασι κατὰ τοὺς μανικοὺς παῖδας τῶν Ἀρειανῶν, τῶν συμπλεκόντων τὰς στραγγαλιώδεις καὶ σκολιὰς προτάσεις, ἵνα ταύταις ἐπαποροῦντες, εὑρίσκωσι τοὺς ἀκεραίους, αὐτοὶ ἄποροι ὄντες τῆς πίστεως. Ὁμοίως καὶ αὐτοὶ λέγειν μεμαθήκασι· Τί ὁ γεννηθεὶς ἐκ Μαρίας; Θεὸς, ἢ ἄνθρωπος;

Εἶτα ἐὰν μὲν εἴπῃ, Ἄνθρωπος, ἀπιστήσει αὐτοῦ τῇ θεότητι, σύμφωνος γινόμενος τοῖς ταύτῃ ἀπιστήσασιν αἱρετικοῖς· ἐὰν δὲ εἴπῃ, Θεὸς, ἀρνήσεται αὐτοῦ τῆς σαρκὸς τὴν γέννησιν, καὶ συναχθήσεται τοῖς ταύτην ἀπαρνουμένοις αἱρετικοῖς. Εἶτα δ᾽ αὖ πάλιν· Τίς ὁ παθών; τίς ὁ σταυρωθείς; Θεὸς, ἢ ἄνθρωπος; ἵνα, ἐὰν μὲν εἴπῃ, Θεὸς, βλάσφημον πρόηται ῥῆμα κατὰ τοὺς ἀσεβοῦντας Ἀρειανούς· ἐὰν δὲ εἴπῃ, Ἄνθρωπος, Ἰουδαϊκῇ πάλιν φθέγξηται ὑπολήψει.

Διὰ τοῦτο αἱ ἅγιαι Γραφαὶ Θεὸν ἀφράστως ἐκ Πατρὸς κηρύττουσι τὸν Λόγον, καὶ τοῦτον ἐπ᾽ ἐσχάτων ἐκ Παρθένου ἄνθρωπον γεννηθέντα· ἵνα μήτε Θεὸς ἀπιστηθῇ, μήτε σαρκὸς γέννησις ἀρνηθῇ. Ὅπου δὲ σαρκὸς τὸ ὄνομα, ἐκεῖ πάσης τῆς συστάσεως ἡ ἁρμονία χωρὶς ἁμαρτίας. Καὶ ἐπὶ μὲν τοῦ ὀνόματος τοῦ ἀνθρώπου τὸ πάθος ἱστῶσι, καὶ οὐχ ὑπερβαίνουσιν, ὡς γέγραπται ἐν ταῖς ἁγίαις Γραφαῖς· περὶ δὲ τῆς θεότητος τοῦ Λόγου τὴν ἀτρεπτότητα καὶ τὴν ἀφραστότητα ὁμολογοῦσι· διὰ τοῦτο θεολογεῖται μὲν ὁ Λόγος, γενεαλογεῖται δὲ ἄνθρωπος, ἵνα πρὸς ἑκάτερα ᾖ ὁ αὐτὸς φυσικῶς καὶ ἀληθινῶς· Θεὸς μὲν πρὸς τῇ ἀϊδιότητι τῆς θεότητος καὶ τῇ δημιουργίᾳ τῆς κτίσεως· ἄνθρωπος δὲ πρὸς τῇ γεννήσει τῇ ἐκ γυναικὸς, καὶ τῇ αὐξήσει τῆς ἡλικίας.

Καὶ Θεὸς μὲν πρὸς ταῖς ζωτικαῖς εὐεργεσίαις, καὶ δυνατὸς ταῖς θαυματουργίαις· ἄνθρωπος δὲ πρὸς ταῖς ὁμοιοτρόποις συμπαθείαις, καὶ ταῖς καθ᾽ ὑμᾶς ἀσθενείαις. Καὶ Θεὸς μὲν Λόγος ἐν ἐπιδείξει τῆς ἀθανασίας, καὶ ἀφθαρσίας, καὶ ἀτρεπτότητος· ἄνθρωπος δὲ τῇ προσηλώσει τοῦ σταυροῦ, καὶ αἵματος ῥύσει, καὶ ταφῇ σώματος, καὶ καταβάσει εἰς ᾅδου, καὶ ἀναστάσει τῇ ἐκ νεκρῶν. Οὕτως ὁ Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, καὶ Θεὸς ὢν ἐγείρει τοὺς νεκρούς.

Μάταιοι οὖν οἱ τῇ θεότητι αὐτοῦ πάθος προσάγοντες, ἢ τῇ ἐνανθρωπήσει αὐτοῦ ἀπιστοῦντες, ἢ τὸν ἕνα δύο λέγοντες, ἢ τῆς σαρκὸς αὐτοῦ τὴν διαμέτρησιν ποιεῖσθαι ἐπιχειροῦντες, καὶ τὸ πόσον, ἢ πῶς, παρὰ τὰς Γραφὰς λέγειν τολμῶντες. Τοιαύταις γὰρ ὑπονοίαις ὠλίσθησε τῶν αἱρετικῶν ἡ διάνοια· Μαρκίωνος μὲν δι᾽ ὑπερβολὴν βλασφημίας ἐκκλίναντος· Μανιχαίου δὲ δι᾽ ὑπόνοιαν ἁμαρτίας ἐκτραπέντος· Οὐαλεντίνου δὲ διὰ πρόφασιν γνώσεως πλανηθέντος· τοῦ δὲ Σαμοσατέως Παύλου, καὶ τοῦ λεγομένου Φωτεινοῦ, καὶ τῶν κατ᾽ αὐτοὺς, δι᾽ ἀπιστίαν θεότητος ἐκπεσόντων· Ἀρείου δὲ διὰ μανίαν βλασφημήσαντος. Καὶ ὑμεῖς, ταῖς ὁμοίαις χρώμενοι παρατριβαῖς, λαλεῖτε τὰ μὴ γεγραμμένα, ἐκτρέποντες τοὺς ἀστηρίκτους. Ἀρκεῖ δὲ πιστεῦσαι τοῖς γεγραμμένοις καὶ γενομένοις, ὥς φησιν ὁ Παῦλος· Καθ᾽ ὁμοιότητα κατὰ πάντα, χωρὶς ἁμαρτίας· καὶ ὁ Πέτρος δέ· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθαι, καὶ μὴ περαιτέρω ἐκτεινομένους ἀθετεῖν ἀλήθειαν.