Τοῦ γὰρ ἀκτίστου Λόγου γέγονε σῶμα· οὗ γὰρ σῶμα γέγονε, τούτῳ προσάγετε καὶ τὴν προσκύνησιν. Ἄρ᾽ οὖν καὶ προσκυνεῖται ὀφειλομένως, καὶ θεϊκῶς προσκυνεῖται· Θεὸς γὰρ ὁ Λόγος ἐστὶν, οὗ τὸ σῶμα ἴδιον τυγχάνει· ἐπεὶ καὶ ὅτε προσῄεσαν αἱ γυναῖκες τῷ Κυρίῳ, διακωλύων ἔλεγε, Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, σημαίνων, ὅτι χρεία ἀναβάσεως, καὶ ὅτι μία ἔσται ἡ ἀνάβασις. Ὅμως, προσελθοῦσαι, ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν. Πόδας ἐκράτησαν, Θεὸν προσεκύνησαν. Πόδας ὀστέων καὶ σαρκὸς ἔχοντας ψηλάφησιν, ἀλλὰ Θεοῦ ὄντας, προσεκύνησαν Θεόν. Καὶ ἀλλαχοῦ δὲ ὁ Κύριος ἔλεγε, Ψηλαφήσατέ με καὶ γνῶτε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα, καίτοι πνεῦμα ὢν αὐτός· Πνεῦμα γὰρ ὁ Θεός. Καὶ λέγων ἔχειν, καὶ ἐπίδειξιν ποιούμενος, πῶς ἔλεγεν, ὅτι Πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ, φησὶν, οὐχὶ ὄντα, ἀλλ᾽ ἔχοντα θεωρεῖτε, ἢ τοῦτο διδάσκων, ὅτι ἡ τοῦ πνεύματος φύσις ἄῤῥητός ἐστιν· αὕτη δὲ ἡ ψηλάφησις σώματος τοῦ καθ᾽ ἡμᾶς ἐστιν, ὅπερ ἑαυτῷ περιεποιήσατο ἐκ Παρθένου, οὐκ ἐνεργείας τόπῳ, ἀλλὰ φυσικῇ γεννήσει· ἵνα καὶ κατὰ φύσιν ᾖ τὸ σῶμα, καὶ ἀδιαίρετον ᾖ πάλιν κατὰ φύσιν τῆς τοῦ Λόγου θεότητος.