Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως κατὰ Ἀπολιναρίου

Μέγας Αθανάσιος

Η πλάνη περί του ομοουσίου της σαρκός και η απάθεια του Θεού Λόγου

Ανασκευή της αντίληψης ότι η σάρκα είναι ομοούσια με τον Λόγο, δοξασία που οδηγεί στην αναίρεση της Τριάδος. Αναλύεται η έννοια της σαρκώσεως και διαφυλάσσεται το απαθές της θείας φύσεως κατά το πάθος του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 8

Πῶς οὖν ἔτι πιστοὶ ἢ Χριστιανοὶ νομισθείητε, οἱ μήτε τοῖς ῥήμασι τοῖς γεγραμμένοις στοιχοῦντες, μήτε τοῖς γενομένοις πειθόμενοι, ἀλλὰ τὰ ὑπὲρ φύσιν ὁρίζειν τολμῶντες; Ἦ μικρὸν ὑμῖν ἀνθρώποις παρέχειν ἀγῶνα, καὶ πῶς παρέχετε ἀγῶνα Κυρίῳ; Εἰ γὰρ οἱ προφήταις ἀπιστήσαντες κατεκρίθησαν, πόσῳ μᾶλλον οἱ μὴ πειθόμενοι αὐτῷ τῷ Δεσπότῃ; Ἃ γὰρ αὐτὸς ἠθέλησε καὶ εὐδόκησεν εἰς ἀθέτησιν τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, πῶς ὑμεῖς ἕτερα ἀνθ᾽ ἑτέρων λέγειν ἢ φρονεῖν τολμᾶτε; Εἰ ὁμολογοῦμεν, κἀκεῖνος ὁμολογήσει ἡμᾶς· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Τίς οὖν ὑμῶν ἡ τοσαύτη ἀπόνοια τῆς ἀμετρίας, λαλεῖν τὰ μὴ γεγραμμένα, καὶ φρονεῖν ἀλλότρια τῆς εὐσεβείας; Καὶ γὰρ καὶ ὁμοούσιον τὴν σάρκα τῆς θεότητος λέγειν ἐπιχειρεῖτε, οὐ συνορῶντες διπλῆν ὑμῖν γενομένην τὴν ἀπάντησιν τῆς ἀσεβείας. Ταῦτα γὰρ ὑμῖν ἐπινενόηται λέγειν, ἵνα ἢ τὴν σάρκα ἀρνήσησθε, ἢ τὴν θεότητα βλασφημήσητε, λέγοντες, φησίν· Ἡμεῖς τὸν ἐκ Μαρίας λέγομεν ὁμοούσιον τοῦ Πατρός. Αὕτη δὲ ὑμῶν ἡ νομιζομένη εὐφημία δειχθήσεται ἢ περίεργος ἢ ἀνόητος.

Ἐπεὶ τίς τῶν πιστῶν οὐκ ἂν ὁμολογήσειεν, ὅτι ὁ ἐπιδημήσας Θεὸς Λόγος, καὶ ἐκ Παρθένου τῆς ἁγίας Μαρίας προελθὼν ἄνθρωπος, ὁμοούσιος ὢν τοῦ Πατρὸς, ἐκ σπέρματος Ἀβραὰμ γέγονεν ἄνθρωπος, οὗ καὶ υἱὸς ἀναγέγραπται, καὶ ὅτι ὁ ὁμοούσιος τοῦ Θεοῦ Λόγος γέγονε κατὰ σάρκα υἱὸς τοῦ Δαβίδ; Διὸ καὶ ἐκ σπέρματος τοῦ Δαβὶδ προφῆται καὶ ἀπόστολοι καὶ εὐαγγελισταὶ γενεαλογοῦσι τὸν Χριστὸν τὸ κατὰ σάρκα. Πῶς οὖν ταῦτα λέγοντες οὐκ ἐρυθριᾶτε, τὴν σάρκα, τὴν ἐκ σπέρματος Δαβὶδ γενεαλογουμένην, ὁμοούσιον τοῦ Λόγου ἀποφαινόμενοι; Ἢ πάλιν, ὡς ἔφαμεν, ἀνοήτως ταῦτα λέγετε, οὐ νοοῦντες, ὅτι τὸ ὁμοούσιον τὴν μὲν ταυτότητα τῆς φύσεως ἔχει, τὴν δὲ ἰδίαν τελειότητα ἐν ἑαυτῷ ἐπιδείκνυται.

Ὥσπερ γὰρ ὁ Υἱὸς, ὁμοούσιος πρὸς τὸν Πατέρα ὁμολογούμενος, τέλειος πρὸς τέλειον ὁμολογεῖται, καθὰ καὶ τὸ ἅγιον Πνεῦμα· ὁμοούσιος γὰρ ἡ Τριάς. Δώσετε οὖν καὶ τῇ ὁμοουσίῳ σαρκὶ τὴν τελειότητα πρὸς τῇ τοῦ Λόγου τελειότητι· ἔσται δὲ καθ᾽ ὑμᾶς τετρὰς ἀντὶ Τριάδος καταγγελλομένη. Καὶ τίς, ἡ τοσαύτη ἐπίνοια τῆς ἀσεβείας;

Ἀλλὰ λέγετε· Ὁμοούσιος γέγονε τοῦ Λόγου ἡ σάρξ. Πῶς γέγονεν ὁμοούσιος; Εἴπατε. Λόγος γέγονεν, ἀλλὰ καὶ Πνεῦμα γέγονεν. Εἰ δὲ ὅλως γίνεται θεότης ἐκ μεταποιήσεως ἡ μὴ φύσει οὖσα θεότης, τί τοίνυν μέμφεσθε Ἀρειανοῖς, ταύτην περὶ τοῦ Λόγου προβαλλομένοις τὴν ἔννοιαν; Καίτοι τῆς Γραφῆς λεγούσης, Ὁ Λόγος σὰρξ γέγονεν, οὐχὶ Ἡ σὰρξ Λόγος γέγονεν, Ὁ Λόγος δὲ σὰρξ γέγονεν, εἴρηται· ὅτι τοῦ Λόγου γέγονεν ἡ σὰρξ, καὶ οὐκ ἀνθρώπου τινός· τουτέστιν ὁ Θεὸς ἄνθρωπος γέγονε· καὶ λέγεται, Σὰρξ γέγονεν, ἵνα μὴ παραδράμητε τῆς σαρκὸς τὸ ὄνομα. Εἰ τοίνυν μὴ ἀρκεῖσθε τῇ ἀσυγχύτῳ φυσικῇ ἑνώσει τοῦ Λόγου πρὸς τὴν ἰδίαν αὐτοῦ γενομένην σάρκα· καὶ ὅτι ὁ Θεὸς ἄνθρωπος γέγονε· νῦν οὔτε ἀκούετε, οὔτε πιστεύειν βούλεσθε, οὐκ ἀρκούμενοι ὑπὲρ πᾶσαν ἐπίνοιαν εὐφημίας σῶμα Θεοῦ ἀκούοντες, κατὰ τὸν λέγοντα· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ· ἥτις ἐστὶ σημασία τοῦ μέλλοντος αἰῶνος, καὶ ἔτι λέγεται σῶμα τῆς δόξης αὐτοῦ. Καὶ ὁ Κύριος δὲ λέγει· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου· τὸν Υἱὸν τοῦ Θεοῦ υἱὸν ἀνθρώπου γενόμενον λέγει· κριτήν τε ὄντα ζώντων καὶ νεκρῶν, καὶ βασιλέα καὶ Δεσπότην, καὶ Θεὸν ἀληθινόν. Ἀλλὰ ἀναιρεῖν βούλεσθε τὸ τοῦ σώματος ὄνομα, ἢ τὸ ἔτι λέγεσθαι ἄνθρωπον τὸν Χριστόν. Πῶς ἔτι τὰς θείας Γραφὰς ἀναγινώσκειν δύνασθε;

τοῦ μὲν Ματθαίου γράφοντος· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ· τοῦ δὲ Ἰωάννου· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ Θεὸς ἦν ὁ Λόγος. Λόγον δὲ καὶ Θεὸν καὶ υἱὸν Δαβὶδ εἰ κατὰ διαίρεσιν βούλεσθε θεωρεῖν, δύο καθ᾽ ὑμᾶς ἂν λέγοιντο· εἰ δὲ πιστεύοιτε, διδασκόμενοι ἀπὸ τῶν θείων Γραφῶν, ὅτι Θεὸς ὢν ὁ Λόγος υἱὸς ἀνθρώπου γέγονε, γνώσεσθε, ὅτι εἷς ἐστιν ὁ Χριστὸς, καὶ Θεὸς καὶ ἄνθρωπος ὁ αὐτός· ἵνα τὸ διπλοῦν κήρυγμα τῆς αὐτοῦ ἐπιδημίας εὐαπόδεικτον ἔχῃ τὴν πεισμονὴν τοῦ τε πάθους καὶ τῆς ἀπαθείας. Ὡς ὅταν λέγει ὁ Ἀπόστολος· Ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγε· Μνημόνευε Χριστὸν Ἰησοῦν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαβίδ· καὶ ὁ αὐτὸς δὲ πάλιν· Τὸν θάνατον αὐτοῦ καταγγέλλομεν, ἄχρις οὗ ἔλθῃ.

Εἰ οὖν ἐκ τῆς ὁμολογίας τοῦ ὁμοουσίου ἀναιρεῖτε τῆς σαρκὸς τὸ ὄνομα, καὶ τὸ ἄνθρωπον λέγεσθαι τὸν Χριστόν· ἢ οὐκέτι τὸν θάνατον αὐτοῦ καταγγέλλετε, ἄχρις οὗ ἔλθῃ, ἀναιροῦντες τὰς Γραφάς· ἢ τὸν θάνατον καταγγέλλοντες καθ᾽ ὑμᾶς τοῦ ὁμοουσίου τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· μὴ ὁμολογοῦντες σαρκὶ πεπονθέναι τὸν Χριστὸν, καὶ αὐτὴν τοῦ Πατρὸς τὴν θεότητα καὶ τοῦ ἁγίου Πνεύματος ἐρεῖτε δεκτικὴν εἶναι θανάτου· καὶ γεγόνατε ἀσεβέστεροι πάντων τῶν αἱρετικῶν. Ὁ γὰρ θάνατος τῆς σαρκὸς, γέγονε τοῦ ὁμοουσίου Λόγου. Οὐδὲ γὰρ ὁ Πατὴρ σάρκα ἐφόρεσεν, οὐδὲ τὸ ἅγιον Πνεῦμα, ὡς οἱ κατὰ Οὐαλεντῖνον ἀσεβοῦντες φαντάζονται· ἀλλ᾽ ὁ Λόγος σὰρξ ἐγένετο. Διὸ ἡμεῖς, ὁμολογοῦντες Θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν, οὐ διαιρέσεως ἕνεκεν ταῦτα λέγομεν, μὴ γένοιτο! ἀλλὰ πάλιν κατὰ τὰς Γραφὰς, ἵνα πάθους καὶ θανάτου γενομένου καὶ καταγγελλομένου, ἄχρις οὗ ἔλθῃ, ἐπὶ μὲν τῆς σαρκὸς τοῦ Λόγου τὸ πάθος καὶ τὸν θάνατον ὁμολογῶμεν, αὐτὸν δὲ τὸν Λόγον, ἄτρεπτον καὶ ἀναλλοίωτον πιστεύωμεν. Διὸ αὐτός ἐστιν ὁ παθὼν καὶ μὴ παθών· τῇ μὲν θεϊκῇ φύσει ἀπαθὴς καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος ὢν, τῇ δὲ σαρκὶ παθὼν, ὡς εἶπεν ὁ Πέτρος, καὶ θανάτου γεύσασθαι θελήσας· ὅτι γέγονε μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν· καὶ πάλιν· Ὅτι γέγονε μεσίτης Θεοῦ καὶ ἀνθρώπων.

Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστιν. Διὸ πλανῶνται καὶ οἱ λέγοντες, ὅτι ἄλλος ἐστὶν ὁ παθὼν Υἱὸς, καὶ ἄλλος ὁ μὴ παθών. Οὐ γὰρ ἕτερός ἐστι παρὰ τὸν Λόγον, ὁ τὸν θάνατον καὶ τὸ πάθος ἀναδεδεγμένος· ἀλλ᾽ αὐτὸς ὁ ἀπαθὴς καὶ ἀσώματος Λόγος, γενέσεως σαρκὸς ἀνθρωπίνης ἀνασχόμενος, τὰ πάντα πεπλήρωκεν, ἵνα ἔχῃ τι, ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν. Καὶ λέγεται κρείττων γενόμενος τῶν ἀγγέλων· οὐκ αὐτὸς ὁ ποιητὴς τῶν ἀγγέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὤν ποτε, ἀλλὰ ἡ μορφὴ τοῦ δούλου, ἣν αὐτὸς ὁ Λόγος ἰδιοποιήσατο φυσικῇ γεννήσει, κρείττων ἀνατείλασα ἐκ τῆς τοῦ πρωτοπλάστου γενέσεως, καὶ ἡμᾶς προσοικειοῦται, ὡς εἴρηται, συμπολίτας τῶν ἁγίων καὶ οἰκείους Θεοῦ γενομένους· καὶ κατὰ φύσιν Θεοῦ γέγονεν, ἰδία οὐχ ὁμοούσιος οὖσα ἡ σὰρξ τῆς τοῦ Λόγου θεότητος, ὡς συναΐδιος· ἀλλὰ ἰδία κατὰ φύσιν γενομένη, καὶ ἀδιαίρετος κατὰ ἕνωσιν, ἐκ σπέρματος Δαβὶδ, καὶ τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἀδὰμ, ἐξ οὗ καὶ ἡμεῖς γεγεννήμεθα. Εἰ δὲ ὁμοούσιος τοῦ Λόγου ἡ σὰρξ καὶ συναΐδιος, ἐκ τούτου ἐρεῖτε καὶ τὰ πάντα κτίσματα συναΐδια τῷ τὰ πάντα κτίσαντι Θεῷ.

Καὶ πῶς ἔτι Χριστιανοὶ, οἱ τοιαύταις συμπλεκόμενοι στραγγαλιαῖς; Τὸ γὰρ ὁμοούσιον καὶ ἀπαθὲς καὶ ἀνεπίδεκτον θανάτου, πρὸς τὸ ὁμοούσιον ἕνωσιν καθ᾽ ὑπόστασιν οὐκ ἐπιδεχόμενόν ἐστιν, ἀλλὰ κατὰ φύσιν· καθ᾽ ὑπόστασιν δὲ τὴν ἰδίαν τελειότητα ἐκδεικνύμενον.

Ὥστε τῇ νομιζομένῃ ὑμῶν εὐφήμῳ ἐφευρέσει, ἢ τὴν ἐκ τῆς Παρθένου τῆς Θεοτόκου σάρκα ἀρνεῖσθε, ἢ τὴν θεότητα βλασφημεῖτε. Εἰ δὲ οὕτω καὶ τὸν Υἱὸν ὁμολογεῖτε ὁμοούσιον τῷ Πατρὶ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τὴν σάρκα τὴν παθοῦσαν· καὶ τί ἔτι ἡμᾶς μέμφεσθε, ὡς τετράδα ἀντὶ Τριάδος λέγοντας, αὐτοὶ τετράδα ἀντὶ Τριάδος καὶ ἄκοντες ὁμολογοῦντες, λέγοντες ὁμοουσίαν εἶναι τῇ Τριάδι τὴν σάρκα; Τοίνυν ματαία ἡ πίστις ὑμῶν ἐστιν· ἴσα γὰρ φρονεῖτε τῶν ἀσεβῶν Ἀρειανῶν, κακῶς ἐκλαμβάνοντες τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο.

Ὁ Λόγος δὲ σὰρξ ἐγένετο, οὐχ ἵνα ὁ Λόγος μηκέτι ᾖ Λόγος· ἀλλ᾽ ἵνα ἐν σαρκὶ ᾖ ὁ Λόγος, σὰρξ ἐγένετο, ἵνα καὶ ὁ Λόγος ἀεὶ ᾖ Λόγος, καὶ σάρκα ἔχῃ ὁ Λόγος, ἐν ᾗ τὸ πάθος καὶ τὸν θάνατον ἀνεδέξατο ἐν μορφῇ τῇ ἀνθρωπίνῃ, μέχρι τάφου καὶ ᾅδου ἐπιβὰς, ἐν ᾗ καὶ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν πεποίηται, σαρκὸς καὶ αἵματος καὶ ψυχῆς τὴν ἐπίδειξιν ποιησάμενος ὁ Θεὸς Λόγος διὰ ἰδίας καὶ ἀδιαιρέτου σαρκὸς, ὡς γέγραπται, ἐκ σπέρματος Δαβίδ. Τί γὰρ ἕτερον παρ᾽ ὑμᾶς εἴρηκε Μαρκίων; Οὐχὶ οὐρανοφανὲς τὸ σῶμα ἐν ὁμοιώσει ἀνθρωπίνῃ, καὶ οὐκ ἀληθείᾳ; Τί δὲ ἄλλο εἴρηκε Μανιχαῖος; Οὐ θεοειδὲς, οὐ τὸ σῶμα ἐν ὁμοιώσει τῇ καθ᾽ ἡμᾶς μόνῃ, ἀλλότριον δὲ σαρκὸς ἀνθρωπίνης, ἧς τὴν φύσιν ἁμαρτίαν λέγει ἀσεβῶν, καὶ οὐ τὴν πρᾶξιν; Τοιαύτη τούτων ἡ ἀσέβεια.