Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως κατὰ Ἀπολιναρίου

Μέγας Αθανάσιος

Η πρόσληψη ανθρώπινου νου και το τέλος του Πρώτου Λόγου

Απόρριψη της διδασκαλίας ότι ο Θεός Λόγος αντικατέστησε τον ανθρώπινο νου. Η επιχειρηματολογία εστιάζει στα ψυχικά πάθη, τον χωρισμό ψυχής και σώματος, και την κάθοδο στον άδη ως τεκμήρια τέλειας ανθρώπινης φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 8

Διὸ οὐ δεῖ τὸν εὐσεβοῦντα τοιαύταις χρῆσθαι ἐπινοίαις· ἀλλ᾽ ὅτι ὁ πρὸ τῶν αἰώνων ὁμοούσιος ὢν Λόγος τῷ Πατρὶ, ἐπ᾽ ἐσχάτων ἐκ τῆς ἁγίας καὶ Θεοτόκου Παρθένου τὴν τοῦ Ἀδὰμ πλάσιν καὶ ποίησιν καινὴν ἀνεστήσατο, ἰδιοποιησάμενος καθ᾽ ἕνωσιν· καὶ οὕτως ὤφθη ἄνθρωπος ὁ Χριστὸς, ὁ πρὸ αἰώνων Θεός. Καί ἐσμεν ἡμεῖς μέλη Χριστοῦ, ὡς γέγραπται, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Τίς οὖν ἡ τοσαύτη ὑμῶν φιλονεικία τῶν ἐφευρέσεων, ὥστε ἀνθρωπίνῃ φρονήσει ὑπὲρ τὴν ἀνθρωπίνην νόησιν ὁρίζεσθαι, λέγοντες· Ἀντὶ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου νοῦς ἐπουράνιος ἐν Χριστῷ; Ὢ τῆς ἀθέσμου γνώμης, καὶ τῶν ἀσθενῶν καὶ ἀπρεπῶν ῥημάτων, τῶν μὴ νοούντων πρῶτον τοῦτο, ὅτι Χριστὸς μονοτρόπως οὐ λέγεται, ἀλλ᾽ ἐν αὐτῷ τῷ ὀνόματι ἑνὶ ὄντι ἑκατέρων τῶν πραγμάτων δείκνυται σημασία, θεότητός τε καὶ ἀνθρωπότητος. Διὸ καὶ ἄνθρωπος λέγεται ὁ Χριστὸς, καὶ Θεὸς λέγεται ὁ Χριστὸς, καὶ Θεὸς καὶ ἄνθρωπός ἐστιν ὁ Χριστὸς, καὶ εἷς ἐστιν ὁ Χριστός. Μάταιον οὖν ὑμῶν τὸ σόφισμα ἐπιχειρούντων ἕτερόν τι παρὰ τὸν Χριστὸν ἐν αὐτῷ θεωρεῖν. Οἱ μὲν γὰρ καταχρηστικῶς λεγόμενοι Χριστοὶ, ἴσως καθ᾽ ὑμᾶς ἂν θεωροῖντο· ὁ δὲ κατὰ φύσιν μόνος ἀληθινὸς Χριστὸς οὐχ ὑπὸ ἀνθρωπίνου λογισμοῦ διαγραφήσεται, ὥσπερ ὑμεῖς τολμᾶτε, καὶ αὐθάδεις γεγόνατε.

Οὐδὲ γὰρ προφήτης, οὐδὲ ἀπόστολος, οὔτε τις τῶν εὐαγγελιστῶν ταῦτα ἐφθέγξατο, ἃ ὑμεῖς λαλεῖν ἐπιχειρεῖτε, ἀναιδεῖς τὴν ψυχὴν γεγονότες. Εἰ γὰρ ἕτερός ἐστιν ὁ Χριστὸς παρὰ τὸν ἐπουράνιον νοῦν τὸν ἐν αὐτῷ γενόμενον, τέλειος δὲ καὶ ὁ νοῦς, δύο ἄρα καθ᾽ ὑμᾶς· καὶ ὅπερ δυσφημεῖν δοκεῖτε, τοῦτο ἐλέγχεσθε φρονοῦντες.

Νοῦν δὲ ἐπουράνιον καὶ οἱ προφῆται ἐσχήκασιν, οἱ τὰ ἐπουράνια καὶ τὰ μέλλοντα ὡς παρόντα λαλήσαντες. Διατί δὲ ὅλως ταῦτα λέγειν ἐπινοεῖτε, ὡς τοῦ ἔσωθεν ἡμῶν ἀνθρώπου οὐχ ὁμολογουμένου ἐν Χριστῷ; Τί οὖν περὶ τῆς ψυχῆς ἐρεῖτε, ὅτι καὶ τὸ σῶμα καὶ ἡ ψυχὴ ὁ ἔξωθέν ἐστιν ἄνθρωπος, ὡς ἂν εἴποι τις, τὸ αἷμα καὶ τὴν σάρκα; Ἀλλ᾽ ὥσπερ τὸ σῶμα καὶ τὸ αἷμα οὐ διαφεύγουσι τὴν ψηλάφησιν καὶ τὴν τρῶσιν ὁρατὰ ὄντα, δείξατε ἡμῖν καὶ τὴν ψυχὴν μὴ διαφεύγουσαν ταῦτα, καὶ ὁρατὴν οὖσαν. Ἢ, εἰ μὴ δύνασθε δεῖξαι, φανερός ἐστιν ὁ λόγος, ὅτι οὔτε ὁρᾶται ψυχὴ, οὔτε ἀποκτείνεται ὑπὸ ἀνθρώπου ὥσπερ τὸ σῶμα, καθὼς εἴρηκεν ὁ Κύριος. Πείσθητε οὖν, ὅτι ὁ ἔσωθεν ἡμῶν ἄνθρωπός ἐστιν ἡ ψυχή· τοῦτο καὶ τῆς πρώτης πλάσεως δεικνυούσης, καὶ τῆς δευτέρας διαλύσεως δηλούσης· οὐ μόνον ἐφ᾽ ἡμῖν τούτων δεικνυμένων, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ θανάτῳ τοῦ Χριστοῦ ἐδείκνυτο· τὸ μέν τοι, μέχρι τάφου φθάσαν· ἡ δὲ, μέχρι ᾅδου διαβᾶσα. Διαιρετῶν δὲ ὄντων τῶν τόπων πολλῷ τῷ μέτρῳ, καὶ τοῦ μὲν τάφου σωματικὴν ἐπιδεχομένου τὴν ἐπίβασιν, ἐκεῖσε παρῆν τὸ σῶμα, τοῦ δὲ ᾅδου ἀσώματον.

Πῶς ἐκεῖ παρὼν ὁ Κύριος ἀσωμάτως, ὡς ἄνθρωπος ἐνομίσθη ὑπὸ τοῦ θανάτου; ἵνα ψυχαῖς ταῖς ἐν δεσμοῖς κατεχομέναις, μορφὴν ἰδίας ψυχῆς ἀνεπίδεκτον ὡς δεκτικὴν τῶν δεσμῶν τοῦ θανάτου παραστήσας, παροῦσαν παρούσαις, διαῤῥήξῃ τὰ δεσμὰ ψυχῶν τῶν ἐν ᾅδῃ κατεχομένων, τὸν τῆς ἀναστάσεως διαπηξάμενος ὅρον· ἵνα ὁ πλάστης καὶ ποιητὴς τοῦ ἀνθρώπου, καὶ καταδίκῃ τοῦτον ὑποβαλὼν, αὐτὸς παρὼν, ἐλευθερώσῃ δι᾽ ἑαυτοῦ ἐξ ὁλοκλήρου τὸν ἄνθρωπον ἐν μορφῇ τῇ ἑαυτοῦ. Οὔτε γὰρ θάνατος ὑπερισχύσας ὑπηγάγετο ἑαυτῷ τὴν ἀνθρωπίνην τοῦ Λόγου ψυχὴν εἰς δεσμῶν κατοχήν· οὔτε πάλιν ἡ φθορὰ τυραννικῶς διαρπάσασα τὸ σῶμα ἐνεργεῖ εἰς διαφθορὰν, ὡς ἀπρονοήτων ὄντων τῶν πραγμάτων. Οὕτως γὰρ ἐννοεῖν τὸ τοιοῦτον ἀσεβές· ἀλλ᾽ ὁ τὴν ἐξέτασιν τῆς παρακοῆς ποιησάμενος καὶ κρίσιν ἐπαγαγὼν, διπλῆν τῆς τιμωρίας τὴν ἀπόφασιν δέδωκε· τῷ μὲν γηΐνῳ εἰρηκώς· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ οὕτως ὑποδέχεται φθορὰ τὸ σῶμα, Δεσπότου ἀποφηναμένου· τῇ δὲ ψυχῇ· Θανάτῳ ἀποθανῇ· καὶ οὕτως διχῆ διαιρεῖται ὁ ἄνθρωπος, καὶ ἐν δυσὶ τόποις οἴχεσθαι καταδικάζεται.

Διὰ τοῦτο χρεία γέγονε τοῦ ἀποφηναμένου, ἵνα αὐτὸς δι᾽ ἑαυτοῦ λύσῃ τὴν ἑαυτοῦ ἀπόφασιν, ἐν μορφῇ τοῦ καταδικασθέντος ἀκαταδικάστῳ καὶ ἀναμαρτήτῳ ὀφθείς· ἵνα καὶ ἡ καταλλαγὴ τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον γένηται, καὶ ἡ ἐλευθερία τοῦ παντὸς ἀνθρώπου δι᾽ ἀνθρώπου ὑπάρξῃ, ἐν τῇ καινότητι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Εἰ δὲ καὶ ἕτερον τόπον καταδίκης δεῖξαι δύνασθε, εἰκότως ἂν λέγοιτε τριχῆ διαιρεῖσθαι τὸν ἄνθρωπον· καὶ ἐκ μὲν τῶν δύο τόπων τὴν ἀνάκλησιν γεγονέναι, ἐν δὲ τῷ τρίτῳ μένειν ἐν δεσμοῖς τὸ δεδεμένον. Εἰ δὲ μὴ ἔχετε δεῖξαι ἕτερον τόπον παρὰ τὸν τάφον καὶ τὸν ᾅδην, ἐξ ὧν ἠλευθέρωται τελείως ὁ ἄνθρωπος, Χριστοῦ ἐλευθερώσαντος ἡμᾶς ἐν τῇ ἑαυτοῦ καθ᾽ ἡμᾶς μορφῇ τελείᾳ καὶ ἀληθεστάτῃ· πῶς ἔτι ταῦτα λέγετε, ὡς οὐδέπω καταλλαγέντος τῇ ἀνθρωπότητι τοῦ Θεοῦ; Πῶς οὖν ἐπεδήμησεν ὁ Σωτήρ; ἢ ὡς ἀδύνατος τὸν σύμπαντα λῦσαι ἄνθρωπον; ἢ ὡς βδελυξάμενος τὸν ἅπαξ ἁμαρτήσαντα νοῦν; ἢ ὡς δεδοικὼς μὴ καὶ αὐτὸς μέτοχος γένηται τῆς ἁμαρτίας, εἰ τέλειος γένηται ἄνθρωπος, Θεὸς ὤν; Ἀλλ᾽ ἀσεβείας ἔμπλεοι οἱ ταῦτα οὕτως ἐννοοῦντες.

Τί γὰρ περὶ τῆς ἁμαρτίας ὁριζόμενοι ταῦτα λαλεῖτε, φυσικὴν εἶναι τὴν ἁμαρτίαν λέγοντες, κατὰ τὸν ἀσεβέστατον Μανιχαῖον; Ταῦτα οὕτως φρονεῖτε κατήγοροι γινόμενοι τοῦ δημιουργοῦ τῆς φύσεως. Ὅτε τὸν Ἀδὰμ ἀρχῆθεν ἔπλασεν ὁ Θεὸς, μήτιγε σύμφυτον αὐτῷ δέδωκε τὴν ἁμαρτίαν; Τίς οὖν ἔτι χρεία ἦν τῆς ἐντολῆς; πῶς δὲ αὐτὸν κατεδίκασεν ἁμαρτήσαντα; πῶς δὲ καὶ πρὸ τῆς παρακοῆς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρὸν ὁ Ἀδάμ; Ὃν ἔπλασεν ὁ Θεὸς ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνι τῆς ἰδίας ἀϊδιότητος, ἐποίησεν αὐτὸν φύσιν ἀναμάρτητον, καὶ θέλησιν αὐτεξούσιον· Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, εὑραμένου τῆς παραβάσεως τὴν ἐπίνοιαν. Καὶ οὕτως ἐκ παρακοῆς, ἐντολῆς Θεοῦ γέγονεν ὁ ἄνθρωπος δεκτικὸς τῆς ἐπισπορᾶς τοῦ ἐχθροῦ. Καὶ ἐνήργει λοιπὸν ἡ ἁμαρτία ἐν τῇ φύσει τοῦ ἀνθρώπου πρὸς πᾶσαν ἐπιθυμίαν· οὐ φύσιν ἐν αὐτῷ ἐργασαμένου τοῦ διαβόλου, μὴ γένοιτο! οὐδὲ γὰρ φύσεως ἂν εἴη δημιουργὸς ὁ διάβολος, κατὰ τὴν τῶν Μανιχαίων ἀσέβειαν· ἀλλὰ φύσεως παρατροπὴν ἐκ παραβάσεως εἰργάσατο· καὶ οὕτως ἐβασίλευσεν ὁ θάνατος πάντων ἀνθρώπων. Διὰ τοῦτο οὖν, φησὶν, ἦλθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.

Ποῖα ἔργα τοῦ διαβόλου ἔλυσεν ὁ Υἱὸς τοῦ Θεοῦ; ὅτι φύσιν, ἣν ἐποίησεν ὁ Θεὸς ἀναμάρτητον, παρέτρεψεν ὁ διάβολος εἰς παράβασιν ἐντολῆς Θεοῦ, καὶ εὕρεσιν ἁμαρτίας θανάτου, ταύτην ἑαυτῷ ἀνεστήσατο ὁ Θεὸς Λόγος, ἀνεπίδεκτον τῆς τοῦ διαβόλου παρατροπῆς καὶ εὑρέσεως ἁμαρτίας. Καὶ διὰ τοῦτο ἔλεγεν ὁ Κύριος· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Εἰ δὲ ὁ ἄρχων τοῦ κόσμου τούτου οὐδὲν τῶν ἑαυτοῦ πραγμάτων ηὕρισκεν ἐν τῷ Χριστῷ, πολλῷ μᾶλλον ὁ Χριστὸς οὐδὲν τῆς ἰδίας ποιήσεως προσκατέλιπε τῷ ἄρχοντι τοῦ κόσμου τούτου. Ἢ καὶ διὰ τοῦτο οὐδὲν ηὕρισκεν ἐν αὐτῷ, τελείαν τὴν καινότητα ἐπιδειξαμένου τοῦ Χριστοῦ, ἵνα τελείαν τὴν σωτηρίαν κατεργάσηται ὅλου τοῦ ἀνθρώπου, ψυχῆς λογικῆς καὶ σώματος, ἵνα τελεία ᾖ καὶ ἀνάστασις. Μάτην οὖν Ἀρειανοὶ σοφίζονται, σάρκα μόνην ὑποτιθέμενοι ἀνειληφέναι τὸν Σωτῆρα, τὴν δὲ τοῦ πάθους νόησιν ἐπὶ τὴν ἀπαθῆ θεότητα ἀναφέροντες ἀσεβῶς. Μάτην δὴ καὶ ὑμεῖς καθ᾽ ἑτέραν ἐπίνοιαν, τὰ ἴσα τούτοις φρονοῦντες, λέγετε τῷ περιέχοντι σχήματι, τουτέστι τῷ ὀργανικῷ προσκεχρῆσθαι· ἀντὶ δὲ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου, νοῦς ἐπουράνιος ἐν Χριστῷ. Καὶ πῶς ἦν λυπούμενος καὶ ἀδημονῶν, καὶ προσευχόμενος; Καὶ, Ἐταράχθη δὲ τῷ πνεύματι ὁ Ἰησοῦς, γέγραπται.

Ταῦτα δὲ οὔτε σαρκὸς ἀνοήτου ἂν εἴη, οὔτε θεότητος ἀτρέπτου, ἀλλὰ ψυχῆς νόησιν ἐχούσης, λυπουμένης, καὶ ταραττομένης, καὶ ἀδημονούσης, καὶ νοητῶς ἐπαισθανομένης τοῦ πάθους.

Εἰ δὲ τοίνυν ταῦτα οὕτω νοεῖν οὐ βούλεσθε, τριῶν προσκειμένων νοημάτων, φαντασίας καὶ βλασφημίας καὶ ἀληθείας, ποίαν ἕλοισθε ἄν; Τῷ γὰρ ὑπονοεῖν δοκήσει εἰρῆσθαι τὰ εἰρημένα, φαντασία ἂν νομισθείη καὶ τὰ γενόμενα. Εἰ δὲ ἐπ᾽ ἀληθείας εἴρηται, ἀλλοτρία δὲ καθόλου ἡ ψυχὴ τοῦ Κυρίου ἐγεγόνει τῆς ἰδίας νοήσεως, Θεὸν τὸν Λόγον ἔχουσα νοῦν, τετράφθαι τὸ ἄτρεπτον εἰς λύπην, καὶ ἀδημονίαν, καὶ ταραχὴν, τὸ ἐννοεῖν ἀσεβές ἐστι· κἂν λέγῃ τὰ Εὐαγγέλια, ὅτι Ἐταράχθη Ἰησοῦς τῷ πνεύματι· ἀλλὰ δείκνυσι τὸν νοῦν ὁ Κύριος εἰρηκώς· Ἡ ψυχή μου τετάρακται. Εἰ δὴ ψυχῆς ἰδίας νόησιν ὁ Κύριος ἐπιδείκνυται, εἰς συμπάθειαν τῆς ἡμετέρας ψυχῆς, ἵνα οὕτω καὶ αὐτοῦ νοήσωμεν εἶναι τὸ πάθος, καὶ αὐτὸν ἀπαθῆ ὁμολογῶμεν.

Ὥσπερ γὰρ τῷ αἵματι τῆς σαρκὸς αὐτοῦ ἐλυτρώσατο ἡμᾶς, οὕτω καὶ τῇ νοήσει τῆς ψυχῆς αὐτοῦ τὴν νίκην ὑπὲρ ἡμῶν ἐπιδείκνυται, λέγων· Ἐγὼ νενίκηκα τὸν κόσμον· καὶ ἀλλαχοῦ δέ· Διδόντι ἡμῖν τὸ νῖκος. Ἀλλ᾽ ὥσπερ τὸ αἷμα οὐκ ἂν κοινὸν τοῖς εὐσεβέσι νοηθείη, ὥσπερ τοῖς ἀπίστοις, ἀλλὰ σωτήριον· οὕτως καὶ ἡ νόησις λεγομένη, οὐκ ἀνθρωπίνῃ ἀσθενείᾳ περικειμένη, ἀλλὰ Θεοῦ φύσιν ἐπιδεικνυμένη.

Καὶ οὕτως ἂν λέγοιτο τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος ὁ Χριστός· οὐχ ὡς τῆς θεϊκῆς τελειότητος εἰς ἀνθρωπίνην τελειότητα μεταποιηθείσης, ὅ ἐστιν ἀσεβές· οὔτε μὴν ὡς δύο τελειοτήτων κατὰ διαίρεσιν ὁμολογουμένων, ὅ ἐστιν ἀλλότριον εὐσεβείας· οὔτε δὲ κατὰ προκοπὴν ἀρετῆς, καὶ πρόσληψιν δικαιοσύνης, μὴ γένοιτο! ἀλλὰ καθ᾽ ὕπαρξιν ἀνελλιπῆ· ἵνα εἷς ᾖ τὰ ἑκάτερα, τέλειος κατὰ πάντα, Θεὸς καὶ ἄνθρωπος ὁ αὐτός. Διὰ τοῦτο γὰρ καὶ ὁ Κύριος ἔλεγε· Νῦν ἡ ψυχή μου τετάρακται, καὶ κατώδυνός ἐστι. Τὸ δὲ νῦν, τοῦτ᾽ ἔστιν, ὅτε ἠθέλησεν. Ὅμως μέντοι τὸ ὂν ἐπεδείκνυτο· οὐ γὰρ τὸ μὴ ὂν ὡς παρὸν ὠνόμαζεν, ὡς δοκήσει λεγομένων τῶν γινομένων· φύσει γὰρ καὶ ἀληθείᾳ τὰ πάντα ἐγένετο.

Φύσει οὖν καὶ οὐ θέσει τοῦ Κυρίου ἀνθρώπου γενομένου, οὔτε κατὰ φύσιν, οὔτε κατὰ πρᾶξιν ἀνθυποφέρειν ὑμᾶς δυνατὸν τὴν ἁμαρτίαν ἐν τῷ Δημιουργῷ. Ἐν μὲν γὰρ τῇ ἡμετέρᾳ φύσει καὶ τῆς εὑρέσεως ἡ μάχη ἔτι γίνεται, καὶ τῆς ἐπισπορᾶς ἡ προσχώρησις διὰ τὸ ἡμῶν ἀσθενές· ἡ δὲ τοῦ Λόγου σάρκωσις κατὰ φύσιν Θεοῦ γενομένη, ἀνεπίδεκτος γέγονε τῶν ἐν ἡμῖν ἐκ τῆς παλαιότητος ἔτι πολιτευομένων πραγμάτων· καὶ διὰ τοῦτο διδασκόμεθα ἀπεκδύσασθαι τὸν παλαιὸν καὶ ἐπενδύσασθαι τὸν νέον. Καὶ ἐν τούτῳ τὸ θαυμαστὸν, ὅτι καὶ ἄνθρωπος γέγονεν ὁ Κύριος, καὶ χωρὶς ἁμαρτίας· ὅτι καινότης ὅλη γέγονεν, ἵνα ἐνδείξηται τὸ δυνατὸν αὐτοῦ.

Καὶ ὅσα μὲν αὐτὸς συνέταξε θελήσας τῇ φύσει, εἰς ἑαυτὸν ἀνεδέξατο, ὅσα ἠθέλησε, τουτέστι γεννήσεως τῆς ἐκ γυναικὸς, αὐξήσεώς τε ἡλικίας, ἐτῶν ἀριθμήσεως, κόπου, καὶ πείνης, καὶ δίψης, καὶ ὕπνου, καὶ λύπης, καὶ θανάτου, καὶ ἀναστάσεως.

Διὰ τοῦτο καὶ ὅπου διεφθάρη τὸ τοῦ ἀνθρώπου σῶμα, ἐκεῖ προΐεται Ἰησοῦς τὸ ἴδιον σῶμα· καὶ ὅπου κεκράτητο ἡ ψυχὴ ἡ ἀνθρωπίνη ἐν θανάτῳ, ἐκεῖ ἐπιδείκνυται ὁ Χριστὸς τὴν ἀνθρωπίνην ψυχὴν ἰδίαν οὖσαν, ἵνα καὶ παρῇ ὡς ἄνθρωπος ὁ ἀκράτητος ἐν θανάτῳ, καὶ λύσῃ τὴν κράτησιν τοῦ θανάτου, ὡς Θεός· ἵνα ὅπου ἐσπάρη ἡ φθορὰ, ἐκεῖ ἀνατείλῃ ἡ ἀφθαρσία· καὶ ὅπου ἐβασίλευσεν ὁ θάνατος ἐν μορφῇ ψυχῆς ἀνθρωπίνης, παρὼν ὁ ἀθάνατος ἐπιδείξηται τὴν ἀθανασίαν· καὶ οὕτως ἡμᾶς μετόχους καταστήσῃ τῆς ἑαυτοῦ ἀφθαρσίας καὶ ἀθανασίας ἐν ἐλπίδι ἀναστάσεως τῆς ἐκ νεκρῶν· ὅπως ἂν καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, ὡς γέγραπται· ἵν᾽, ὥσπερ δι᾽ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, οὕτως καὶ δι᾽ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον, καθὼς γέγραπται. Πῶς οὖν λέγετε, Ἀντὶ τοῦ ἔσωθεν ἀνθρώπου τοῦ ἐν ἡμῖν, νοῦς ἐπουράνιος ἐν Χριστῷ;

Μήτιγε, διχῆ μερίσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν, καὶ ἐν τάφῳ ἐπεδείκνυτο καὶ ἐν ᾅδῃ; Ἀλλ᾽ οὐχ οἷόν τε ἦν ἕτερον ἀνθ᾽ ἑτέρου ἀντιδοῦναι λύτρον· ἀλλὰ σῶμα ἀντὶ σώματος, καὶ ψυχὴν ἀντὶ ψυχῆς δέδωκε, καὶ τελείαν ὕπαρξιν ὑπὲρ ὅλου ἀνθρώπου· τοῦτ᾽ ἔστι τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ, ὃ ὠνείδισαν ἐπὶ τοῦ σταυροῦ οἱ ἐχθροὶ τῆς ζωῆς Ἰουδαῖοι παραπορευόμενοι, καὶ κινοῦντες τὰς κεφαλὰς αὐτῶν. Οὔτε γὰρ ὁ ᾅδης ἤνεγκεν ἀπαρακαλύπτου θεότητος ἐπίβασιν· τοῦτο καὶ προφῆται καὶ ἀπόστολοι μαρτυροῦσιν.

Ἔστι δὲ καὶ ἐπὶ τῆς τοῦ σταυροῦ οἰκονομίας συνιδεῖν τὸ λεγόμενον· ὅπως ὁ Κύριος τῇ μὲν προβολῇ τοῦ αἵματος τὴν βεβαιότητα τῆς σαρκὸς ἐπεδείκνυτο· τῇ δὲ προσθήκῃ τοῦ ὕδατος τὴν ἄχραντον καθαρότητα ἐδήλου, καὶ ὅτι τοῦ Θεοῦ τὸ σῶμα· κράξας δὲ καὶ κλίνας τὴν κεφαλὴν, καὶ παραδοὺς τὸ πνεῦμα, τὸ ἔσωθεν τοῦ ἰδίου σώματος, τουτέστι τὴν ψυχὴν ἐσήμανε· περὶ ἧς καὶ εἴρηκεν, ὅτι Τίθημι ὑπὲρ τῶν προβάτων τῶν ἐμῶν. Ὥστε τὴν ἔκπνευσιν οὐκ ἄν τις εἴποι θεότητος μετάστασιν, ἀλλὰ ψυχῆς ἀποχώρησιν. Εἰ γὰρ κατὰ μετάστασιν θεότητος ὁ θάνατος γέγονε καὶ ἡ τοῦ σώματος νέκρωσις, ἴδιον ἄρα θάνατον ἀπέθανε, καὶ οὐ τὸν ἡμέτερον.

Καὶ πῶς εἰς ᾅδου κατῆλθεν ἀπαρακαλύπτῳ τῇ θεότητι; Ποῦ οὖν ἡ ψυχὴ, ἣν ἐπηγγείλατο ὁ Κύριος τιθέναι ὑπὲρ τῶν προβάτων, περὶ ἧς καὶ προφῆται προμηνύουσιν; εἰ δὲ ψυχῆς ἀποχώρησις γέγονε, διὰ τοῦτο εἴρηται, ὅτι τὸν ἡμέτερον ἀνεδέξατο θάνατον, τουτέστι τῆς καθ᾽ ἡμᾶς διαλύσεως ἀνασχόμενος, ὥσπερ καὶ γεννήσεως.

Μάταιον οὖν ὑμῶν τὸ σόφισμα· ἐπεὶ πῶς ἂν ὁ θάνατος ἐγεγόνει, εἰ μὴ καὶ τὸν ἔσωθεν καὶ τὸν ἔξωθεν συνεστήσατο ἑαυτῷ ὁ Λόγος, τουτέστι σῶμα καὶ ψυχήν; Πῶς δὲ καὶ ὑπὲρ τοῦ παντὸς ἀντέδωκεν ἀντίλυτρον; ἢ πῶς ἡ κράτησις τοῦ θανάτου τελείαν ἐλάμβανε τὴν λύσιν, εἰ τὸ κατὰ φρόνησιν ἁμαρτῆσαν, τὴν ψυχὴν, Χριστὸς ἀναμάρτητον οὐ συνεστήσατο ἐν ἑαυτῷ; Ἔτι οὖν βασιλεύει ὁ θάνατος τοῦ ἔσωθεν ἀνθρώπου· τίνος γὰρ ἄλλου καὶ ἐβασίλευσέ ποτε, οὐχὶ ψυχῆς τῆς ἐν φρονήσει ἁμαρτησάσης; καθὼς εἴρηται· Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη καὶ ἀποθανεῖται· ὑπὲρ ἧς τὴν ἰδίαν ψυχὴν τέθεικεν ὁ Χριστὸς λύτρον ἀντιδιδούς.

Τίνος δὲ καὶ ἀρχῆθεν κατέγνω ὁ Θεός; τῆς πλάσεως τοῦ πλάσαντος, ἢ τῆς πράξεως τοῦ πλάσματος; Εἰ τῆς πλάσεως τοῦ πλάσαντος κατέγνω Θεὸς, ἑαυτοῦ κατέγνω· καὶ ἔσται ὡς οἱ ἄνθρωποι. Εἰ δὲ ἀσεβὲς τοῦτο περὶ Θεοῦ ἐννοεῖν, κατέγνω δὲ τῆς πράξεως τοῦ πλάσματος, περιαιρεῖ τοίνυν τὴν πρᾶξιν, καὶ καινοποιεῖ τὴν πλάσιν· αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς.

Ἀλλὰ πάλιν λέγετε· Ἡμεῖς Θεὸν λέγομεν τὸν ἐκ Μαρίας. Πῶς τοίνυν λέγετε, ὡς Μαρκίων, Θεὸν ἐπιδημήσαντα, καὶ Θεὸν ἀθιγῶς προσεληλυθότα, φύσιν ἔχοντα ἀνεπίδεκτον σαρκὸς ἀνθρωπίνης; Ἢ πῶς λέγετε Θεὸν, ὡς Παῦλος ὁ Σαμοσατεύς; τοῦτο γὰρ τῆς ἐκείνου ἀσεβείας τὸ πρόσχημα, Θεὸν ὁμολογεῖν τὸν ἐκ Μαρίας, πρὸ αἰώνων μὲν προορισθέντα, ἐκ δὲ Μαρίας τὴν ἀρχὴν τῆς ὑπάρξεως ἐσχηκότα. Λόγον δὲ ἐνεργῆ ἐξ οὐρανοῦ καὶ σοφίαν ἐν αὐτῷ ὁμολογεῖ, πλεῖον παρ᾽ ὑμᾶς χαριζόμενος κατὰ τὴν ἑαυτοῦ ἀσέβειαν· ὥσπερ ὑμεῖς λέγετε νοῦν ἐπουράνιον ἐν σώματι ἐμψύχῳ. Οὔτε δὲ σῶμα ἔμψυχον ἤδη ἄνθρωπος τέλειος, οὔτε νοῦς ἐπουράνιος ἤδη Θεός. Σῶμα γὰρ ἔμψυχον λέγεται, ἐφ᾽ ᾧ ἐνυποστάτως τὸ τῆς ψυχῆς φέρεται ὄνομα. Σῶμα δὲ ἀνθρώπου σῶμα λέγεται, καὶ οὐ ψυχή· καὶ ψυχὴ ἀνθρώπου λέγεται, καὶ οὐ σῶμα, ἕτερον πρὸς ἕτερον ὂν, τουτέστι πνεῦμα πρὸς σῶμα. Τίς δὲ, φησὶν, ἔγνω νοῦν Κυρίου; Νοῦς Κυρίου οὔπω Κύριος, ἀλλὰ Κυρίου θέλησις, ἢ βουλὴ, ἢ ἐνέργεια πρός τι. Πῶς οὖν ταῦτα λαλεῖν ἐπινοεῖτε, πλαστοῖς λόγοις καπηλεύοντες τὸν Λόγον τοῦ Θεοῦ;

Ἀλλ᾽ ἡ τοῦ Θεοῦ Ἐκκλησία οὔτε οὕτω παρείληφεν, οὔτε οὕτω παρέδωκεν· ἀλλὰ, καθὼς γέγραπται, τὸν Θεὸν καὶ Λόγον, τὸν ὄντα πρὸς τὸν Θεὸν πρὸ αἰώνων, ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπιδημήσαντα, καὶ ἐξ ἁγίας Παρθένου, καὶ ἐκ Πνεύματος ἁγίου γεννηθέντα Υἱὸν ἀνθρώπου, ὡς γέγραπται· Ἕως οὗ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον· ἵνα γένηται πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, αὐτὸς ὢν Θεὸς ἀληθινός· ἵνα καὶ πάθῃ ὑπὲρ ἡμῶν, ὡς ἄνθρωπος, καὶ λυτρώσηται ἡμᾶς ἐκ πάθους καὶ θανάτου, ὡς Θεός. Μάτην οὖν φαντάζεσθε, τοῦ φρονοῦντος καὶ ἄγοντος τὴν σάρκα ἐν ἑαυτοῖς δύνασθαι τὴν καινότητα κατεργάζεσθαι, οἰόμενοι διὰ μιμήσεως· οὐ νοοῦντες, ὅτι μίμησις, προαγούσης πραγματείας γίνεται μίμησις· ἐπεὶ οὐκ ἂν λέγοιτο μίμησις. Ἐν δὲ Χριστῷ, σαρκὸς μόνης καινότητα ὁμολογοῦντες, πλανώμενοι βλασφημεῖτε.

Εἰ γὰρ τοῦ ἄγοντος τὴν σάρκα δυνατὸν ἦν ἀνθρώποις τὴν καινότητα κατεργάσασθαι ἑαυτοῖς χωρὶς Χριστοῦ, ἕπεται δὲ τῷ ἄγοντι τὸ ἀγόμενον· τίς ἦν χρεία τῆς Χριστοῦ ἐπιδημίας; Μάταιοι δὲ καὶ οἱ λέγοντες, ὡς ἐπὶ ἕνα τῶν προφητῶν ἐπιδεδημηκέναι τὸν Λόγον. Τίς γὰρ τῶν προφητῶν, Θεὸς ὢν, ἄνθρωπος γέγονε; Διὰ τί δὲ ὁ νόμος οὐδὲν ἐτελείωσε; διὰ τί δὲ καὶ ἐβασίλευσεν ὁ θάνατος καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῶν πρωτοπλάστων; διὰ τί δὲ καὶ ὁ Κύριος ἔλεγεν· Ἐὰν ὑμᾶς ὁ Υἱὸς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε; Οὐχὶ κατὰ τὴν καινότητα, τὴν ἐν αὐτῷ, καὶ τὴν τελειότητα, δι᾽ ἧς καὶ οἱ πιστεύσαντες ἀνακαινιζόμεθα, κατὰ μίμησιν καὶ μετοχὴν τῆς τελείας καινότητος τοῦ Χριστοῦ, Ἀλλὰ ὑμῖν πάντα ἐπινενόηται, ἵνα μίαν τῆς ἀρνήσεως κατασκευάσητε γνώμην. Καὶ τὴν μὲν ψυχὴν κατὰ μετάφρασιν, ποτὲ μὲν νοῦν παράφρονα ὀνομάζοντες, ποτὲ δὲ ἁμαρτίαν ἐνυπόστατον, ποτὲ δὲ, ὡς ἐργάτιν τῆς ἁμαρτίας, ἐξωθεῖτε· καὶ τὴν σάρκα ποτὲ μὲν ἄκτιστον, ποτὲ δὲ ἐπουράνιον, ποτὲ δὲ ὁμοούσιον τῷ Λόγῳ, ἵνα τελείαν ἑαυτοῖς τὴν ἄρνησιν βεβαιώσητε.

Ὥσπερ δὲ Ἄρειος, ἀπολισθήσας ἀπὸ τῆς πίστεως, τῆς ἐν τῇ ἀῤῥήτῳ καὶ ἀληθεστάτῃ τοῦ Υἱοῦ ἐκ Πατρὸς γεννήσει, πάθος καὶ τομὴν καὶ ῥεῦσιν προεξεῦρεν· ἵνα διὰ τῶν ἀσεβῶν ῥημάτων καταβάλῃ τοὺς ἀστηρίκτους εἰς τὸν τῆς παρανομίας βόθρον· Βόθρος γὰρ βαθὺς στόμα παρανόμου· οὕτω δ᾽ αὖ πάλιν Σαβέλλιος, ἀνυπόστατον τὸν Υἱὸν ἐννοήσας, καὶ ἀνύπαρκτον τὸ ἅγιον Πνεῦμα. διαίρεσιν θεότητος, καὶ ἀρχῶν, καὶ θεῶν ἀρίθμησιν καταιτιώμενος, τῇ Ἰουδαϊκῇ στηρίζεται γνώμῃ· οὕτω δὴ Μανιχαῖος, ἀπιστήσας τῇ σαρκώσει καὶ ἐνανθρωπήσει τοῦ Κυρίου, ἀσεβὴς κατὰ πάντα γέγονε, λέγων δυσὶν ὑποκεῖσθαι Δημιουργοῖς τὸν ἄνθρωπον, πονηρῷ τε καὶ ἀγαθῷ· τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς συκοφαντοῦντες λέγετε ἡμᾶς δύο λέγειν Υἱοὺς, καὶ ἀνθρωπολάτρας ἡμᾶς ὀνομάζετε, ἢ τὴν ἁμαρτίαν ἀνθυποφέρετε, οὐχ ἵνα εὐσεβήσητε, ἀλλ᾽ ἵνα τὴν πλάνην ὑμῶν ταῖς κακαῖς ἐφευρέσεσιν εὐπροχώρητον δείξητε, καὶ ἐκκλίνητε τοὺς ἀστηρίκτους ἀπὸ τῆς πίστεως τοῖς ἀσεβέσιν ὑμῶν ῥήμασιν. Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην.

Ταῦτα ἔγραψα, ἀγαπητέ· κἂν ὅτι μάλιστα οὐδὲν πλέον ἔδει γράφειν· αὐτάρκης γὰρ ἡ εὐαγγελικὴ παράδοσις· ἀλλ᾽ ἐπειδὴ ἠρώτησας περὶ τῆς ἐν ἡμῖν πίστεως, καὶ ἕνεκά γε τῶν ἐρεσχελεῖν βουλομένων ταῖς ἐφευρέσεσι, καὶ οὐ λογιζομένων, ὅτι ὁ ἐκ τῶν ἰδίων λαλῶν τὸ ψεῦδος λαλεῖ. Οὔτε γὰρ κάλλος, οὔτε δόξαν σώματος Χριστοῦ ἐφικτὸν διανοίᾳ ἀνθρώπου ἐξειπεῖν· ἀλλά γε καὶ τὰ γενόμενα, ὡς γέγραπται, ὁμολογεῖν, καὶ τὸν ὄντα Θεὸν προσκυνεῖν εἰς δόξαν καὶ ἐξομολόγησιν τῆς αὐτοῦ φιλανθρωπίας, καὶ ἐλπίδα τῆς σωτηρίας ἡμῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.