Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως κατὰ Ἀπολιναρίου

Μέγας Αθανάσιος

Έναρξη του Δεύτερου Λόγου και ανασκευή ιστορικών αιρέσεων

Εισαγωγή στο δεύτερο τμήμα του έργου με έμφαση στη διαφορά των δύο φύσεων στο πρόσωπο του Χριστού. Συστηματική κριτική στις αποκλίσεις του Παύλου του Σαμοσατέως, του Μαρκίωνα, του Μανιχαίου και άλλων αιρετικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 8

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΠΕΡΙ ΤΗΣ ΣΩΤΗΡΙΩΔΟΥΣ ΕΠΙΦΑΝΕΙΑΣ ΤΟΥ ΧΡΙΣΤΟΥ, ΚΑΙ ΚΑΤΑ ΑΠΟΛΛΙΝΑΡΙΟΥ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Οἱ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μὴ ἐκ Θεοῦ καὶ ἀνθρώπου ἕνα ὁμολογοῦντες, ὡς γέγραπται ἐν τῷ Εὐαγγελίῳ, Τοῦ Ἀδὰμ, τοῦ Θεοῦ, λεγέτωσαν, πῶς τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα Θεὸν καὶ λαβόντα τὴν τοῦ δούλου μορφὴν ὑπειλήφασιν, ἢ τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, νενοήκασιν. Ὁ γὰρ εἰρηκὼς, ὅτι Ὁ Λόγος σὰρξ ἐγένετο, εἴρηκεν, ὅτι αὐτὸς τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν. Ἆρα ὡς τοῦ Λόγου τροπὴν ὑπομείναντος εἰς σαρκὸς μεταποίησιν, ἢ ψυχῆς ὁμοίωσιν· ἣ ὡς φανταστικὴν τὴν δεῖξιν ποιησαμένου τῆς ἀνθρωπίνης μορφῆς, ὥσπερ οἱ ἄλλοι τῶν αἱρετικῶν πλανώμενοι λέγουσιν; Ἀλλ᾽ οὐ συγχωρεῖ ὁ Ἀπόστολος, σαφῶς εἰρηκὼς, ὅτι Τίς ὢν, τί ἔλαβεν.

Ὥσπερ γὰρ ἡ μορφὴ τοῦ Θεοῦ, τὸ πλήρωμα τῆς τοῦ Λόγου θεότητος νοεῖται· οὕτως καὶ ἡ μορφὴ τοῦ δούλου, ἡ νοερὰ τῆς ἀνθρώπων συστάσεως φύσις σὺν τῇ ὀργανικῇ καταστάσει ὁμολογεῖται· ἵνα τὸ μὲν, ἦν, ὁ Λόγος νοῆται, τὸ δὲ, ἐγένετο, ἡ σὰρξ ὁμολογῆται σὺν τῇ ψυχῇ· ἥτις λέγεται μορφὴ δούλου, νοερά τις σύστασις νοουμένη. Διὰ τοῦτο νεκρωθεὶς ἄνθρωπος ἄμορφος λέγεται, καὶ λύεται ὅλος, τῆς ψυχῆς, τῆς ἄλυτον ἐχούσης τὴν φύσιν, ἀποχωρησάσης ἀπὸ τοῦ σώματος. Ὅθεν ὁ μὲν Παῦλος τῆς νοερᾶς φύσεως τὴν μαρτυρίαν ποιεῖται, ὁ δὲ Ἰωάννης τῆς ὀργανικῆς τοῦ σώματος ἐπιδείξεως, ἵνα ἑκάτεροι τὸ πᾶν τῆς οἰκονομίας μυστήριον καταγγέλλωσι. Δῆλον γὰρ, ὅτι ὁ προϋπάρχων Θεὸς Λόγος πρὸ τῆς ἐν σαρκὶ ἐπιδημίας οὐκ ἦν ἄνθρωπος, ἀλλὰ Θεὸς ἦν πρὸς τὸν Θεὸν, ἀόρατος καὶ ἀπαθὴς ὤν.

Οὔτε οὖν τὸ, Χριστὸς, ὄνομα δίχα τῆς σαρκὸς προσάγεται· ἐπειδὴ ἀκολουθεῖ τῷ ὀνόματι τὸ πάθος καὶ ὁ θάνατος, τοῦ μὲν Παύλου γράφοντος· Εἰ παθητὸς ὁ Χριστὸς, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν· καὶ ἀλλαχοῦ λέγοντος· Τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός· καὶ ὅτι Ἄνθρωπος Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν. Οὐχ ὅτι οὐ Θεὸς, ἀλλ᾽ ὅτι καὶ ἄνθρωπος ὁ Χριστός. Διὸ, Μνημόνευε, φησὶν, Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα. Καὶ διὰ τοῦτο ἡ Γραφὴ ἑκατέρων τῶν ὀνομάτων ποιεῖται τὴν προσαγωγὴν ἐν ἐπιδείξει ὑπάρξεως· ἀοράτως μὲν Θεοῦ νοουμένου καὶ ὄντος ἀληθῶς, ὁρατῶς δὲ ἀνθρώπου ψηλαφωμένου καὶ ὑπάρχοντος ἀληθῶς· οὐκ ἐν διαιρέσει προσώπων ἢ ὀνομάτων, ἀλλὰ φυσικῇ γεννήσει καὶ ἀλύτῳ ἑνώσει· ἵνα, ἐν αὐτῷ τοῦ πάθους ὁμολογουμένου ἀληθῶς, ὁ αὐτὸς καὶ παθητὸς καὶ ἀπαθὴς εἶναι συνομολογῆται ἀληθινῶς.

Πῶς οὖν γέγονε Χριστὸς ὁ Λόγος, Θεὸς ὢν, πρὶν γένηται ἄνθρωπος; Εἰ μὲν γὰρ θεότητος ἴδιον τὸ, Χριστὸς, ὄνομα, δίχα σαρκὸς, προσακτέον ἄρα καὶ τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι· ἔσται δὲ καὶ τὸ πάθος κοινὸν, ὥς τινες πεπλανημένοι λέγουσιν. Ἢ καὶ αὐτὸν ἀπαθῆ καὶ ἀσώματον Θεὸν Λόγον καὶ πρὸ τῆς σαρκώσεως καὶ ἐνανθρωπήσεως ἐρεῖτε δεκτικὸν εἶναι πάθους καὶ θανάτου; Καὶ πῶς ὁ τῷ Πατρὶ ὁμοούσιος Υἱὸς, καὶ ἀδιαίρετος κατὰ τὴν θείαν φύσιν, παθητὸς ἂν λέγοιτο, ἄτρεπτος ὢν καὶ ἀναλλοίωτος, εἰ μὴ, λαβὼν ἐκ μήτρας Παρθένου τὸ σύμπαν τῆς ἀνθρώπου συστάσεως εἶδος ἐν ἑαυτῷ, ἐγένετο ἄνθρωπος· ἵνα καὶ ἄνθρωπος ᾖ ἐν τῷ πάθει, καὶ ἄτρεπτος ᾖ Θεὸς ὤν;

Διὰ τοῦτο γὰρ καὶ ἡ χρίσις ἐγένετο, οὐχ ὡς Θεοῦ χρίσεως δεομένου, οὐδ᾽ αὖ πάλιν τῆς χρίσεως δίχα Θεοῦ γενομένης, ἀλλὰ Θεοῦ μὲν τὴν χρίσιν προσαγομένου, ἐν δὲ τῷ δεκτικῷ τῆς χρίσεως σώματι δεχομένου. Πρόδηλον οὖν, ὅτι οὐ δίχα σαρκὸς ἀνθρωπίνης ὁ Λόγος Χριστὸς γέγονεν, ἑαυτὸν καταμερίσας εἰς σαρκὸς ἐπίδειξιν, ἢ ψυχῆς ὁμοίωσιν· ἀλλὰ μένων ὃ ἦν, ἔλαβε τὴν τοῦ δούλου μορφὴν, οὐ λειπομένην ὑπάρξεως τῆς ἐν ἐπιδείξει φανερουμένης, διά τε πάθους καὶ ἀναστάσεως καὶ πάσης τῆς οἰκονομίας, ὡς γέγραπται καὶ δεδήλωται. Εἴπατε τοίνυν, πῶς Θεὸν ἐν Ναζαρὲτ γεγενῆσθαι ὑπειλήφατε; ἐπειδὴ καὶ πάντες αἱρετικοὶ τοῦτο λέγειν εἰώθασιν, ὡς Παῦλος ὁ Σαμοσατεὺς Θεὸν ἐκ τῆς Παρθένου ὁμολογεῖ, Θεὸν ἐκ Ναζαρὲτ ὀφθέντα, καὶ ἐντεῦθεν τῆς ὑπάρξεως τὴν ἀρχὴν ἐσχηκότα, καὶ ἀρχὴν βασιλείας παρειληφότα· Λόγον δὲ ἐνεργὸν ἐξ οὐρανοῦ, καὶ σοφίαν ἐν αὐτῷ ὁμολογεῖ· τῷ μὲν προορισμῷ πρὸ αἰώνων ὄντα, τῇ δὲ ὑπάρξει ἐκ Ναζαρὲτ ἀναδειχθέντα· ἵνα εἷς εἴη, φησὶν, ὁ ἐπὶ πάντα Θεὸς ὁ Πατήρ.

Τοιαύτη τούτου ἡ ἀσέβεια. Μαρκίων δὲ καὶ Μανιχαῖος, Θεὸν ἐπιδημήσατα ἐν Παρθένῳ, καὶ ἀθιγῶς προεληλυθότα, καὶ ἀνεπιδέκτως ἔχοντα κοινωνῆσαι φύσει ἀνθρωπίνῃ, τῇ ὑποπεπτωκυίᾳ τῇ ἁμαρτίᾳ, καὶ ὑποκειμένῃ τῷ ἄρχοντι τῆς κακίας. Εἰ γὰρ ταύτην προσηγάγετο, καὶ τῷ ἄρχοντι τῆς κακίας ὑποκείσεται, καὶ οὐκ ἔσται χωρὶς ἁμαρτίας ὁ Χριστός· ἀλλ᾽ ἰδίαν σάρκα ἐπιδεδεῖχθαι ἐξ ἑαυτοῦ καθ᾽ ὁμοίωσιν, ὡς ἠθέλησεν ἐξ οὐρανοῦ ὀφθεῖσαν, καὶ εἰς οὐρανοὺς χωρήσασαν, καὶ θεότητα ὅλην οὖσαν.

Οὐαλεντῖνος δὲ πάλιν κοινὸν τῆς Τριάδος τὸ πάθος λέγει, τῆς θεότητος μέρος τὴν σάρκα φανταζόμενος. Ἄρειος δὲ σάρκα μόνην πρὸς ἀποκρυφὴν τῆς θεότητος ὁμολογεῖ· ἀντὶ δὲ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου, τουτέστι τῆς ψυχῆς, τὸν Λόγον ἐν τῇ σαρκὶ λέγει γεγονέναι, τὴν τοῦ πάθους νόησιν, καὶ τὴν ἐξ ᾅδου ἀνάστασιν τῇ θεότητι προσάγειν τολμῶν. Σαβέλλιος δὲ τοῦ Σαμοσατέως Παύλου καὶ τῶν κατ᾽ αὐτὸν ἐπιδέδεικται τὴν γνώμην· δεδοικὼς γὰρ τὴν ἐξ Ἀρείου διαίρεσιν, τῇ ἀναιρετικῇ καταπέπτωκε πλάνῃ. Ὑμεῖς δὲ τίνι πρόσκεισθε, ἢ τίνι βοηθεῖν βούλεσθε; Ἢ, τὸ λεγόμενον, πάμφυλοι γεγόνατε; Πᾶσι γὰρ τοῖς προειρημένοις αἱρετικοῖς συνηνέχθητε, ἀπιστήσαντες τῇ ἑνώσει· καὶ ἀντιλέγοντες τῇ πληρώσει, εἰς ἀναίρεσιν κεχωρήκατε, διαιρέσεως δειλίαν προφασιζόμενοι.

Ὥσπερ δὲ οἱ διαιροῦντες μεμήνασι, καὶ οἱ παραιροῦντες πεπλάνηνται, οὕτως οἱ ἀναιροῦντες ἀπόλλυνται· ἀληθινῆς τῆς οἰκονομίας γεγενημένης, καὶ τῆς ἀληθείας φανερωθείσης, καὶ τῆς χάριτος μαρτυρουμένης. Τί τοίνυν προφασιζόμενοι σοφίζεσθε; τί ὑποκρινόμενοι ὑποκαλύπτετε, καὶ οὐ φανερῶς λέγετε, ὅτι οὐχὶ λαβὼν δούλου μορφὴν γέγονεν ἄνθρωπος, ἀλλ᾽ ὅτι ὤφθη ὡς ἄνθρωπος; ταύτην παρέχει τὴν πεῦσιν ὑμῶν ὁ λόγος, προφάσει λεγόντων ὁ αὐτὸς καὶ ὁ αὐτός. Διὰ τοῦτο καταλέγειν τῆς ἀληθοῦς οἰκονομίας ἐπιχειρεῖτε συκοφαντοῦντες, καὶ λέγοντες· Ἄνθρωπον λέγουσι τὸν Χριστὸν θεοποιηθέντα. Καὶ ποῦ τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος; καὶ ὅτι Λαβὼν μορφὴν δούλου ἐγένετο ἄνθρωπος; ἢ ἄνθρωπόν φησι μετὰ Θεοῦ ὄντα, ἢ ἄνθρωπόν φησι Θεῷ συμπλακέντα, ἢ ἄνθρωπον ὑπὲρ κόσμου ἀποθανόντα, καὶ μέρος τοῦ κόσμου ὄντα, ἢ ἄνθρωπον τῆς ἁμαρτίας οὐ χωρισθέντα, ἢ ἄνθρωπον ἀγγέλων δεσπόζοντα, ἢ ἄνθρωπον ὑπὸ τῆς κτίσεως προσκυνούμενον, ἢ ἄνθρωπον Κύριον ὄντα, τοῦ Ἀποστόλου λέγοντος· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ· ἢ ἄνθρωπον σταυρωθέντα, καὶ Κύριον τῆς δόξης ὄντα, ἢ ἄνθρωπον ἀκούοντα· Κάθου ἐκ δεξιῶν μου· ἢ ἄνθρωπον ἐρχόμενον κρίσιν κρῖναι. Αὕτη ἐστὶν ὑμῶν ἡ θολερὰ ἀνατροπὴ, ἢν ποτίζετε τοὺς ἀνθρώπους, καὶ μεθύσκετε.

Ἐρωτήσατε τοίνυν Ἰουδαίους, ἵνα, ταῦτα παρ᾽ αὐτῶν ἀκούσαντες τὰ ῥήματα κατὰ Χριστοῦ λεγόμενα, καὶ τῶν εἰς αὐτὸν πεπιστευκότων, ἐρυθριάσητε· μάθετε δὲ καὶ παρὰ τῶν ἄλλων αἱρετικῶν, τὰ αὐτὰ λαλούντων καὶ φρονούντων. Προκείσθω τοίνυν τῶν αἱρετικῶν τὰ δόγματα, καὶ τῆς ὑμετέρας φρονήσεως ἡ γνώμη, καὶ τῆς ἡμετέρας πίστεως ὁ λόγος, καὶ τοῦ Εὐαγγελίου ὁ ὅρος, καὶ τῶν ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν προφητῶν ἡ μαρτυρία, καὶ τῆς πληρωθείσης οἰκονομίας ἡ κατανόησις.