Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως κατὰ Ἀπολιναρίου

Μέγας Αθανάσιος

Αναίρεση της δοξασίας περί άκτιστης και ουράνιας σαρκός

Θεολογικός έλεγχος των απόψεων που θεωρούν το σώμα του Χριστού άκτιστο ή εξ ουρανού κατελθόν. Προβάλλεται η πραγματικότητα της ανθρώπινης φύσης, η εκ Παρθένου γέννηση και η σωτηριολογική αναγκαιότητα της πρόσληψης κτιστής σαρκός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 8

Οἱ μὲν γὰρ Πατέρες εἰρήκασιν, ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ, καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, καὶ τέλειον ἐκ τελείου· ἔπειτα κατελθόντα διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθέντα, ἐνανθρωπήσαντα, εἶθ᾽ οὕτως παθόντα, καὶ ἀναστάντα. Ἵνα δὲ μή τις, πάθος καὶ ἀνάστασιν ἀκούων, ἠλλοιῶσθαι τὸν Θεὸν Λόγον ἐννοοῖτο, τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον τοῦ Υἱοῦ μετὰ κρίματος διορίζονται. Οὗτοι δὲ ἢ ἀλλοίωσιν τοῦ Λόγου φαντάζονται, ἢ δόκησιν τὴν οἰκονομίαν τοῦ πάθους ὑπολαμβάνουσι· ποτὲ μὲν ἄκτιστον καὶ ἐπουράνιον λέγοντες τὴν τοῦ Χριστοῦ σάρκα, ποτὲ δὲ ὁμοούσιον τῆς θεότητος. Εἶτα, φασὶν, ἀντὶ τοῦ ἔσωθεν ἐν ἡμῖν ἀνθρώπου νοῦς ἐπουράνιος ἐν Χριστῷ. Ὡς γὰρ ὀργανικῷ κέχρηται σχήματι τῷ περιέχοντι· οὐ γὰρ οἷόν τε ἦν τέλειον ἄνθρωπον αὐτὸν γενέσθαι. Ὅπου γὰρ τέλειος ἄνθρωπος, ἐκεῖ καὶ ἁμαρτία· καὶ ὅτι δύο τέλεια ἓν γενέσθαι οὐ δύναται· ἐπεὶ ἔσται καὶ ἐν Χριστῷ ἡ ἐν ἡμῖν μάχη τῆς ἁμαρτίας· καὶ ἔσται αὐτῷ χρεία τοῦ καθ᾽ ἡμᾶς καθαρισμοῦ, εἰ τὸ φρονοῦν καὶ τὸ ἄγον ἐν ἡμῖν τὴν σάρκα Χριστὸς ἐν ἑαυτῷ ἐπιδέδεικται γενόμενος ἄνθρωπος. Ἀλλὰ ἔλαβε, φασὶ, τὸ ἀνόητον, ἵν᾽ αὐτὸς ᾖ νοῦς ἐν αὐτῷ, καὶ ἄγευστος ᾖ πάντη τῆς ἁμαρτίας, κατά γε τὸ θεϊκὸν καὶ τὸ ἀνόητον τῆς σαρκός.

Οὔτε γὰρ ἁμάρτοι ἂν ἡ σὰρξ τοῦ ἄγοντος τὴν σάρκα, τουτέστι τοῦ φρονοῦντος, μὴ προενθυμηθέντος τὴν πρᾶξιν τῆς ἁμαρτίας, καὶ ἐνεργήσαντος διὰ τοῦ σώματος εἰς ἐκπλήρωσιν τῆς ἁμαρτίας.

Ὅθεν σαρκὸς μὲν καινότητα Χριστὸς ἐπιδέδεικται καθ᾽ ὁμοίωσιν· τοῦ δὲ φρονοῦντος ἐν ἡμῖν τὴν καινότητα διὰ μιμήσεως, καὶ ὁμοιώσεως, καὶ ἀποχῆς τῆς ἁμαρτίας, ἕκαστος ἐν ἑαυτῷ ἐπιδείκνυται. Καὶ οὕτως νοεῖται Χριστὸς χωρὶς ἁμαρτίας Ταῦτά ἐστιν αὐτῶν τὰ σοφίσματα, καὶ τῆς παρατροπῆς τὰ νοήματα· καὶ οὐκ ἔστιν εἷς ὁ λόγος αὐτῶν· πολλαὶ γὰρ τῆς ἀπιστίας αἱ παρατροπαὶ, ἀνθρωπίνοις λογισμοῖς ἐπινενοημέναι. Προθῶμεν τοίνυν τούτοις τῆς τοῦ Θεοῦ εὐδοκίας τὴν θέλησιν (ὤμοσε γὰρ, φησὶ, Κύριος, καὶ οὐ μεταμεληθήσεται), καὶ τῆς ἀληθεστάτης οἰκονομίας τὴν συμπλήρωσιν, καὶ τῆς τελειοτάτης εὐεργεσίας τὴν χάριν· ἀντερωτήσαντες τούτων τὰ νοήματα, εἰ τοῖς προφητικοῖς μηνύμασι συνᾴδουσιν· εἰ τοῖς ἀποστολικοῖς διδάγμασιν ἀκολουθοῦσιν· εἰ τοῖς τῶν Πατέρων παραγγέλμασι στοιχοῦσιν· εἰ τὰς ἐναποδείκτους τοῦ Δεσπότου φωνὰς οὐκ ἀθετοῦσιν· ἵν᾽ ἐκ τῶν προφητικῶν μηνυμάτων, καὶ τῶν ἀποστολικῶν διδαγμάτων, καὶ τῶν ὑπὸ τοῦ Κυρίου πληρωθέντων πραγμάτων, γίγνηται τῆς ἀληθείας ἡ ὁμολογία, καὶ τῆς πλάνης ἡ ἔλεγξις. Εἴπατε τοίνυν οἱ ἐφευρεταὶ τοῦ καινοῦ καθ᾽ ὑμᾶς Εὐαγγελίου, ὃ οὐκ ἔστιν ἄλλο, πόθεν ὑμῖν κατηγγέλθη σάρκα ἄκτιστον λέγειν, ὥστε ἢ τὴν θεότητα τοῦ Λόγου εἰς μετάπτωσιν σαρκὸς φαντάζεσθαι, ἢ τὴν οἰκονομίαν τοῦ πάθους καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως, ὡς δόκησιν νομίζειν.

Ἄκτιστος μὲν γὰρ πέφηνε μόνη ἡ ἁγία Τριὰς τῆς θεότητος, ἀΐδιός τε καὶ ἄτρεπτος, καὶ ἀναλλοίωτος. Χριστοῦ δὲ κατὰ σάρκα ἐξ ἀνθρώπων ἀνισταμένου ἐκ τῶν ἀδελφῶν ἡμῶν, ὡς γέγραπται, καὶ παθητοῦ καὶ πρωτοτόκου ἐξ ἀναστάσεως νεκρῶν, προκαταγγείλαντος τοῦ νόμου, πῶς τὸ ἄκτιστον παθητὸν λέγετε; ἢ πῶς τὸ παθητὸν ἄκτιστον ὀνομάζετε; Καὶ γὰρ καὶ τὴν ἄκτιστον οὐσίαν τοῦ Λόγου παθητὴν λέγοντες, εἰς τὴν θεότητα βλασφημεῖτε· καὶ τὴν παθητὴν σάρκα, ὀστέοις τε καὶ αἵματι, καὶ ψυχῇ, καὶ ὅλου τοῦ καθ᾽ ἡμᾶς σώματος ἁρμοσθεῖσαν, ψηλαφητήν τε καὶ ὁρατὴν γενομένην, ἄκτιστον λέγοντες, δυσὶ περιπίπτετε πτώμασιν· ἢ φαντασίαν τὴν δεῖξιν καὶ τὴν ἀνοχὴν τοῦ πάθους ὑπολαμβάνοντες, κατὰ τὴν τῶν Μανιχαίων ἀσέβειαν· ἢ τοιαύτην ὑποτίθεσθε τῆς ἀκτίστου θεότητος τὴν οὐσίαν. Καὶ τί ἔτι μέμφεσθε τοῖς ἐν ἀνθρωπίνῃ μορφῇ τῇ κατὰ σάρκα τὸν Θεὸν φανταζομένοις;

Ἀλλὰ λέγετε, ὅτι ἄκτιστος γέγονε τῇ ἑνώσει τῇ πρὸς τὸν ἄκτιστον. Ἐντεῦθεν δὲ ὑμῶν ἡ πλάνη δειχθήσεται αὐτέλεγκτος· ἡ γὰρ τῆς σαρκὸς ἕνωσις πρὸς τὴν τοῦ Λόγου θεότητα ἐκ μήτρας γέγονεν· ἐντεῦθεν γὰρ αὐτὴν ἀνεστήσατο ὁ Λόγος, ἐξ οὐρανῶν ἐπιδημήσας· οὐ προϋπάρξασαν τῆς τοῦ Λόγου ἐπιδημίας, ἢ τῆς Θεοτόκου Μαρίας, μόνης ἐκ τοῦ Ἀδὰμ καταγομένης, καὶ ἐκ τοῦ Ἀβραὰμ καὶ ἐκ τοῦ Δαβὶδ γενεαλογουμένης, σὺν τῷ Ἰωσὴφ τῷ μεμνηστευμένῳ αὐτὴν, ὄντων ἑκατέρων εἰς σάρκα μίαν, καθὼς γέγραπται, οὐ τῇ πρὸς ἀλλήλους συναφείᾳ, ἀλλὰ τῇ ἐξ ἑνὸς ὑπάρξει· ὅτι γὰρ ἀθιγεῖς διέμειναν, μεμαρτύρηται. Γεννᾶται οὖν ὁ Χριστὸς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, τὸν Ἰωσὴφ πατέρα καλῶν, ταυτὸν τῇ Μαρίᾳ τυγχάνοντα τοῦ Δαβίδ· ἐν σπαργάνοις ἀνακλιθεὶς, καὶ ὑπὸ τοῦ Συμεῶνος ἐν τῷ ἱερῷ βασταχθεὶς, καὶ περιτομὴν σαρκὸς προσαγόμενος κατὰ τὸν νόμον, καὶ αὔξησιν ἡλικίας ποιούμενος.

Εἰ τοίνυν ἄκτιστος τῇ ἑνώσει γέγονε, πῶς οὐκ αὐτοτελὴς ὤφθη, ἀλλὰ, θελήσαντος τοῦ Λόγου, ἡ τοῦ σώματος αὔξησις ἐγίνετο; Ἀκτίστῳ δὲ προσάγειν αὔξησιν ἀσεβές ἐστι. Τὸ γὰρ ἄκτιστον τῇ φύσει ἄκτιστον λέγεται, μήτε αὔξησιν, μήτε ἐλάττωσιν ἐπιδεχόμενον. Τὸ δὲ τῷ ἀκτίστῳ κοινωνῆσαν ἢ ἑνωθὲν, ἴδιον μὲν τοῦ ἀκτίστου λέγεται, οὐ μὲν αὐτὸ ἄκτιστον, ἵνα μὴ ἐπιλησθῇ τῆς ἑνώσεως ἡ εὐεργεσία, καὶ καταργηθῇ τῆς εὐεργεσίας ἡ ὀφειλὴ, καὶ εἰς ἀνελπιστίαν καταπέσῃ ἡ ἐν ἀσθενείᾳ ἔτι τυγχάνουσα ἀνθρωπότης, διδασκομένη καθ᾽ ὑμᾶς μὴ ἔχειν πρὸς Θεὸν οἰκειότητα, καὶ ἀμαυρωθῇ ἡ χάρις. Τίς γὰρ, ἄκτιστον ἀκούων τὸ τοῦ Κυρίου σῶμα, ἑαυτὸν δὲ ποιηθέντα καὶ κτισθέντα εἰδὼς, οὐκ ἐννοηθήσεται ψευδεῖς μὲν εἶναι τὰς ἁγίας Γραφὰς, ἑαυτὸν δὲ μὴ ἔχειν πρὸς τὸν Χριστὸν κοινωνίαν;

Εἰ ὁ ἄκτιστος ἄκτιστον σῶμα ἀνελάβετο, κατήργηται τοίνυν ἡ πρώτη πλάσις, ἀπόλωλεν ὁ ἀρχέτυπος Ἀδὰμ, οὗ ἡμεῖς μέχρι σήμερον ἀπόγονοι τυγχάνομεν κατὰ τὴν τῆς σαρκὸς διαδοχήν. Πῶς οὖν Χριστὸς ἡμᾶς μετόχους ἑαυτοῦ κατεστήσατο; πῶς δὲ καὶ ὁ Ἀπόστολος λέγει, Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες;

Μή τις δὲ τολμάτω περὶ τῆς θεότητος τοῦ Υἱοῦ ἐννοῆσαι, ὅτι, ὥσπερ αὐτὸ ἐκ τοῦ Θεοῦ, οὕτω καὶ ἡμεῖς, καθάπερ οἱ ἀσεβέστατοι Ἀρειανοὶ λέγειν τολμῶσιν· ἢ πάντως κατὰ τὴν τῆς σαρκὸς ἐπίδειξιν, καὶ κατὰ τὴν μορφὴν τοῦ δούλου, τουτέστι τοῦ πρωτοπλάστου Ἀδὰμ, ἣν ἔλαβεν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων Θεός. Ὅλως μὲν οὖν ἐν τοῖς ποιήμασι τὸ λεγόμενον ἄκτιστον, τὸ μηδέπω ὑπάρξαν λέγεται, ὅτι μὴ γέγονε. Μή τι οὖν ἄρα, μήθ᾽ ὅλως γεγονέναι ἐν τῷ Λόγῳ σάρκα ὑπολαμβάνοντες, εὐφήμῳ λέξει ποιεῖσθαι καὶ τὴν ἄρνησιν εὐθὺς ἐννοεῖτε, ἵνα μηδὲν ἐν τῷ ἀκτίστῳ ὁμολογήσητε. Ἄκτιστος γὰρ ὕπαρξις μόνη ἡ τῆς θεότητος νοεῖται· ὥστε καὶ τὴν ἄκτιστον παθητὴν λέγειν ἀσεβὲς, καὶ τὴν παθητὴν ἄκτιστον ὀνομάζειν. Τὴν γὰρ ποιηθεῖσαν τῆς ἀνθρωπότητος φύσιν, μὴ τῇ ἑνώσει τοῦ Λόγου εἶναι ἰδίαν, ἀλλὰ συναΐδιον, καὶ τῇ τοῦ Θεοῦ φύσει ἐξισουμένην τῇ ταυτότητι τῆς φύσεως ἐννοεῖν, ἀσεβές.

Σαρκὸς γὰρ καὶ αἵματος καὶ ὀστέων ἐπίδειξιν ἐποιήσατο Κύριος, καὶ ψυχῆς λυπουμένης, καὶ ταραττομένης, καὶ ἀδημονούσης. Ταῦτα δὲ οὐκ ἄν τις εἴποι φύσιν εἶναι θεότητος· ἴδια δὲ Θεοῦ κατὰ φύσιν γέγονεν, εὐδοκήσαντος τοῦ Λόγου ἀνασχέσθαι γεννήσεως ἀνθρωπίνης, καὶ τὴν ἑαυτοῦ ποίησιν τὴν ἐν ἁμαρτίᾳ καὶ φθορᾷ καὶ θανάτῳ διαχυθεῖσαν ἐν ἑαυτῷ συστήσασθαι ἐν εἰκόνι καινότητος. Διὸ τῆς μὲν ἁμαρτίας τὴν κατάκρισιν ἐπὶ γῆς ἐποιήσατο· τῆς δὲ κατάρας τὴν καθαίρεσιν ἐπὶ ξύλου· τῆς τε φθορᾶς τὴν ἀπολύτρωσιν ἐν τῷ τάφῳ· καὶ τοῦ θανάτου τὴν κατάλυσιν ἐν τῷ ᾅδῃ· παντὶ ἐπιβὰς τόπῳ, ἵνα τοῦ σύμπαντος ἀνθρώπου τὴν σωτηρίαν κατεργάσηται, μορφὴν τῆς ἡμετέρας εἰκόνος ἐν ἑαυτῷ ἐπιδεικνύμενος. Ἐπεὶ τίς ἦν χρεία Θεῷ γεννήσεως τῆς ἐκ γυναικὸς ἀνασχέσθαι; αὐξήσεώς τε ἡλικίας, καὶ ἐτῶν ἀριθμήσεως τῷ ποιητῇ τῶν αἰώνων; ἢ πάλιν σταυροῦ, ἢ τάφου, ἢ ᾅδου, οἷς ἡμεῖς ὑποπεπτώκαμεν, εἰ μὴ ἡμᾶς ἐζήτει, διὰ τῆς καθ᾽ ἡμᾶς μορφῆς ζωοποιῶν ἡμᾶς καὶ εἰς ὁμοίωσιν καὶ μίμησιν τελείας εἰκόνος προσκαλούμενος; Μίμησις δὲ πῶς ἂν γένοιτο πρὸς τελειότητα, μὴ προϋπαρξάσης τῆς ἀνενδεοῦς τελειότητος; κατὰ τὸν λέγοντα Ἀπόστολον· Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ τῆς ἀληθείας.

Πόθεν οὖν διδαχθέντες, λέγετε ἄκτιστον; Εἰ τοίνυν φύσις ἐκ μεταποιήσεως ἄκτιστος γίνεται, ἄρα καὶ ἀόρατος καὶ ἀθάνατος· οὐκ ἐκ θανάτου, ἀλλ᾽ ἀνεπίδεκτος θανάτου. Πῶς οὖν ἀπέθανεν ὁ Κύριος, εἰ ὁ ἄκτιστος ἀκτίστως ἐπεδήμησεν ἐπὶ γῆς; ἢ πῶς ὁρατὸς καὶ ψηλαφητὸς γέγονεν; ὡς γέγραπται· Ὃ ἑωράκαμεν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν.

Πῶς οὖν λέγετε, ἃ μὴ γέγραπται, μήτε θέμις ἐννοεῖν; Δώσετε γὰρ πᾶσιν αἱρετικοῖς κατὰ τὴν τοῦ ποτὲ λεγομένου Ῥητορίου ἔννοιαν ἀσεβεστάτην, οὗ καὶ τὴν ἀσέβειαν ἐξειπεῖν φοβερόν. Ἢ τοίνυν ἀρνήσασθε τὰς θείας Γραφὰς, ἢ ταύτας ὁμολογοῦντες, μὴ ἕτερα παρὰ τὰ γεγραμμένα ἐπινοεῖτε λαλεῖν ῥήματα ἀπάτης ἀνιάτου. Ἀλλὰ πάλιν λέγετε, ὅτι Ἡμεῖς κτίσματι οὐ προσκυνοῦμεν. Ὦ ἀνόητοι! διὰ τί οὐ λογίζεσθε, ὅτι καὶ ποιηθὲν τὸ σῶμα τοῦ Κυρίου οὐ κτιστὴν ἀποφέρεται τὴν προσκύνησιν;

Τοῦ γὰρ ἀκτίστου Λόγου γέγονε σῶμα· οὗ γὰρ σῶμα γέγονε, τούτῳ προσάγετε καὶ τὴν προσκύνησιν. Ἄρ᾽ οὖν καὶ προσκυνεῖται ὀφειλομένως, καὶ θεϊκῶς προσκυνεῖται· Θεὸς γὰρ ὁ Λόγος ἐστὶν, οὗ τὸ σῶμα ἴδιον τυγχάνει· ἐπεὶ καὶ ὅτε προσῄεσαν αἱ γυναῖκες τῷ Κυρίῳ, διακωλύων ἔλεγε, Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου, σημαίνων, ὅτι χρεία ἀναβάσεως, καὶ ὅτι μία ἔσται ἡ ἀνάβασις. Ὅμως, προσελθοῦσαι, ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν. Πόδας ἐκράτησαν, Θεὸν προσεκύνησαν. Πόδας ὀστέων καὶ σαρκὸς ἔχοντας ψηλάφησιν, ἀλλὰ Θεοῦ ὄντας, προσεκύνησαν Θεόν. Καὶ ἀλλαχοῦ δὲ ὁ Κύριος ἔλεγε, Ψηλαφήσατέ με καὶ γνῶτε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα, καίτοι πνεῦμα ὢν αὐτός· Πνεῦμα γὰρ ὁ Θεός. Καὶ λέγων ἔχειν, καὶ ἐπίδειξιν ποιούμενος, πῶς ἔλεγεν, ὅτι Πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ, φησὶν, οὐχὶ ὄντα, ἀλλ᾽ ἔχοντα θεωρεῖτε, ἢ τοῦτο διδάσκων, ὅτι ἡ τοῦ πνεύματος φύσις ἄῤῥητός ἐστιν· αὕτη δὲ ἡ ψηλάφησις σώματος τοῦ καθ᾽ ἡμᾶς ἐστιν, ὅπερ ἑαυτῷ περιεποιήσατο ἐκ Παρθένου, οὐκ ἐνεργείας τόπῳ, ἀλλὰ φυσικῇ γεννήσει· ἵνα καὶ κατὰ φύσιν ᾖ τὸ σῶμα, καὶ ἀδιαίρετον ᾖ πάλιν κατὰ φύσιν τῆς τοῦ Λόγου θεότητος.

Οὕτω γὰρ καὶ ὁ θάνατος γέγονε· τοῦ μὲν σώματος κατὰ φύσιν δεχομένου, τοῦ δὲ Λόγου κατὰ θέλησιν ἀνεχομένου καὶ ἐξουσιαστικῶς τὸ ἴδιον σῶμα εἰς θάνατον προϊεμένου· ἵνα καὶ πάθῃ φυσικῶς ὑπὲρ ἡμῶν, καὶ ἀναστῇ θεϊκῶς ὑπὲρ ἡμῶν. Καὶ ὅλη τῆς γεννήσεως καὶ τοῦ θανάτου ἡ πραγματεία εἰς τὴν ἡμετέραν ζήτησιν καὶ ἀνάκτησιν θεωρεῖται.

Τούτων δὲ οὕτως ἐχόντων, καὶ ὁμολογουμένων ἐν τῇ τοῦ Θεοῦ καθολικῇ Ἐκκλησίᾳ, πῶς ὑμεῖς πάλιν λέγετε ἐξ οὐρανοῦ τὸ σῶμα; καὶ διὰ τί τοῦτο πεποίηκεν ὁ Χριστός; Εἴπατε, ἵνα ἐξ οὐρανῶν ἐπὶ γῆς κατενέγκῃ σῶμα, καὶ τὸ ἀόρατον ὁρατὸν ποιήσῃ, καὶ τὸ ἀνύβριστον ὕβρεως δεκτικὸν, καὶ τὸ ἀπαθὲς καὶ ἀθάνατον θνητὸν καὶ παθητόν; Καὶ τίς ἦν ἐν τούτοις εὐεργεσία, ὦ μάταιοι, εἰ ταῦτα ἐν Χριστῷ γεγονέναι λέγετε, ἃ γέγονεν ἐν τῷ πρωτοπλάστῳ Ἀδάμ; Εἰ μὴ τὸ τοῦ Ἀδὰμ σύμπτωμα εἰς ἀσύγκριτον ἀνάστημα Χριστὸς ἀνεστήσατο ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ὀφθεὶς, καὶ κατακρίνας τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ὥστε καὶ σαρκὶ ἐπὶ γῆς πολιτεύσασθαι, καὶ ἀνεπίδεκτον ἁμαρτίας δεῖξαι τὴν σάρκα, ἣν ἐκ τῆς πρώτης πλάσεως ὁ Ἀδὰμ ἀναμάρτητον ἐσχηκὼς, ἐκ παραβάσεως δεκτικὴν ἁμαρτίας πεποίηκε, καὶ εἰς διαφθορὰν καὶ θάνατον καταπέπτωκε.

Ταύτην ἀνίστησι κατὰ φύσιν ἀναμάρτητον, ἵνα δείξῃ τὸν Δημιουργὸν ἀναίτιον τῆς ἁμαρτίας, καὶ κατὰ τὴν ἀρχέτυπον πλάσιν τῆς ἰδίας φύσεως κατεστήσατο· ἵνα αὐτὸς ᾖ τῆς ἀναμαρτησίας ἡ ἐπίδειξις. Μάτην οὖν φαντάζονται οἱ ἀλώμενοι, καὶ ἐξ οὐρανοῦ λέγοντες τὸ τοῦ Κυρίου σῶμα. Καίτοι ὃ Ἀδὰμ ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν κατενήνοχε, Χριστὸς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνενήνοχε· καὶ ὅπερ Ἀδὰμ ἀναμάρτητον καὶ ἀκαταδίκαστον εἰς φθορὰν καὶ καταδίκην θανάτου κατενήνοχε, Χριστὸς τοῦτο ἄφθαρτον καὶ λυτήριον θανάτου ἀνέδειξεν· ὥστε ἔχειν ἐξουσίαν ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, ἐκ δὲ τάφου τὴν ἀφθαρσίαν ἐπιδείκνυσθαι, καὶ ἐν ἐπιβάσει ᾅδου λύειν θάνατον, καὶ εὐαγγελίσασθαι πᾶσι τὴν ἀνάστασιν. Ὅτι ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν. Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· βασιλευόμενον δὲ ὑπὸ τοῦ θανάτου εἰς διαφθορὰν οὐχ ὑπερεῖδεν αὐτὸς γενόμενος ἄνθρωπος, οὐ τραπεὶς εἰς ἀνθρώπου μορφὴν, οὐδὲ παριδὼν τὴν τοῦ ἀνθρώπου ὕπαρξιν, σκιώδη τὴν δεῖξιν ἐποιεῖτο· ἀλλ᾽ ὁ ὢν φύσει Θεὸς γεννᾶται ἄνθρωπος, ἵν᾽ εἷς ᾖ τὰ ἑκάτερα, τέλειος κατὰ πάντα, φυσικὴν καὶ ἀληθεστάτην τὴν γέννησιν ἐπιδειξάμενος. Διὸ εἴρηται· Καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, βασιλεύειν οὐρανῶν, καὶ ἐξουσίαν ἔχειν κρίσιν ποιεῖν.

Ὁ γὰρ τῶν ὅλων δημιουργὸς Λόγος ὤφθη υἱὸς ἀνθρώπου, οὐχ ἕτερός τις γενόμενος, ἀλλὰ δεύτερος Ἀδάμ· ἵνα καὶ ἐκ τοῦ ὀνόματος γινώσκωμεν τὴν ἀλήθειαν. Καὶ προγενέστερον δείκνυσι τὸν πρωτόπλαστον ὁ Ἀπόστολος, πρῶτον τὸ ψυχικὸν δεικνὺς, ἔπειτα τὸ πνευματικόν. Ψυχικὸν δὲ καὶ πνευματικὸν λέγων, οὐχ ἕτερον καὶ ἕτερον δείκνυσι σῶμα, ἀλλὰ τὸ αὐτὸ σῶμα· τὸ μὲν πρῶτον ἐν ἐξουσίᾳ καὶ φύσει ψυχῆς, διὸ ψυχικόν· τὸ δὲ δεύτερον ἐν ἐξουσίᾳ καὶ φύσει Πνεύματος, διὸ πνευματικόν· Πνεῦμα γὰρ ὁ Θεὸς Λόγος· οὕτω γὰρ καὶ τὸ ἐφ᾽ ἡμῖν εἰρημένον ἔστι συνιδεῖν, ἐν τῷ λέγειν· Ὁ δὲ πνευματικὸς ἀνακρίνει τὰ πάντα· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Καίτοι ἑνὸς ὄντος ἑκατέρων τοῦ σώματος, τὸ μὲν τοῦ Πνεύματος μέτοχον νοεῖσθαι πνευματικὸν δείκνυσι, τὸν δὲ τῇ ἐξουσίᾳ τῆς ψυχῆς μόνῃ ἐμμείναντα δείκνυσθαι ψυχικόν.

Διὰ τί δὲ ὅλως, εἰ καθ᾽ ὑμᾶς ἐστιν, οὐχὶ ἄνθρωπος μόνον λέγεται ὁ Χριστὸς ὡς καινός τις ἐξ οὐρανῶν ἐπιδημήσας, ἀλλὰ υἱὸς ἀνθρώπου γέγονεν; Εἰ μὲν οὖν ἐπὶ γῆς γέγονεν υἱὸς ἀνθρώπου, καίτοι οὐκ ἐκ σπέρματος ἀνδρὸς, ἀλλ᾽ ἐκ Πνεύματος ἁγίου γεννηθεὶς, ἑνὸς ὄντος τοῦ πρωτοπλάστου Ἀδὰμ υἱὸς νοηθήσεται. Οὐ γὰρ ἕτερός τις ἀναγέγραπται ἄνθρωπος ἐν οὐρανῷ ὑπάρξας παρὰ τὸν ἐκ γῆς Ἀδὰμ, ἵνα καὶ ἐξ οὐρανῶν ἔχῃ τὸ σῶμα, καὶ υἱὸς ἀνθρώπου ᾖ παρὰ τὸν Ἀδάμ. Διὸ ὁ μὲν Ματθαῖος υἱὸν Ἀβραὰμ καὶ Δαβὶδ ἀναγράφει τὸ κατὰ σάρκα· ὁ δὲ Λουκᾶς υἱὸν αὐτὸν τοῦ Ἀδὰμ καὶ τοῦ Θεοῦ γενεαλογεῖ.

Εἰ τοίνυν μαθηταί ἐστε τῶν Εὐαγγελίων, μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν· ἀλλὰ στοιχεῖτε τοῖς γεγραμμένοις καὶ γενομένοις. Εἰ δὲ ἕτερα παρὰ τὰ γεγραμμένα λαλεῖν βούλεσθε, τί πρὸς ἡμᾶς διαμάχεσθε, τοὺς μήτε ἀκούειν μήτε λέγειν παρὰ τὰ γεγραμμένα πειθομένους; λέγοντος τοῦ Κυρίου, ὅτι Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ὄντως ἐλεύθεροι ἔσεσθε.