Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως κατὰ Ἀπολιναρίου

Μέγας Αθανάσιος

Η αποκατάσταση της ανθρώπινης φύσης και η κατάργηση της αμαρτίας

Θεολογική ανάλυση κατά των δοκητικών αντιλήψεων και εξήγηση της λυτρωτικής οικονομίας. Ο Χριστός ως δεύτερος Αδάμ νικά την αμαρτία εντός της λογικής φύσης, ελευθερώνοντας τον άνθρωπο από τη φθορά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 8

Εἴπατε τοίνυν, πῶς λέγετε Θεὸν ἐκ Ναζαρὲτ γεγενῆσθαι, τῆς θεότητος ὡς ἀρχὴν γενέσεως ἀπαγγέλλοντες κατὰ Παῦλον τὸν Σαμοσατέα, ἢ τῆς σαρκὸς τὴν γέννησιν ἀρνούμενοι κατὰ Μαρκίωνα καὶ τοὺς ἄλλους αἱρετικοὺς, οὐ τῷ εὐαγγελικῷ στοιχοῦντες ὅρῳ, ἀλλ᾽ ἐκ τῶν ἰδίων λαλεῖν θέλοντες; Διὰ τοῦτο γὰρ λέγετε Θεὸν γεγεννῆσθαι ἐκ Παρθένου, καὶ οὐχὶ Θεὸν καὶ ἄνθρωπον κατὰ τὸν εὐαγγελικὸν ὅρον· ἵνα μήποτε, γέννησιν σαρκὸς ὁμολογήσαντες, φυσικὴν αὐτὴν εἴπητε, ἐπαληθεύοντες τῷ λόγῳ· ἀλλὰ Θεὸν γεννηθέντα, ἰδίαν δὲ σάρκα δείξαντα ὡς ἐν δοκήσει.

Οὐ γὰρ ἀρχὴν γεννήσεως ἐκ Ναζαρὲτ ὁ Θεὸς ἐπιδείκνυται· ἀλλ᾽ ὁ ὑπάρχων πρὸ τῶν αἰώνων Λόγος Θεὸς ἐκ Ναζαρὲτ ἄνθρωπος ὤφθη, γεννηθεὶς ἐκ Μαρίας τῆς Παρθένου καὶ Πνεύματος ἁγίου ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐκ σπέρματος Δαβὶδ καὶ Ἀβραὰμ, καὶ τοῦ Ἀδὰμ, ὡς γέγραπται· πάντα λαβὼν ἐκ Παρθένου, ὅσα ἀρχῆθεν ὁ Θεὸς εἰς σύστασιν ἀνθρώπου ἔπλασε καὶ ἐποίησε χωρὶς ἁμαρτίας· ὡς καὶ ὁ Ἀπόστολος λέγει· Καθ᾽ ὁμοιότητα κατὰ πάντα, χωρὶς ἁμαρτίας, οὐ τῆς θεότητος μεταποίησιν ἐπιδειξάμενος, ἀλλὰ τῆς ἀνθρωπότητος καινοποίησιν ἐργασάμενος, κατὰ τὸ αὐτοῦ θέλημα· ὥστε εἶναι τὰ ἔθνη σύσσωμα, καὶ συμμέτοχα τοῦ Χριστοῦ, ὡς καὶ ὁ Ἀπόστολος γράφει· ἵνα καὶ ὁ ἄνθρωπος ᾖ Θεὸς ἀληθῶς, καὶ ὁ Θεὸς ᾖ ἄνθρωπος ἀληθῶς, ἵνα ᾖ καὶ ἄνθρωπος ἀληθῶς καὶ Θεὸς ἀληθῶς· οὐχὶ ἀνθρώπου πρὸς τὸν Θεὸν ὄντος, ὡς ὑμεῖς συκοφαντοῦντες λέγετε, διασύροντες τὸ τῶν Χριστιανῶν μυστήριον· ἀλλὰ Θεοῦ τοῦ μονογενοῦς εὐδοκήσαντος τῷ πληρώματι τῆς θεότητος αὐτοῦ τὴν τοῦ ἀρχετύπου πλάσιν ἀνθρώπου, καὶ ποίησιν καινὴν, ἐκ μήτρας Παρθένου ἀναστήσασθαι ἑαυτῷ, φυσικῇ γεννήσει καὶ ἀλύτῳ ἑνώσει· ἵνα τὴν ὑπὲρ ἀνθρώπων σωτήριον πραγματείαν ποιήσηται, ἐν πάθει καὶ θανάτῳ καὶ ἀναστάσει τὴν σωτηρίαν τῶν ἀνθρώπων κατεργαζόμενος.

Ἀλλὰ λέγετε, ὅτι, εἰ πάντα ἔλαβε, πάντως δήπου καὶ τοὺς ἀνθρωπίνους λογισμοὺς εἶχεν· ἀδύνατον δέ ἐστιν ἐν λογισμοῖς ἀνθρωπίνοις ἁμαρτίαν μὴ εἶναι· καὶ πῶς ἔσται χωρὶς ἁμαρτίας ὁ Χριστός; Εἴπατε τοίνυν· Εἰ τῶν ἁμαρτητικῶν λογισμῶν δημιουργὸς ὁ Θεὸς, προσακτέον τῷ Θεῷ τὴν ἰδίαν δημιουργίαν· ἦλθε γὰρ προσάγεσθαι τὴν ἰδίαν ποίησιν.

Ἀλλὰ ἄδικος ἔσται πάλιν ἡ κρίσις καταδικάζουσα τὸν ἁμαρτήσαντα· εἰ γὰρ ἁμαρτητικοὺς λογισμοὺς ἐδημιούργησεν ὁ Θεὸς, πῶς καταδικάζει τὸν ἁμαρτήσαντα; καὶ πῶς οἷόν τε παρὰ Θεοῦ τοιαύτην κρίσιν γενέσθαι; Εἰ δὲ καὶ ὁ Ἀδὰμ ὑπέκειτο τοῖς τοιούτοις λογισμοῖς, πρὶν ἢ παρακούσῃ τῆς τοῦ Θεοῦ ἐντολῆς, καὶ πῶς οὐκ ἐγίνωσκε καλὸν καὶ πονηρόν; λογικὸς μὲν ὢν τὴν φύσιν, ἐλεύθερος δὲ τὸν λογισμὸν, πεῖραν κακοῦ οὐκ εἰδὼς, μόνον δὲ τὸ καλὸν γινώσκων, καὶ ὥσπερ τις μονότροπος ὤν· παρακούσας δὲ τῆς ἐντολῆς τοῦ Θεοῦ, ὑποπέπτωκε τοῖς ἁμαρτητικοῖς λογισμοῖς· οὐ τοῦ Θεοῦ δημιουργήσαντος τοὺς αἰχμαλωτίζοντας λογισμοὺς, ἀλλὰ τοῦ διαβόλου ἐξ ἀπάτης ἐπισπείραντος τῇ λογικῇ φύσει τοῦ ἀνθρώπου, ἐν παραβάσει γενομένῃ, καὶ ἀπωσθείσῃ ἀπὸ τοῦ Θεοῦ; ὥστε τὸν διάβολον καὶ νόμον ἁμαρτίας καταστήσασθαι ἐν τῇ φύσει τοῦ ἀνθρώπου, καὶ θάνατον βασιλεύοντα διὰ τοῦ ἔργου τῆς ἁμαρτίας. Διὰ τοῦτο οὖν ἦλθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Ἀλλὰ λέγετε· Ἔλυσε μὴ ἁμαρτήσας.

Ἀλλ᾽ οὐκ ἔστιν αὕτη λύσις τῆς ἁμαρτίας. Οὐ γὰρ ἐν ἐκείνῳ ἀρχῆθεν εἰργάσατο ὁ διάβολος τὴν ἁμαρτίαν, ἵνα, ἐλθόντος αὐτοῦ εἰς τὸν κόσμον, καὶ μὴ ἁμαρτήσαντος, λυθῇ ἡ ἁμαρτία· ἀλλ᾽ ἐν τῇ λογικῇ καὶ νοερᾷ φύσει τοῦ ἀνθρώπου ἐπισπείρας εἰργάσατο διάβολος τὴν ἁμαρτίαν. Διὰ τοῦτο ἀδύνατον γέγονε τῇ φύσει, λογικῇ οὔσῃ καὶ ἑκουσίως ἁμαρτησάσῃ, καὶ ὑπὸ καταδίκην θανάτου γενομένῃ, ἑαυτὴν ἀνακαλέσασθαι εἰς ἐλευθερίαν, ὥς φησιν ὁ Ἀπόστολος· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. Διὰ τοῦτο δι᾽ ἑαυτοῦ ἦλθεν ὁ Υἱὸς τοῦ Θεοῦ ταύτην ἐν τῇ ἰδίᾳ φύσει καταστήσασθαι ἐκ νέας ἀρχῆς καὶ γενέσεως θαυμαστῆς· οὐ τὴν ἀρχῆθεν σύστασιν καταμερίσας, ἀλλὰ τὴν ἐπισπαρεῖσαν ἀθέτησιν ἀθετήσας, ὡς μαρτυρεῖ ὁ προφήτης, λέγων· Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Εἰ δὲ μὴ ἐν τῇ ἁμαρτησάσῃ φύσει ἡ ἀναμαρτησία ὤφθη, πῶς κατεκρίθη ἡ ἁμαρτία ἐν τῇ σαρκὶ, μήτε τῆς σαρκὸς τὸ πρακτικὸν ἐχούσης, μήτε τῆς θεότητος ἁμαρτίαν γινωσκούσης; Πῶς δὲ ὁ Ἀπόστολος λέγει· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις;

οὐ τόπον διαγράφων, ἀλλὰ φύσιν ὑποτιθέμενος· Ἵνα, ὥσπερ, φησὶ, δι᾽ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, οὕτω καὶ δι᾽ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον· ἵνα δι᾽ ἧς φύσεως ἡ προχώρησις τῆς ἁμαρτίας γέγονε, δι᾽ αὐτῆς καὶ ἡ ἐπίδειξις τῆς δικαιοσύνης γένηται· καὶ οὕτω λυθῇ τὰ ἔργα τοῦ διαβόλου, ἐλευθερωθείσης τῆς ἀνθρώπων φύσεως ἀπὸ τῆς ἁμαρτίας, καὶ δοξασθῇ ὁ Θεός.

Ἀλλὰ πάλιν λέγετε· Εἰ ἄνθρωπος ὁ Χριστὸς, μέρος ἔσται τοῦ κόσμου· μέρος δὲ κόσμου κόσμον σῶσαι οὐ δύναται. Ὢ ἐπίνοια ἀπάτης, καὶ ἀπόνοια βλασφημίας! Λεγέτωσαν γὰρ ποίας Γραφῆς οὗτος ὁ ὅρος, ἢ τοῦ διαβόλου σόφισμα· καίτοι τοῦ προφήτου λέγοντος· Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος· καὶ ἀλλαχοῦ· Καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.

Πῶς οὖν Χριστὸς οὐ σώζει κόσμον, γενόμενος ἄνθρωπος; ὁπότε δὴ πρόδηλον, ὅτι ἐν ᾗ φύσει ἐπράχθη ἡ ἁμαρτία, ἐν αὐτῇ γέγονεν ἡ περισσεία τῆς χάριτος. Τίς δὲ περισσεία τῆς χάριτος; ὅτι ὁ Λόγος ἅνθρωπος γέγονε, μένων Θεός· ἵνα, καὶ ἄνθρωπος γενόμενος, Θεὸς πιστευθῇ· ὡς καὶ ἄνθρωπος ὢν ὁ Χριστὸς, Θεός ἐστιν, ὅτι Θεὸς ὢν γέγονεν ἄνθρωπος, καὶ σώζει τοὺς πιστεύοντας ἐν ἀνθρώπου μορφῇ. Ἐὰν γὰρ ὁμολογήσῃς Κύριον Ἰησοῦν ἐν τῷ στόματί σου, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ. Νέκρωσιν δὲ Θεὸς οὐκ ἐπιδέχεται, οὔτε ἀναστάσεως δέεται, ἀλλὰ ἐκ νεκρῶν ἀνίστησιν. Ὅθεν χρεία γέγονεν ἔχειν τι τὸν Θεὸν, ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν, εἴτε ἐν θανάτῳ εἴτε ἐν ζωῇ· ὥστε τούτῳ μᾶλλον σώζει ὁ Λόγος, ὅτι ἄνθρωπος γέγονεν.

Ἀλλὰ πάλιν λέγετε· Καὶ πῶς δύναται ἡ ἐν συνηθείᾳ τῆς ἁμαρτίας γενομένη φύσις, καὶ τὴν διαδοχὴν τῆς ἁμαρτίας διαδεξαμένη, χωρὶς ἁμαρτίας εἶναι; ὅ ἐστιν ἀδύνατον· ἔσται δὲ καὶ ὁ Χριστὸς, ὡς εἷς τῶν ἀνθρώπων. Ταῦτα δὲ καὶ Μαρκίων ἐφρόνησε· ταύτην καὶ Μανιχαῖος εἰσηγήσατο τὴν γνώμην, τοῦ ἀνθρώπου τὴν σάρκα καὶ αὐτὴν τὴν γέννησιν ὑπὸ τὸν ἄρχοντα τῆς κακίας τάσσων, καὶ Ἐξουσιαστὴν τοῦτον ἐπιγραφόμενος· ἐπειδὴ ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Τούτων καὶ ὑμεῖς ἀνανεοῦσθε τὴν γνώμην, καθ᾽ ἕτερον τρόπον τὴν νοερὰν τοῦ ἀνθρώπου φύσιν, ἥτις νοεῖται ψυχὴ, προσεπιδιδόντες, καὶ ἄφευκτον ταύτην τῆς ἁμαρτίας διοριζόμενοι· κἂν ὅτι μάλιστα καὶ ψυχὴν σαρκικὴν γεγράφατε, πόθεν μαθόντες οὐ συνεπίσταμαι· οὔτε γὰρ ἐκ τῶν ἁγίων Γραφῶν ἔστιν εὑρεῖν τοῦτο, οὔτε ἐν τῷ κοινῷ τῶν ἀνθρώπων λογισμῷ, τοῦ Κυρίου λέγοντος· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Καὶ πῶς, εἰ σαρκικὴ ἡ ψυχὴ καθ᾽ ὑμᾶς, οὐ συνθνήσκει τῷ σώματι, καὶ συμφθείρεται; πῶς δὲ καὶ ὁ Πέτρος, τὰς ἐν ᾅδῃ κατεχομένας ψυχὰς πνεύματα ὀνομάσας, ἔλεγεν· Ἐπορεύθη τοῖς ἐν φυλακῇ κατακεκλεισμένοις πνεύμασιν εὐαγγελίσασθαι τὴν ἀνάστασιν;

Ἀλλὰ ὑμεῖς πάντα παρὰ φύσιν λέγετε καὶ ὀνομάζετε, ἵνα μή ποτε κατὰ φύσιν διηγούμενοι τὴν οἰκονομίαν ἐπαληθεύσητε τῷ Λόγῳ, ὅτι καὶ ἄνθρωπος γέγονεν ἀληθῶς ὁ Λόγος. Εἰρήκατε γὰρ, ὅτι φωνὴ Θεοῦ ἐστιν ἡ λέγουσα, ὅτι Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐπιμελῶς ἐκ νεότητος· οὐ νοοῦντες, ὅτι, ἐκ νεότητος, εἰρηκὼς, τὸ ἐξ ἐπισπορᾶς καὶ ἐπίκηρον ἐδήλωσε. Διὰ τοῦτο ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ ἀναστῆσαι τὸν Χριστὸν τὸ κατὰ σάρκα· οὐχὶ ἄνδρα ἐκ μεταποιήσεως θεότητος ὀφθησόμενον (ἐπεὶ τίς ἦν χρεία τοῦ ὀμόσαι τῷ Δαβὶδ τὸν Κύριον;)· ἀλλὰ λαβόντα τὴν τοῦ δούλου μορφὴν ἐν ἀνοχῇ τῆς γεννήσεως τῆς ἐκ γυναικὸς καὶ αὐξήσεως ἡλικίας τῆς καθ᾽ ἡμᾶς, ὥς φησιν ὁ Ἀπόστολος· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· παραπλησίως μὲν, ὅτι οὐκ ἐκ σπέρματος, ἀλλ᾽ ἐκ Πνεύματος· τῶν δὲ αὐτῶν, ὅτι οὐχ ἑτέρωθεν, ἀλλ᾽ ἐκ σπέρματος τοῦ Δαβὶδ καὶ τοῦ Ἀβραὰμ, καὶ τοῦ Ἀδὰμ, ὡς γέγραπται.

Πῶς οὖν, παρελθόντες τὰς ἁγίας Γραφὰς, καὶ τῆς ἀληθείας τὴν φανέρωσιν, λέγετε, ὅτι εἰ μὴ ἐξ ἑαυτοῦ ἀνὴρ ὤφθη, ἀλλὰ λαβὼν ἀνθρωπίνην ὕπαρξιν, ἐγένετο ἄνθρωπος· πρὸς ἄνδρα ἄρα συνήφθη· ἔσται δὲ καὶ ὁ σταυρωθεὶς Κύριος τῆς δόξης ἄνθρωπος; Ἐὰν οὖν ἀκούσητε τοῦ Πέτρου λέγοντος· Τοῦτον καὶ Χριστὸν καὶ Κύριον ὁ Θεὸς ἐποίησε τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, ἐπὶ τίνος τὴν ποίησιν λαμβάνετε; εἰ μὲν ἐπὶ τῆς τοῦ Λόγου θεότητος, τί ἔτι Ἀρειανοῖς μέμφεσθε, τὰ ἴσα ἐκείνοις φρονοῦντες; εἰ δὲ ἐπὶ τῆς ἐν τῷ Λόγῳ τοῦ δούλου μορφῆς, τί ἔτι ἑαυτοῖς μάχεσθε; ἀλλ᾽ οὐχ οὕτως ὑμεῖς πεπιστεύκατε· πάλιν γὰρ λέγετε· Εἰ ἡ ἁμαρτήσασα φύσις ἐν Θεῷ γέγονεν, ἁμαρτίαν μὴ ποιήσασα, ἀνάγκῃ τοίνυν κατέχεται· τὸ δὲ ἀνάγκῃ κατεχόμενον βίαιόν ἐστιν. Εἴπατε τοίνυν· Εἰ τὸ μὴ ἁμαρτάνειν κατὰ ἀνάγκην γίνεται, τὸ ἁμαρτάνειν κατὰ φύσιν ἔσται· δώσετε οὖν τὸν τῆς φύσεως δημιουργὸν τῆς ἁμαρτίας εἶναι ἐνεργόν.

Εἰ δὲ βλασφημία ἐστὶ τὸ τοιοῦτον, κατὰ ἀνάγκην δὲ τὸ ἁμαρτάνειν συμβέβηκε· πρόδηλον, ὅτι τὸ μὴ ἁμαρτάνειν κατὰ φύσιν γέγονε. Διὰ τοῦτο, ἐν τῇ τοῦ Λόγου θεότητι ὀφθεῖσα ἡ τοῦ δούλου μορφὴ, οὐκ ἀνάγκῃ ὑποκειμένη, ἀλλὰ φύσει καὶ δυνάμει, τὴν ἀναμαρτησίαν ἐπιδείκνυται, διαλύσασα τὸν τῆς ἀνάγκης ὅρον, καὶ τὸν τῆς ἁμαρτίας νόμον, καὶ τὸν τῆς αἰχμαλωσίας τύραννον αἰχμαλωτεύσασα, ὥς φησιν ὁ προφήτης· Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν. Τὴν γὰρ μορφὴν τοῦ δούλου κατὰ τοῦ ἐχθροῦ προβαλλόμενος ὁ Λόγος, τὴν νίκην πεποίηται διὰ τοῦ ποτὲ ἡττηθέντος. Διὰ τοῦτο καὶ πάντα τὸν πειρασμὸν συνετέλεσεν ὁ Ἰησοῦς, ὅτι πάντα ἔλαβε τὰ πειρασμοῦ πεῖραν ἐσχηκότα, δι᾽ ὧν τὴν ὑπὲρ ἀνθρώπων νίκην πεποίηται, λέγων· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Οὐ γὰρ πρὸς θεότητα ἤρατο τὸν πόλεμον ὁ διάβολος, ἣν ἠγνόησεν, οὐδὲ γὰρ ἐτόλμα· διὰ τοῦτο ἔλεγεν· Εἰ σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ· ἀλλὰ πρὸς ἄνθρωπον, ὃν πάλαι πλανῆσαι ἴσχυσε, καὶ ἐξ ἐκείνου εἰς πάντας ἀνθρώπους ἐξέτεινε τῆς κακίας αὐτοῦ τὴν ἐνέργειαν.

Τῆς δὲ τοῦ Ἀδὰμ ψυχῆς ἐν καταδίκῃ θανάτου κατεχομένης, καὶ βοώσης πρὸς τὸν ἑαυτῆς δεσπότην διαπαντὸς, καὶ τῶν εὐαρεστησάντων τῷ Θεῷ, καὶ δικαιωθέντων ἐν τῷ φυσικῷ νόμῳ, συγκατεχομένων τῷ Ἀδὰμ, συμπενθούντων τε καὶ συμβοώντων, ἐλεήσας ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἐποίησεν, ηὐδόκησε διὰ μυστηρίου φανερώσεως, καινότητος σωτηρίαν κατεργάσασθαι τῷ γένει τῶν ἀνθρώπων, καὶ καθαίρεσιν μὲν ποιήσασθαι τοῦ διὰ φθόνον ἀπατήσαντος ἐχθροῦ, ὕψωσιν δὲ ἀσυλλόγιστον ἀναδεῖξαι τοῦ ἀνθρώπου τῇ πρὸς τὸν Ὕψιστον ἑνώσει καὶ κοινωνίᾳ φύσει καὶ ἀληθείᾳ.

Διὰ τοῦτο ἦλθεν ὁ Λόγος Θεὸς ὢν, καὶ τοῦ πρώτου ἀνθρώπου δημιουργὸς, γενέσθαι ἄνθρωπος, εἰς ζωοποίησιν μὲν τοῦ ἀνθρώπου, καθαίρεσιν δὲ τοῦ ἀδίκου ἐχθροῦ· καὶ ἐγεννήθη ἐκ γυναικὸς, ἐκ τῆς πρώτης πλάσεως τὴν ἀνθρώπου μορφὴν ἐν ἑαυτῷ ἀναστησάμενος, ἐν ἐπιδείξει σαρκὸς δίχα σαρκικῶν θελημάτων καὶ λογισμῶν ἀνθρωπίνων, ἐν εἰκόνι καινότητος. Ἡ γὰρ θέλησις θεότητος μόνης· ἐπειδὴ καὶ φύσις ὅλη τοῦ Λόγου, ἐν ἐπιδείξει μορφῆς τῆς ἀνθρωπίνης καὶ σαρκὸς τῆς ὁρωμένης τοῦ δευτέρου Ἀδὰμ, οὐκ ἐν διαιρέσει προσώπων, ἀλλ᾽ ἐν ὑπάρξει θεότητος καὶ ἀνθρωπότητος.

Διὰ τοῦτο γὰρ προσῄει ὁ διάβολος τῷ Ἰησοῦ, ὡς ἀνθρώπῳ, μὴ εὑρίσκων δὲ ἐν αὐτῷ τῆς παλαιᾶς αὐτοῦ ἐπισπορᾶς γνώρισμα, μηδὲ τῆς πρὸς τὸ παρὸν ἐπιχειρήσεως προχώρησιν, ἡττᾶτο αἰσχυνόμενος καὶ νικώμενος· καὶ ἀτονῶν ἔλεγε· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, τουτέστιν, ἐκ γῆς ἀνθρώπων, διαβαίνων βίᾳ μετὰ ἰσχύος;

Διὸ καὶ ὁ Κύριος ἔλεγεν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. Καίτοι καὶ ψυχὴν, καὶ σῶμα, καὶ ὅλον τὸν πρῶτον μεμαθήκαμεν ἔχειν τὸν δεύτερον Ἀδάμ. Εἰ γὰρ περὶ ὑπάρξεως ἀνθρώπου ἦν τὸ, οὐδὲν, πῶς τὸ σῶμα εὗρε τὸ ὁρώμενον εἰρηκότος οὐδέν; Ἀλλ᾽ οὐχ εὗρεν ἐν αὐτῷ, ὧν αὐτὸς εἰργάσατο ἐν τῷ πρώτῳ Ἀδάμ· καὶ οὕτως κατελύθη ἡ ἁμαρτία ἐν Χριστῷ· διὰ τοῦτο καὶ ἡ Γραφὴ μαρτυρεῖ· Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.

Πῶς οὖν λέγετε, ὅτι ἀδύνατόν ἐστιν ἀναιχμαλώτιστον γενέσθαι τὸν ἅπαξ αἰχμαλωτισθέντα ἄνθρωπον; ἵνα τὸ μὲν ἀδύνατον τῷ Θεῷ προσάγητε, τὸ δὲ δυνατὸν τῷ διαβόλῳ, ἀκατάλυτον αὐτοῦ λέγοντες τὴν ἁμαρτίαν ἐν τῇ φύσει τῶν ἀνθρώπων, ὡς καὶ οἱ ἄλλοι αἱρετικοί· καὶ διὰ τοῦτο ἐληλυθέναι τὴν θεότητα, τὴν μὴ αἰχμαλωτιζομένην, ἐν ὁμοιώσει σαρκὸς καὶ ψυχῆς, ἵνα αὐτὴ ἀναιχμαλώτιστος μείνῃ, καὶ οὕτως ὀφθῇ καθαρὰ δικαιοσύνη. Πότε γοῦν οὐκ ἦν τῆς θεότητος καθαρὰ ἡ δικαιοσύνη; Τίς δὲ ἐν τούτοις ἀνθρώπων εὐεργεσία, εἰ μὴ ταυτότητι ὑπάρξεως καὶ φύσεως καινότητι ὤφθη ὁ Κύριος, ὥς φησιν ὁ Ἀπόστολος· Ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν· λέγων· Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ζωὴ, καὶ ἡ ἀλήθεια; Ἀλλὰ λέγετε, τῇ ὁμοιώσει καὶ τῇ μιμήσει σώζεσθαι τοὺς πιστεύοντας, καὶ οὐ τῇ ἀνακαινίσει, καὶ τῇ ἀπαρχῇ. Καὶ πῶς πρωτότοκος γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων Χριστὸς, ὅς ἐστι κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας; Οὔτε γὰρ πίστις κατὰ δήλου φαινομένη πίστις ἂν λέγοιτο· ἀλλ᾽ ἔστι πίστις ἡ τὸ ἀδύνατον ἐν δυνάμει πιστεύουσα, καὶ τὸ ἀσθενὲς ἐν ἰσχύϊ, καὶ τὸ παθητὸν ἐν ἀπαθείᾳ, καὶ τὸ φθαρτὸν ἐν ἀφθαρσίᾳ, καὶ τὸ θνητὸν ἐν ἀθανασίᾳ.

Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ὥς φησιν ὁ Ἀπόστολος· ἐγὼ δὲ λέγω, εἰς Χριστὸν, καὶ εἰς τὴν Ἐκκλησίαν. Οὐ γὰρ ἦλθεν ἡ θεότης ἑαυτὴν δικαιῶσαι, οὔτε γὰρ ἥμαρτεν, Ἀλλ᾽ ἐπτώχευσε δι᾽ ἡμᾶς πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Πῶς δὲ ἐπτώχευσεν ὁ Θεός; ὅτι τὴν πτωχεύσασαν φύσιν ἐν ἑαυτῷ ἀνελάβετο, ἐν ἰδίᾳ δικαιοσύνῃ ταύτην προβαλλόμενος ὑπὲρ ἀνθρώπων πάσχουσαν καὶ ὑπὲρ ἀνθρώπους οὖσαν, καὶ ἐξ ἀνθρώπων φανερωθεῖσαν, καὶ Θεοῦ ὅλην γενομένην.