Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως κατὰ Ἀπολιναρίου

Μέγας Αθανάσιος

Η απάθεια της θεότητας και η εξύψωση του προσληφθέντος ανθρώπου

Επανεξέταση του μυστηρίου του σταυρικού θανάτου, επιβεβαιώνοντας ότι η θεία φύση παρέμεινε απαθής. Διευκρινίζεται η παραμονή του σώματος στον τάφο και της ψυχής στον άδη, καθώς και η τελική δόξα της ανθρώπινης φύσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 8

Εἰ γὰρ μὴ πρωτότοκος ἐγεγόνει ἐν πολλοῖς ἀδελφοῖς, πῶς ἂν πρωτότοκος ὤφθη ἐκ τῶν νεκρῶν; Πῶς οὖν λέγετε, ὁ Θεὸς ὁ διὰ σαρκὸς παθὼν καὶ ἀναστάς; Φεῦ τῆς ἀτοπίας καὶ τῆς βλασφημίας! Ἀρειανῶν τὰ τοιαῦτα τολμήματα. Ἐκεῖνοι γὰρ τὴν τοιαύτην βλασφημίαν προβάλλονται ἀδεῶς, προσποιητῶς ὀνομάζειν Θεὸν τὸν Υἱὸν τοῦ Θεοῦ μεμαθηκότες· καίτοι τῆς Γραφῆς διδασκούσης, ὅτι διὰ Θεοῦ ἐν σαρκὶ αὐτοῦ τὸ πάθος γέγονε, καὶ οὐχὶ Θεὸς διὰ σαρκὸς ἔπαθεν.

Οἱ τοίνυν τῆς ὁμοουσιότητος τὴν ὁμολογίαν προϋπισχνούμενοι πῶς εἰς πάθος καθέλκετε τὸ ἀδιαίρετον ὄνομα; τὴν ἀμέριστον φύσιν, τὴν ἄφραστον θεότητα, τὴν ἄτρεπτον καὶ ἀναλλοίωτον ὁμοουσιότητα εἰς πάθος καθέλκοντες, καὶ ἐξ ἀναστάσεως ὁμολογοῦντες;

Εἰ μὲν γὰρ ἐξ ἑαυτοῦ μεταποιήσας σάρκα ὁ Λόγος μέχρι πάθους κεχώρηκε, μηδὲν παθητικὸν ἢ ἀνάστασιν ἐπιδεχόμενον ἐν ἑαυτῷ προσλαβόμενος, αὐτὸς ἂν εἴη ὁ παθὼν καὶ ἀναστὰς ἐκ νεκρῶν· ἔσται δὲ κοινὸν τῆς Τριάδος τὸ πάθος κατὰ Οὐαλεντῖνον, ἀδιαιρέτου ἐκ Πατρὸς τοῦ Λόγου τυγχάνοντος κατὰ τὴν θείαν φύσιν. Εἰ δὲ ταῦτα οὕτω νοεῖν βούλεσθε, τίς ἡ διὰ τῶν προφητῶν ἐπαγγελία, ἢ τῶν εὐαγγελιστῶν ἡ γενεαλογία, ἢ τῶν ἀποστόλων ἡ μαρτυρία, ἢ τῆς μητρὸς Μαρίας ἡ παράστασις, ἢ τῆς ἡλικίας ἡ αὔξησις, ἢ τῆς βρώσεως ἡ ἐπίδειξις, ἢ τῆς κατὰ πάντα συμπαθείας ἡ ἔνδειξις, ἢ τοῦ ὀνόματος ἡ προσαγωγὴ, ἢ ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γέγονεν, ἢ ὅτι ἄνθρωπος Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν; ἢ ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐκ νεκρῶν ἀναστῆναι; Εἰ δὲ μὴ πιστεύετε, ὅτι παθητὸς ὁ Χριστὸς, ἐπειδὴ ἄνθρωπος· ἀπαθὴς δὲ, ἐπειδὴ Θεός· ἀλλὰ στενοχωρούμενοι λογίζεσθε, ὅτι, ἐὰν ὁμολογήσητε Θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν, οὐκ ἔτι ἕνα, ἀλλὰ δύο λέγετε· ἀνάγκη ὑμᾶς ἢ τὴν οἰκονομίαν τοῦ πάθους καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως δόκησιν λέγειν, κατὰ Μαρκίωνα καὶ τοὺς ἄλλους αἱρετικοὺς, ἢ τὴν θεότητα τοῦ Λόγου παθητὴν ὀνομάζειν, κατὰ Ἄρειον καὶ τοὺς κατ᾽ αὐτόν.

Εἰ γὰρ, ἀναγινώσκοντες τὰς θείας Γραφὰς, κατενοήσατε ὅπως ἐν νόμῳ καὶ προφήταις, Εὐαγγελίοις τε καὶ ἀποστόλοις πανταχοῦ πρῶτον ἄνθρωπον προσαγορεύουσι τὸν Κύριον, καὶ τότε τὸ πάθος προσάγουσιν, ἵνα μήποτε κατὰ τῆς θεότητος βλάσφημον πρόωνται ῥῆμα· διὸ οὔτε γέννησιν τῆς τοῦ Λόγου θεότητος εἰρήκασιν, ἀλλὰ Πατέρα ὁμολογοῦσι, καὶ τὸν Υἱὸν κηρύττουσιν· ἐκ δὲ Μαρίας υἱὸν Δαβὶδ καὶ τοῦ Ἰωσὴφ γενεαλογοῦσι τὸν Χριστὸν τὸ κατὰ σάρκα τῇ προσλήψει τῆς τοῦ δούλου μορφῆς, ἵνα τὸ ἀνθρώπινον αὐτοῦ ἐξ ἀνθρώπων πιστευθῇ, καὶ ἐκ Πατρὸς Θεοῦ Θεὸς Λόγος ὁμολογηθῇ, φέρων τὰ ὑπὲρ ἀνθρώπων πάθη, τῷ ἐξ ἀνθρώπων παθητικῷ μορφώματι ἐν τῷ πάσχοντι σώματι τὴν ἀπάθειαν ἐπιδεικνύμενος, καὶ ἐν τῷ θνήσκοντι τὴν ἀθανασίαν, καὶ ἐν τῷ θαπτομένῳ τὴν ἀφθαρσίαν, καὶ ἐν τῷ πειρασθέντι τὴν νίκην, καὶ ἐν τῷ παλαιωθέντι τὴν καινότητα· ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη· αὕτη γάρ ἐστιν ἡ χάρις· οὐδαμοῦ δὲ θεότης πάθος προσίεται δίχα πάσχοντος σώματος· οὔτε ταραχὴν καὶ λύπην ἐπιδείκνυται δίχα ψυχῆς λυπουμένης καὶ ταραττομένης· οὔτε ἀδημονεῖ καὶ προσεύχεται δίχα νοήσεως ἀδημονούσης καὶ προσευχομένης· ἀλλὰ γὰρ κἂν μὴ ἡττήματι φύσεως συνέβαινε τὰ λεγόμενα, ἀλλ᾽ ἐπιδείξει ὑπάρξεως ἐπράττετο τὰ γινόμενα· πῶς οὖν γεγράφατε, ὅτι Θεὸς ὁ διὰ σαρκὸς παθὼν καὶ ἀναστάς;

εἰ γὰρ Θεὸς ὁ διὰ σαρκὸς παθὼν καὶ ἀναστὰς, παθητὸν ἐρεῖτε καὶ τὸν Πατέρα, καὶ τὸν Παράκλητον, ἑνὸς ὄντος τοῦ ὀνόματος, καὶ μιᾶς τῆς θείας φύσεως.

Ἐκ δὲ τῆς ῥήσεως ταύτης ἔστι συνιδεῖν ὑμῶν τὴν διάνοιαν, οἵαν ὡς μὴ φοβουμένων τὸν Θεὸν, μήτε πειθομένων ταῖς θείαις Γραφαῖς· τοῦ μὲν Μωσέως περὶ Θεοῦ γράφοντος, ὅτι Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον· περὶ δὲ τῆς ἐν σαρκὶ αὐτοῦ ἐπιδημίας, προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν λέγει ἀναστησόμενον τὸν Κύριον, καὶ τὴν ζωὴν ἐπὶ ξύλου κρεμαμένην ὡσανεὶ τοῦ σώματος τοῦ Κυρίου, εἰς ζωὴν ἡμῖν γινομένου· καὶ Ἡσαΐας δὲ βοᾷ περὶ μὲν Θεοῦ λέγων· Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει, καὶ τὰ ἑξῆς· περὶ δὲ τοῦ πάθους. Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν. Τί δέ ἐστι τὸ, Εἰδὼς φέρειν μαλακίαν; ὅτι ἐκ τοῦ πεπονθότος τὸ παθητικὸν ἐπεδείκνυτο. Διὰ τοῦτο γὰρ καὶ, Γράψον, φησὶ, γραφίδι ἀνθρώπου ἐν τῷ καινῷ τόμῳ, καὶ οὐ σαρκὸς ἀμόρφου. Καὶ ὁ Ἀπόστολος δὲ λέγει· Ἄνθρωπος, Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν· διὸ καὶ τῷ ἐκ σπέρματος Δαβὶδ προσάγει τὴν ἀνάστασιν, τὸ κατὰ σάρκα λέγων· περὶ δὲ τῆς θεότητος αὐτοῦ· Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Καὶ ὁ Κύριος δὲ τὸ πάθος ἐπὶ Υἱοῦ ἀνθρώπου ἵστησι, δεικνὺς τὸ κατὰ σάρκα· περὶ δὲ τῆς θεότητος αὐτοῦ· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Οὐδεὶς οἶδε τὸν Υἱὸν, τίς ἐστιν, εἰ μὴ μόνος ὁ Πατήρ.

Οὐδαμοῦ δὲ αἷμα Θεοῦ δίχα σαρκὸς παραδεδώκασιν αἱ Γραφαὶ, ἢ Θεὸν διὰ σαρκὸς παθόντα καὶ ἀναστάντα. Ἀρειανῶν τὰ τοιαῦτα τολμήματα, ἐπειδὴ μήτε Θεὸν ἀληθινὸν τὸν Υἱὸν τοῦ Θεοῦ ὁμολογοῦσιν. Αἱ δὲ ἅγιαι Γραφαὶ ἐν σαρκὶ Θεοῦ καὶ σαρκὸς Θεοῦ ἀνθρώπου γενομένου, αἷμα, καὶ πάθος, καὶ ἀνάστασιν κηρύττουσι σώματος Θεοῦ, ἀνάστασιν ἐκ νεκρῶν γενομένην. Ὑμεῖς δὲ, τὸ ἔμπαλιν λέγετε, ὡς σοφώτεροι τῶν ἀποστόλων, καὶ μυστικώτεροι τῶν προφητῶν, καὶ ἐξουσιαστικώτεροι τῶν εὐαγγελιστῶν, ἢ καὶ αὐθεντικώτεροι τοῦ Κυρίου· ἐψευσμένῃ ὑμῶν εὐφημίᾳ ἀπαρνούμενοι μὲν τὴν ἀλήθειαν, κατὰ δὲ τῆς θεότητος φθεγγόμενοι, τῆς οἰκονομίας σαφῶς καὶ ἐπὶ τοῦ σταυροῦ δεικνυμένης, ἐν μὲν προβολῇ αἵματος σαρκὸς βεβαιουμένης· φωνῆς· δὲ γενομένης καὶ ψυχῆς σημαινομένης, οὐ χωρισμὸν θεότητος δηλούσης, ἀλλὰ νέκρωσιν σώματος σημαινούσης, μήτε τῆς θεότητος τοῦ σώματος ἐν τῷ τάφῳ ἀπολιμπανομένης, μήτε τῆς ψυχῆς ἐν τῷ ᾅδῃ χωριζομένης. Τοῦτο γάρ ἐστι τὸ ῥηθὲν διὰ τῶν προφητῶν· Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Διὸ καὶ ὁ Κύριος ἔλεγεν· Οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ· ἀλλ᾽ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ τίθημι αὐτήν· τουτέστι, παρὼν ἐπιδείκνυμι.

Διὰ τοῦτο ἐν μὲν ψυχῇ Θεοῦ ἡ κράτησις τοῦ θανάτου ἐλύετο, καὶ ἡ ἐξ ᾅδου ἀνάστασις ἐγίνετο, καὶ ταῖς ψυχαῖς εὐηγγελίζετο· ἐν δὲ σώματι Χριστοῦ ἡ φθορὰ κατηργεῖτο, καὶ ἡ ἀφθαρσία ἐκ τάφου ἐδείκνυτο. Ὥστε οὐκ ἄνθρωπος Θεοῦ ἐχωρίζετο, οὔτε Θεὸς πρὸς ἄνθρωπον ἐγκατάλειψιν διηγεῖτο, οὔτε ἡ νέκρωσις καὶ τοῦ πνεύματος ἀποχώρησις Θεοῦ ἀπὸ σώματος ἦν μετάστασις, ἀλλὰ ψυχῆς ἀπὸ σώματος χωρισμός· ὁ γὰρ ἡμέτερος ἐκεῖ διεγράφετο θάνατος.

Εἰ δὲ ὁ Θεὸς ἐχωρίσθη τοῦ σώματος, καὶ οὕτως ἡ νέκρωσις ἐδείκνυτο, πῶς τὸ σῶμα, χωρισθὲν τοῦ ἀφθάρτου Θεοῦ, τὴν ἀφθαρσίαν ἐπεδείκνυτο; πῶς δὲ καὶ ὁ Λόγος τὴν εἰς ᾅδου ἐπίβασιν ἐποιήσατο; ἢ πῶς τὴν ἐξ ᾅδου ἀνάστασιν ἐπεδείκνυτο; μήτιγε αὐτὸς ἀντὶ τῆς ἡμετέρας ψυχῆς ἀνίστατο, ἵνα τῆς ἡμετέρας ἀναστάσεως τὴν εἰκόνα ἁρμόσηται; Καὶ πῶς οἷόν τε περὶ Θεοῦ ταῦτα ἐννοεῖν; Ἀσύμφωνος τοίνυν ταῖς ἁγίαις Γραφαῖς ὁ ὅρος ὑμῶν, καὶ ἀνάρμοστος τῆς πληρωθείσης οἰκονομίας ἡ γνώμη ὑμῶν.

Καὶ τὸ, Κάθου ἐκ δεξιῶν μου, οὐκ ἀνθρώπου μὲν τὸ ἀξίωμα, ἀλλὰ Θεοῦ. Ἀλλ᾽ ἐπειδὴ τὸ τοῦ Θεοῦ ἀξίωμα ἀνθρώπου ἀξίωμα γέγονεν, ἵνα τὸ τοῦ ἀνθρώπου ἀξίωμα Θεοῦ ἀξίωμα πιστευθῇ, εἴρηται· Κάθου ἐκ δεξιῶν μου, καὶ, Δόξασόν με, Πάτερ, τῇ ἀϊδίῳ δόξῃ. Οὐ χωρισθεὶς τῆς δόξης τοῦτο λέγει, ἀλλ᾽ ἐν ἀδόξῳ σώματι γεγονὼς, ἵνα δείξῃ οὐ χωριζομένην τῆς θεϊκῆς δόξης τὴν τοῦ δούλου μορφὴν, ἀλλὰ ταύτην ἐπιδεικνυμένην. Διὸ λέγει· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω, μίαν τὴν πρὸ σώματος καὶ ἐν σώματι δόξαν δεικνὺς, ὥς φησιν ὁ Ἀπόστολος· Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσον διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Κάθου ἐκ δεξιῶν μου; Οὐ πάντως ὁ ποιητὴς τῶν ἀγγέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὤν· ἀλλὰ τὴν ἐν αὐτῷ ἀνατείλασαν τοῦ δούλου μορφὴν κρείττονα τῶν ἀγγέλων, ἢ καὶ πάσης τῆς κτίσεως ἐπιδειξάμενος· ἐπειδήπερ, εἰκὼν ὢν τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ πρωτότοκος πάσης τῆς κτίσεως γέγονεν, ὡς γέγραπται καὶ ἐν Εὐαγγελίοις· Ἕως οὗ ἔτεκε τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον.

Διὸ καὶ ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, καὶ ἐν αὐτῷ τὸ πάθος γέγονε, καὶ αὐτός ἐστιν ὁ ἐλευθερωτὴς τοῦ πάθους καὶ τοῦ θανάτου, καὶ δι᾽ αὐτοῦ τὰ πάντα γέγονε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστι πρωτότοκος ἐκ νεκρῶν, ἵνα γένηται, φησὶν, ἐν πᾶσιν αὐτὸς πρωτεύων.