Εἰ μὲν γὰρ ἐξ ἑαυτοῦ μεταποιήσας σάρκα ὁ Λόγος μέχρι πάθους κεχώρηκε, μηδὲν παθητικὸν ἢ ἀνάστασιν ἐπιδεχόμενον ἐν ἑαυτῷ προσλαβόμενος, αὐτὸς ἂν εἴη ὁ παθὼν καὶ ἀναστὰς ἐκ νεκρῶν· ἔσται δὲ κοινὸν τῆς Τριάδος τὸ πάθος κατὰ Οὐαλεντῖνον, ἀδιαιρέτου ἐκ Πατρὸς τοῦ Λόγου τυγχάνοντος κατὰ τὴν θείαν φύσιν. Εἰ δὲ ταῦτα οὕτω νοεῖν βούλεσθε, τίς ἡ διὰ τῶν προφητῶν ἐπαγγελία, ἢ τῶν εὐαγγελιστῶν ἡ γενεαλογία, ἢ τῶν ἀποστόλων ἡ μαρτυρία, ἢ τῆς μητρὸς Μαρίας ἡ παράστασις, ἢ τῆς ἡλικίας ἡ αὔξησις, ἢ τῆς βρώσεως ἡ ἐπίδειξις, ἢ τῆς κατὰ πάντα συμπαθείας ἡ ἔνδειξις, ἢ τοῦ ὀνόματος ἡ προσαγωγὴ, ἢ ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γέγονεν, ἢ ὅτι ἄνθρωπος Ἰησοῦς Χριστὸς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν; ἢ ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐκ νεκρῶν ἀναστῆναι; Εἰ δὲ μὴ πιστεύετε, ὅτι παθητὸς ὁ Χριστὸς, ἐπειδὴ ἄνθρωπος· ἀπαθὴς δὲ, ἐπειδὴ Θεός· ἀλλὰ στενοχωρούμενοι λογίζεσθε, ὅτι, ἐὰν ὁμολογήσητε Θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν, οὐκ ἔτι ἕνα, ἀλλὰ δύο λέγετε· ἀνάγκη ὑμᾶς ἢ τὴν οἰκονομίαν τοῦ πάθους καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως δόκησιν λέγειν, κατὰ Μαρκίωνα καὶ τοὺς ἄλλους αἱρετικοὺς, ἢ τὴν θεότητα τοῦ Λόγου παθητὴν ὀνομάζειν, κατὰ Ἄρειον καὶ τοὺς κατ᾽ αὐτόν.