Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ λόγου

Μέγας Αθανάσιος

Ο σταυρικός θάνατος και η τριήμερη ταφή του Σωτήρος

Οι θεολογικοί λόγοι της επιλογής του δημόσιου σταυρικού θανάτου, προκειμένου να λυθεί η κατάρα, να καθαριστεί ο αέρας από τις δαιμονικές δυνάμεις και να καταστεί αναμφισβήτητη η ανάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 12

Οὐδὲ γὰρ τὴν κτίσιν αὐτὴν σιωπῆσαι πεποίηκεν, ἀλλὰ τό γε θαυμαστόν, καὶ ἐν τῷ θανάτῳ, μᾶλλον δὲ ἐν αὐτῷ τῷ κατὰ τοῦ θανάτου τροπαίῳ, λέγω δὴ τῷ σταυρῷ, πᾶσα ἡ κτίσις ὡμολόγει τὸν ἐν τῷ σώματι γνωριζόμενον καὶ πάσχοντα οὐχ ἁπλῶς εἶναι ἄνθρωπον, ἀλλὰ Θεοῦ Υἱὸν καὶ Σωτῆρα πάντων. Ὅ τε γὰρ ἥλιος ἀπεστράφη, καὶ ἡ γῆ ἐσείετο, καὶ τὰ ὄρη ἐρρήγνυτο, πάντες κατέπτησσον. Ταῦτα δὲ τὸν μὲν ἐν τῷ σταυρῷ Χριστὸν Θεὸν ἐδείκνυον, τὴν δὲ κτίσιν πᾶσαν τούτου δούλην εἶναι, καὶ μαρτυροῦσαν τῷ φόβῳ τὴν τοῦ δεσπότου παρουσίαν.

Οὕτω μὲν οὖν ὁ Θεὸς Λόγος διὰ τῶν ἔργων ἑαυτὸν ἐνεφάνιζε τοῖς ἀνθρώποις. Ἀκόλουθον δ᾽ ἂν εἴη καὶ τὸ τέλος τῆς ἐν σώματι διαγωγῆς καὶ περιπολήσεως αὐτοῦ διηγήσασθαι, καὶ εἰπεῖν καὶ ὁποῖος γέγονεν ὁ τοῦ σώματος θάνατος· μάλιστα ὅτι τὸ κεφάλαιον τῆς πίστεως ἡμῶν ἐστὶ τοῦτο, καὶ πάντες ἁπλῶς ἄνθρωποι περὶ τούτου θρυλλοῦσιν· ἵνα γνῷς ὅτι καὶ ἐκ τούτου μᾶλλον οὐδὲν ἧττον γινώσκεται Θεὸς ὁ Χριστὸς καὶ τοῦ Θεοῦ Υἱός.

Τὴν μὲν οὖν αἰτίαν τῆς σωματικῆς ἐπιφανείας αὐτοῦ, ὡς οἷόν τε ἦν, ἐκ μέρους, καὶ ὡς ἡμεῖς ἠδυνήθημεν νοῆσαι, προείπομεν, ὅτι οὐκ ἄλλου ἦν τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταβαλεῖν, εἰ μὴ αὐτοῦ τοῦ Σωτῆρος, τοῦ καὶ τὴν ἀρχὴν ἐξ οὐκ ὄντων πεποιηκότος τὰ ὅλα· καὶ οὐκ ἄλλου ἦν τὸ κατ᾽ εἰκόνα πάλιν ἀνακτίσαι τοῖς ἀνθρώποις, εἰ μὴ τῆς Εἰκόνος τοῦ Πατρός· καὶ οὐκ ἄλλου ἦν τὸ θνητὸν ἀθάνατον ἀναστῆσαι, εἰ μὴ τῆς Αὐτοζωῆς οὔσης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ οὐκ ἄλλου ἦν περὶ Πατρὸς διδάξαι, καὶ τὴν εἰδώλων καθαιρῆσαι θρησκείαν, εἰ μὴ τοῦ τὰ πάντα διακοσμοῦντος Λόγου, καὶ μόνου τοῦ Πατρὸς ὄντος Υἱοῦ μονογενοῦς ἀληθινοῦ.

Ἐπειδὴ δὲ καὶ τὸ ὀφειλόμενον παρὰ πάντων ἔδει λοιπὸν ἀποδοθῆναι· ὠφείλετο γὰρ πάντως, ὡς προεῖπον, ἀποθανεῖν, δι᾽ ὃ μάλιστα καὶ ἐπεδήμησε· τούτου ἕνεκεν μετὰ τὰς περὶ θεότητος αὐτοῦ ἐκ τῶν ἔργων ἀποδείξεις, ἤδη λοιπὸν καὶ ὑπὲρ πάντων τὴν θυσίαν ἀνέφερεν, ἀντὶ πάντων τὸν ἑαυτοῦ ναὸν εἰς θάνατον παραδιδούς, ἵνα τοὺς μὲν πάντας ἀνυπευθύνους καὶ ἐλευθέρους τῆς ἀρχαίας παραβάσεως ποιήσῃ· δείξῃ δὲ ἑαυτὸν καὶ θανάτου κρείττονα, ἀπαρχὴν τῆς τῶν ὅλων ἀναστάσεως τὸ ἴδιον σῶμα ἄφθαρτον ἐπιδεικνύμενος.

Καὶ μήτοι θαυμάσῃς εἰ πολλάκις τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγομεν. Ἐπειδὴ γὰρ περὶ τῆς εὐδοκίας τοῦ Θεοῦ λαλοῦμεν, διὰ τοῦτο τὸν αὐτὸν νοῦν διὰ πλειόνων ἑρμηνεύομεν, μὴ ἄρα τι παραλιμπάνειν δόξωμεν, καὶ ἔγκλημα γένηται ὡς ἐνδεῶς εἰρηκόσι· καὶ γὰρ βέλτιον ταὐτολογίας μέμψιν ὑποστῆναι, ἢ παραλεῖψαί τι τῶν ὀφειλόντων γραφῆναι.

Τὸ μὲν οὖν σῶμα, ὡς καὶ αὐτὸ κοινὴν ἔχον τοῖς πᾶσι τὴν οὐσίαν—σῶμα γὰρ ἦν ἀνθρώπινον—, εἰ καὶ καινοτέρῳ θαύματι συνέστη ἐκ παρθένου μόνης, ὅμως θνητὸν ὂν κατὰ ἀκολουθίαν τῶν ὁμοίων καὶ ἀπέθνῃσκε· τῇ δὲ τοῦ Λόγου εἰς αὐτὸ ἐπιβάσει, οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο, ἀλλὰ διὰ τὸν ἐνοικήσαντα τοῦ Θεοῦ Λόγον, ἐκτὸς ἐγίνετο φθορᾶς.

Καὶ συνέβαινεν ἀμφότερα ἐν ταὐτῷ γενέσθαι παραδόξως· ὅτι τε ὁ πάντων θάνατος ἐν τῷ κυριακῷ σώματι ἐπληροῦτο, καὶ ὁ θάνατος καὶ ἡ φθορὰ διὰ τὸν συνόντα Λόγον ἐξηφανίζετο. Θανάτου γὰρ ἦν χρεία, καὶ θάνατον ὑπὲρ πάντων ἔδει γενέσθαι, ἵνα τὸ παρὰ πάντων ὀφειλόμενον γένηται.

Ὅθεν, ὡς προεῖπον, ὁ Λόγος, ἐπεὶ οὐχ οἷόν τε ἦν αὐτὸν ἀποθανεῖν—ἀθάνατος γὰρ ἦν—, ἔλαβεν ἑαυτῷ σῶμα τὸ δυνάμενον ἀποθανεῖν, ἵνα ὡς ἴδιον ἀντὶ πάντων αὐτὸ προσενέγκῃ, καὶ ὡς αὐτὸς ὑπὲρ πάντων πάσχων, διὰ τὴν πρὸς αὐτὸ ἐπίβασιν, «καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστιν τὸν διάβολον· καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας».

Ἀμέλει, τοῦ κοινοῦ πάντων Σωτῆρος ἀποθανόντος ὑπὲρ ἡμῶν, οὐκέτι νῦν ὥσπερ πάλαι κατὰ τὴν τοῦ νόμου ἀπειλὴν θανάτῳ ἀποθνῄσκομεν οἱ ἐν Χριστῷ πιστοί· πέπαυται γὰρ ἡ τοιαύτη καταδίκη· ἀλλὰ τῆς φθορᾶς παυομένης καὶ ἀφανιζομένης ἐν τῇ τῆς ἀναστάσεως χάριτι, λοιπὸν κατὰ τὸ τοῦ σώματος θνητὸν διαλυόμεθα μόνον τῷ χρόνῳ ὃν ἑκάστῳ ὁ Θεὸς ὥρισεν, ἵνα «κρείττονος ἀναστάσεως» τυχεῖν δυνηθῶμεν.

Δίκην γὰρ τῶν ἐν τῇ γῇ καταβαλλομένων σπερμάτων, οὐκ ἀπολλύμεθα διαλυόμενοι, ἀλλ᾽ ὡς σπειρόμενοι ἀναστησόμεθα, καταργηθέντος τοῦ θανάτου κατὰ τὴν τοῦ Σωτῆρος χάριν. Διὰ τοῦτο γοῦν καὶ ὁ μακάριος Παῦλος ἐγγυητὴς τῆς ἀναστάσεως πᾶσι γενόμενός φησι· «Δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον;» Διὰ τί οὖν, ἄν τις εἴποι, εἴπερ ἀναγκαῖον ἦν ἀντὶ πάντων αὐτὸν παραδοῦναι τὸ σῶμα θανάτῳ, οὐχ ὡς ἄνθρωπος ἰδίως ἀπέθετο τοῦτο, ἀλλὰ καὶ μέχρι τοῦ σταυρωθῆναι παρῆλθεν;

Ἐντίμως γὰρ μᾶλλον αὐτὸν ἔπρεπεν ἀποθέσθαι τὸ σῶμα, ἤπερ μεθ᾽ ὕβρεως τὸν τοιοῦτον θάνατον ὑπομεῖναι. Θέα δὴ πάλιν εἰ μὴ ἡ τοιαύτη ἀντίθεσίς ἐστιν ἀνθρωπίνη· τὸ δὲ ὑπὸ τοῦ Σωτῆρος γενόμενον, θεῖον ἀληθῶς καὶ ἄξιον τῆς αὐτοῦ θεότητος διὰ πολλά· πρῶτον μέν, ὅτι ὁ συμβαίνων τοῖς ἀνθρώποις θάνατος κατὰ ἀσθένειαν τῆς αὐτῶν φύσεως αὐτοῖς παραγίνεται· οὐ δυνάμενοι γὰρ ἐπὶ πολὺ διαμένειν, τῷ χρόνῳ διαλύονται. Διὰ τοῦτο γὰρ καὶ νόσοι τούτοις συμβαίνουσι, καὶ ἐξασθενήσαντες ἀποθνῄσκουσιν. Ὁ δὲ Κύριος οὐκ ἀσθενής, ἀλλὰ Θεοῦ Δύναμις, καὶ Θεοῦ Λόγος ἐστί, καὶ Αὐτοζωή.

Εἰ μὲν οὖν ἦν ἰδίᾳ που, καὶ κατὰ τὴν συνήθειαν τῶν ἀνθρώπων ἀποθέμενος τὸ σῶμα ἐν κλίνῃ, ἐνομίσθη ἂν καὶ αὐτὸς κατὰ τὴν τῆς φύσεως ἀσθένειαν τοῦτο παθών, καὶ μηδὲν ἔχων πλέον τῶν ἄλλων ἀνθρώπων. Ἐπειδὴ δὲ καὶ Ζωὴ ἦν, καὶ Θεοῦ Λόγος, καὶ ἔδει τὸν ὑπὲρ πάντων γενέσθαι θάνατον, διὰ τοῦτο ὡς μὲν Ζωὴ καὶ Δύναμις ὢν συνίσχυεν ἐν αὐτῷ τὸ σῶμα· ὡς δὲ ὀφείλοντος γενέσθαι τοῦ θανάτου, οὐχ ἑαυτῷ, ἀλλὰ παρ᾽ ἑτέρων ἐλάμβανε τὴν πρόφασιν τοῦ τελειῶσαι τὴν θυσίαν· ἐπεὶ μηδὲ νοσεῖν ἔδει τὸν Κύριον, τὸν τῶν ἄλλων τὰς νόσους θεραπεύοντα· ἀλλ᾽ οὐδὲ ἐξασθενῆσαι ἔδει πάλιν τὸ σῶμα, ἐν ᾧ καὶ τὰς τῶν ἄλλων ἀσθενείας ἰσχυροποιεῖ.

Διὰ τί οὖν καὶ τὸν θάνατον ὥσπερ καὶ τὸ νοσεῖν οὐκ ἐκώλυσεν; Ὅτι διὰ τοῦτον ἔσχε τὸ σῶμα, καὶ ἀπρεπὲς ἦν κωλῦσαι, ἵνα μὴ καὶ ἡ ἀνάστασις ἐμποδισθῇ· προηγήσασθαι μέντοι τοῦ θανάτου νόσον ἀπρεπὲς πάλιν ἦν, ἵνα μὴ ἀσθένεια τοῦ ἐν τῷ σώματι νομισθῇ. Οὐκ ἐπείνασεν οὖν; Ναὶ ἐπείνασε διὰ τὸ ἴδιον τοῦ σώματος, ἀλλ᾽ οὐ λιμῷ διεφθάρη, διὰ τὸν φοροῦντα αὐτὸ Κύριον.

Διὰ τοῦτο εἰ καὶ ἀπέθανε διὰ τὸ ὑπὲρ πάντων λύτρον, ἀλλ᾽ οὐκ εἶδε διαφθοράν. Ὁλόκληρον γὰρ ἀνέστη· ἐπεὶ μηδὲ ἄλλου τινός, ἀλλ᾽ αὐτῆς τῆς Ζωῆς ἦν τὸ σῶμα. Ἀλλ᾽ ἔδει, φήσειεν ἄν τις, κρυβῆναι τὴν ἐπιβουλὴν τῶν Ἰουδαίων, ἵνα καθόλου τὸ ἑαυτοῦ σῶμα ἀθάνατον φυλάξῃ. Ἀκουέτω δὴ ὁ τοιοῦτος, ὅτι καὶ τοῦτο ἀπρεπὲς ἦν τῷ Κυρίῳ· ὡς γὰρ οὐκ ἔπρεπε τῷ τοῦ Θεοῦ Λόγῳ, ζωῇ ὄντι, τῷ σώματι ἑαυτοῦ θάνατον παρ᾽ ἑαυτοῦ διδόναι· οὕτως οὐχ ἥρμοζεν οὐδὲ τὸν παρ᾽ ἑτέρων διδόμενον φεύγειν· ἀλλὰ καὶ μᾶλλον διώκειν αὐτὸν εἰς ἀναίρεσιν, ὅθεν εἰκότως οὔτε ἑαυτῷ ἀπέθετο τὸ σῶμα, οὔτε πάλιν ἐπιβουλεύοντας τοὺς Ἰουδαίους ἔφυγε.

Τὸ δὲ τοιοῦτον οὐκ ἀσθένειαν ἐδείκνυε τοῦ Λόγου, ἀλλὰ μᾶλλον καὶ Σωτῆρα καὶ Ζωὴν αὐτὸν ἐγνώριζεν, ὅτι καὶ τὸν θάνατον εἰς ἀναίρεσιν περιέμενε, καὶ τὸν διδόμενον θάνατον ὑπὲρ τῆς πάντων σωτηρίας ἔσπευδε τελειῶσαι.

Καὶ ἄλλως δέ, οὐ τὸν ἑαυτοῦ θάνατον ἀλλὰ τὸν τῶν ἀνθρώπων ἦλθε τελειῶσαι ὁ Σωτήρ· ὅθεν οὐκ ἰδίῳ θανάτῳ, οὐκ εἶχε γὰρ Ζωὴ ὤν, ἀπετίθετο τὸ σῶμα, ἀλλὰ τὸν παρὰ τῶν ἀνθρώπων ἐδέχετο, ἵνα καὶ τοῦτον ἐν τῷ ἑαυτοῦ σώματι προσελθόντα τέλεον ἐξαφανίσῃ.

Ἔπειτα καὶ ἐκ τούτων ἄν τις εὐλόγως ἴδοι τὸ τοιοῦτον τέλος ἐσχηκέναι τὸ κυριακὸν σῶμα. Ἔμελε τῷ Κυρίῳ μάλιστα περὶ ἧς ἔμελλε ποιεῖν ἀναστάσεως τοῦ σώματος· τοῦτο γὰρ ἦν κατὰ τοῦ θανάτου τρόπαιον ταύτην ἐπιδείξασθαι πᾶσι, καὶ πάντας πιστώσασθαι τὴν παρ᾽ αὐτοῦ γενομένην τῆς φθορᾶς ἀπάλειψιν, καὶ λοιπὸν τὴν τῶν σωμάτων ἀφθαρσίαν, ἧς πᾶσιν ὥσπερ ἐνέχυρον καὶ γνώρισμα τῆς ἐπὶ πάντας ἐσομένης ἀναστάσεως τετήρηκεν ἄφθαρτον τὸ ἑαυτοῦ σῶμα.

Εἰ μὲν οὖν ἦν πάλιν νοσῆσαν τὸ σῶμα, καὶ ἐπ᾽ ὄψει πάντων διαλυθεὶς ἀπ᾽ αὐτοῦ ὁ Λόγος, ἀπρεπὲς μὲν ἦν τὸν τῶν ἄλλων τὰς νόσους θεραπεύοντα παρορᾶν τὸ ἴδιον ὄργανον ἐν νόσοις τηκόμενον. Πῶς γὰρ ἂν ἐπιστεύθη τὰς ἄλλων ἀπελάσας ἀσθενείας, ἀσθενοῦντος ἐν αὐτῷ τοῦ ἰδίου ναοῦ; Ἢ γὰρ ὡς οὐ δυνάμενος ἀπελάσαι νόσον ἐγελάσθη, ἢ δυνάμενος, καὶ μὴ ποιῶν, ἀφιλάνθρωπος καὶ πρὸς τοὺς ἄλλους ἐνομίζετο.

Εἰ δὲ καὶ χωρίς τινος νόσου καὶ χωρίς τινος ἀλγηδόνος, ἰδίᾳ που καὶ καθ᾽ ἑαυτὸν ἐν γωνίᾳ, ἢ ἐν ἐρήμῳ τόπῳ, ἢ κατ᾽ οἰκίαν, ἢ ὅπου δήποτε τὸ σῶμα κρύψας ἦν, καὶ μετὰ ταῦτα πάλιν ἐξαίφνης φανείς, ἔλεγεν ἑαυτὸν ἐκ νεκρῶν ἐγηγέρθαι· μύθους μὲν ἂν ἔδοξε λέγειν παρὰ πᾶσιν, ἠπιστήθη δὲ πολλῷ πλέον καὶ περὶ τῆς ἀναστάσεως λέγων, οὐκ ὄντος ὅλως τοῦ μαρτυροῦντος περὶ τοῦ θανάτου αὐτοῦ. Τῆς δὲ ἀναστάσεως προηγεῖσθαι δεῖ θάνατον, ἐπεὶ οὐκ ἂν εἴη ἀνάστασις μὴ προηγουμένου θανάτου· ὅθεν εἰ κρύφα που ἐγεγόνει τοῦ σώματος ὁ θάνατος, οὐ φαινομένου τοῦ θανάτου, οὐδὲ ἐπὶ μαρτύρων γενομένου, ἀφανὴς ἦν καὶ ἀμάρτυρος καὶ ἡ τούτου ἀνάστασις· Ἢ διὰ τί τὴν μὲν ἀνάστασιν ἐκήρυττεν ἀναστάς, τὸν δὲ θάνατον ἀφανῶς ἐποίει γενέσθαι; Ἢ διὰ τί τοὺς μὲν δαίμονας ἐπ᾽ ὄψει πάντων ἀπήλαυνε, τόν τε ἐκ γενετῆς τυφλὸν ἀναβλέπειν ἐποίει, καὶ τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν, ἵνα δι᾽ αὐτῶν πιστευθῇ Λόγος Θεοῦ· τὸ δὲ θνητὸν οὐκ ἐπ᾽ ὄψει πάντων ἄφθαρτον ἐδείκνυεν, ἵνα πιστευθῇ αὐτὸς ὢν ἡ Ζωή;

Πῶς δὲ καὶ οἱ τούτου μαθηταὶ παρρησίαν εἶχον περὶ τοῦ τῆς ἀναστάσεως λόγου, οὐκ ἔχοντες εἰπεῖν ὅτι πρῶτον ἀπέθανεν; Ἢ πῶς ἂν ἐπιστεύθησαν λέγοντες γεγονέναι πρῶτον θάνατον, εἶτα τὴν ἀνάστασιν, εἰ μὴ παρ᾽ οἷς ἐπαρρησιάζοντο, εἶχον τούτους μάρτυρας τοῦ θανάτου;

Εἰ γὰρ καὶ οὕτως ἐπ᾽ ὄψει πάντων γενομένων τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως οὐκ ἠθέλησαν οἱ τότε Φαρισαῖοι πιστεύειν, ἀλλὰ καὶ τοὺς ἑωρακότας τὴν ἀνάστασιν ἠνάγκασαν ἀρνήσασθαι ταύτην· πάντως εἰ κεκρυμμένως ἐγεγόνει ταῦτα, πόσας ἂν προφάσεις ἐπενόουν ἀπιστίας;

Πῶς δὲ ἄρα τὸ τοῦ θανάτου τέλος ἐδείκνυτο, καὶ ἡ κατὰ τούτου νίκη, εἰ μὴ ἐπ᾽ ὄψει πάντων προσκαλεσάμενος αὐτὸν ἤλεγξε νεκρόν, κενωθέντα λοιπὸν τῇ τοῦ σώματος ἀφθαρσίᾳ; Τὰ δὲ καὶ παρ᾽ ἑτέρων ἂν λεχθέντα, ταῦτα προβαλεῖν ἡμᾶς ἀναγκαῖον ταῖς ἀπολογίαις. Τάχα γὰρ ἄν τις εἴποι καὶ τοῦτο· Εἰ ἐπ᾽ ὄψει πάντων καὶ ἐμμάρτυρον ἔδει γενέσθαι τὸν τούτου θάνατον, ἵνα καὶ ὁ τῆς ἀναστάσεως πιστευθῇ λόγος, ἔδει κἂν αὐτὸν ἑαυτῷ ἔνδοξον ἐπινοῆσαι θάνατον, ἵνα μόνον τὴν ἀτιμίαν τοῦ σταυροῦ φύγῃ.

Ἀλλ᾽ εἰ καὶ τοῦτο ποιήσας ἦν, ὑπόνοιαν καθ᾽ ἑαυτοῦ παρεῖχεν, ὡς οὐ κατὰ παντὸς θανάτου δυνάμενος, ἀλλὰ μόνου τοῦ περὶ αὐτοῦ ἐπινοηθέντος· καὶ οὐδὲν ἧττον πάλιν ἦν ἡ πρόφασις τῆς περὶ τῆς ἀναστάσεως ἀπιστίας. Ὅθεν οὐ παρ᾽ αὐτοῦ, ἀλλ᾽ ἐξ ἐπιβουλῆς, ἐγίνετο τῷ σώματι ὁ θάνατος, ἵνα ὃν αὐτοὶ προσαγάγωσι τῷ Σωτῆρι θάνατον τοῦτον αὐτὸς ἐξαφανίσῃ.

Καὶ ὥσπερ γενναῖος παλαιστής, μέγας ὢν τῇ συνέσει καὶ τῇ ἀνδρίᾳ, οὐκ αὐτὸς ἑαυτῷ τοὺς ἀντιπάλους ἐκλέγεται, ἵνα μὴ ὑπόνοιαν τῆς πρός τινας δειλίας παράσχῃ· ἀλλὰ τῇ τῶν θεωρούντων δίδωσιν ἐξουσίᾳ, καὶ μάλιστα κἂν ἐχθροὶ τυγχάνωσιν, ἵνα πρὸς ὃν ἐὰν συμβάλλωσιν αὐτοί, τοῦτον αὐτὸς καταρράξας, κρείττων τῶν πάντων πιστευθῇ· οὕτως καὶ ἡ τῶν πάντων Ζωὴ ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν ὁ Χριστὸς οὐχ ἑαυτῷ θάνατον ἐπενόει τῷ σώματι, ἵνα μὴ ὡς ἕτερον δειλιῶν φανῇ· ἀλλὰ τὸν παρ᾽ ἑτέρων, καὶ μάλιστα τὸν παρὰ τῶν ἐχθρῶν ὃν ἐνόμιζον εἶναι δεινὸν ἐκεῖνοι καὶ ἄτιμον καὶ φευκτόν, τοῦτον αὐτὸς ἐν σταυρῷ δεχόμενος ἠνείχετο· ἵνα καὶ τούτου καταλυθέντος, αὐτὸς μὲν ὢν ἡ Ζωὴ πιστευθῇ, τοῦ δὲ θανάτου τὸ κράτος τέλεον καταργηθῇ.

Γέγονε γοῦν τι θαυμαστὸν καὶ παράδοξον· ὃν γὰρ ἐνόμιζον ἄτιμον ἐπιφέρειν θάνατον, οὗτος ἦν τρόπαιον κατ᾽ αὐτοῦ τοῦ θανάτου· διὸ οὐδὲ τὸν Ἰωάννου θάνατον ὑπέμεινε, διαιρουμένης τῆς κεφαλῆς, οὐδὲ ὡς Ἠσαΐας ἐπρίσθη, ἵνα καὶ τῷ θανάτῳ ἀδιαίρετον καὶ ὁλόκληρον τὸ σῶμα φυλάξῃ, καὶ μὴ πρόφασις τοῖς βουλομένοις διαιρεῖν τὴν Ἐκκλησίαν γένηται.

Καὶ ταῦτα μὲν πρὸς τοὺς ἔξωθεν ἑαυτοῖς λογισμοὺς ἐπισωρεύοντας· ἂν δὲ καὶ τῶν ἐξ ἡμῶν τις μὴ ὡς φιλόνεικος, ἀλλ᾽ ὡς φιλομαθής, ζητῇ διὰ τί μὴ ἑτέρως ἀλλὰ σταυρὸν ὑπέμεινεν, ἀκουέτω καὶ οὗτος ὅτι οὐκ ἄλλως ἢ οὕτως ἡμῖν συνέφερε· καὶ τοῦτο δι᾽ ἡμᾶς καλῶς ὑπέμεινεν ὁ Κύριος.

Εἰ γὰρ τὴν καθ᾽ ἡμῶν γενομένην κατάραν ἦλθεν αὐτὸς βαστάσαι, πῶς ἂν ἄλλως ἐγένετο κατάρα εἰ μὴ τὸν ἐπὶ κατάρᾳ γενόμενον θάνατον ἐδέξατο; ἔστι δὲ οὗτος, ὁ σταυρός. Οὕτω γὰρ καὶ γέγραπται· «Ἐπικατάρατος, ὁ κρεμάμενος ἐπὶ ξύλου.» Ἔπειτα, εἰ ὁ θάνατος τοῦ Κυρίου λύτρον ἐστὶ πάντων, καὶ τῷ θανάτῳ τούτου τὸ μεσότοιχον τοῦ φραγμοῦ λύεται, καὶ γίνεται τῶν ἐθνῶν ἡ κλῆσις, πῶς ἂν ἡμᾶς προσεκαλέσατο, εἰ μὴ ἐσταύρωτο; ἐν μόνῳ γὰρ τῷ σταυρῷ ἐκτεταμέναις χερσί τις ἀποθνῄσκει.

Διὸ καὶ τοῦτο ἔπρεπεν ὑπομεῖναι τὸν Κύριον, καὶ τὰς χεῖρας ἐκτεῖναι, ἵνα τῇ μὲν τὸν παλαιὸν λαόν, τῇ δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν ἑλκύσῃ, καὶ ἀμφοτέρους ἐν ἑαυτῷ συνάψῃ. Τοῦτο γὰρ καὶ αὐτὸς εἴρηκε, σημαίνων ποίῳ θανάτῳ ἔμελλε λυτροῦσθαι τοὺς πάντας· «Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ πάλιν εἰ ὁ ἐχθρὸς τοῦ γένους ἡμῶν διάβολος, ἐκπεσὼν ἀπὸ τοῦ οὐρανοῦ, περὶ τὸν ἀέρα τὸν ὧδε κάτω πλανᾶται, κἀκεῖ τῶν σὺν αὐτῷ δαιμόνων ὡς ὁμοίων ἐν τῇ ἀπειθείᾳ ἐξουσιάζων, φαντασίας μὲν δι᾽ αὐτῶν ἐνεργεῖ τοῖς ἀπατωμένοις, ἐπιχειρεῖ δὲ τοῖς ἀνερχομένοις ἐμποδίζειν· καὶ περὶ τούτου φησὶν ὁ Ἀπόστολος· «Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας», ἦλθε δὲ ὁ Κύριος ἵνα τὸν μὲν διάβολον καταβάλῃ, τὸν δὲ ἀέρα καθαρίσῃ, καὶ ὁδοποιήσῃ ἡμῖν τὴν εἰς οὐρανοὺς ἄνοδον, ὡς εἶπεν ὁ Ἀπόστολος, «διὰ τοῦ καταπετάσματος, τοῦτ᾽ ἔστιν τῆς σαρκὸς αὐτοῦ», τοῦτο δὲ ἔδει γενέσθαι διὰ τοῦ θανάτου· ποίῳ δ᾽ ἂν ἄλλῳ θανάτῳ ἐγεγόνει ταῦτα, ἢ τῷ ἐν ἀέρι γενομένῳ, φημὶ δὴ τῷ σταυρῷ; Μόνος γὰρ ἐν τῷ ἀέρι τις ἀποθνῄσκει, ὁ σταυρῷ τελειούμενος. Διὸ καὶ εἰκότως τοῦτον ὑπέμεινεν ὁ Κύριος.

Οὕτω γὰρ ὑψωθείς, τὸν μὲν ἀέρα ἐκαθάριζεν ἀπό τε τῆς διαβολικῆς καὶ πάσης τῶν δαιμόνων ἐπιβουλῆς λέγων· «Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν πεσόντα», τὴν εἰς οὐρανοὺς ἄνοδον ὁδοποιῶν ἐνεκαίνιζε λέγων πάλιν· «Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι.» Οὐ γὰρ αὐτὸς ὁ Λόγος ἦν ὁ χρῄζων ἀνοίξεως τῶν πυλῶν, πάντων Κύριος ὤν, οὐδὲ κεκλεισμένον ἦν τι τῶν ποιημάτων τῷ ποιητῇ, ἀλλ᾽ ἡμεῖς ἦμεν οἱ χρῄζοντες, οὓς ἀνέφερεν αὐτὸς διὰ τοῦ ἰδίου σώματος αὐτοῦ. Ὡς γὰρ ὑπὲρ πάντων αὐτὸ προσήνεγκε τῷ θανάτῳ, οὕτως δι᾽ αὐτοῦ πάλιν ὡδοποίησε τὴν εἰς οὐρανοὺς ἄνοδον.

Πρέπων οὖν ἄρα καὶ ἁρμόζων ὁ ἐν τῷ σταυρῷ γέγονε θάνατος ὑπὲρ ἡμῶν· καὶ ἡ αἰτία τούτου εὔλογος ἐφάνη κατὰ πάντα, καὶ δικαίους ἔχει τοὺς λογισμούς, ὅτι μὴ ἄλλως, ἀλλὰ διὰ τοῦ σταυροῦ ἔδει γενέσθαι τὴν σωτηρίαν τῶν πάντων. Καὶ γὰρ οὐδ᾽ οὕτως ἀφανῆ ἑαυτὸν οὐδὲ ἐν τῷ σταυρῷ ἀφῆκεν· ἀλλὰ κατὰ περιττὸν τὴν μὲν κτίσιν ἐποίει μαρτυρεῖν τὴν τοῦ ἑαυτῆς Δημιουργοῦ παρουσίαν, τὸν δὲ ἑαυτοῦ ναὸν τὸ σῶμα οὐκ ἐπὶ πολὺ μένειν ἀνασχόμενος, ἀλλὰ μόνον δείξας νεκρὸν τῇ τοῦ θανάτου πρὸς αὐτὸ συμπλοκῇ, τριταῖον εὐθέως ἀνέστησε, τρόπαια καὶ νίκας κατὰ τοῦ θανάτου φέρων τὴν ἐν τῷ σώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν.

Ἠδύνατο μὲν γὰρ καὶ παρ᾽ αὐτὰ τοῦ θανάτου τὸ σῶμα διεγεῖραι καὶ πάλιν δεῖξαι ζῶν· ἀλλὰ καὶ τοῦτο καλῶς προϊδὼν ὁ Σωτὴρ οὐ πεποίηκεν. Εἶπε γὰρ ἄν τις μηδόλως αὐτὸ τεθνηκέναι, ἢ μηδὲ τέλεον αὐτοῦ τὸν θάνατον ἐψαυκέναι, εἰ παρ᾽ αὐτὰ τὴν ἀνάστασιν ἦν ἐπιδείξας.

Τάχα δὲ καὶ ἐν ἴσῳ τοῦ διαστήματος ὄντος τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως, ἄδηλον ἐγίνετο τὸ περὶ τῆς ἀφθαρσίας κλέος. Ὅθεν, ἵνα δειχθῇ νεκρὸν τὸ σῶμα, καὶ μίαν ὑπέμεινε μέσην ὁ Λόγος, καὶ τριταῖον τοῦτο πᾶσιν ἔδειξεν ἄφθαρτον.

Ἕνεκα μὲν οὖν τοῦ δειχθῆναι τὸν θάνατον ἐν τῷ σώματι, τριταῖον ἀνέστησε τοῦτο. Ἵνα δὲ μὴ ἐπὶ πολὺ διαμεῖναν καὶ φθαρὲν τέλεον ὕστερον ἀναστήσας ἀπιστηθῇ ὡς οὐκ αὐτὸ ἀλλ᾽ ἕτερον σῶμα φέρων· ἔμελλε γὰρ ἄν τις καὶ διὰ τὸν χρόνον ἀπιστεῖν τῷ φαινομένῳ, καὶ ἐπιλανθάνεσθαι τῶν γενομένων· διὰ τοῦτο οὐ πλείω τῶν τριῶν ἡμερῶν ἠνέσχετο, οὐδὲ ἐπὶ πολὺ τοὺς ἀκούσαντας αὐτοῦ περὶ τῆς ἀναστάσεως παρείλκυσεν· ἀλλ᾽ ἔτι τῶν ἀκοῶν αὐτῶν ἔναυλον ἐχόντων τὸν λόγον, καὶ ἔτι τῶν ὀφθαλμῶν αὐτῶν ἐκδεχομένων, καὶ τῆς διανοίας αὐτῶν ἠρτημένης, καὶ ζώντων ἐπὶ γῆς ἔτι καὶ ἐπὶ τόπων ὄντων τῶν θανατωσάντων, καὶ μαρτύρων τοῦ θανάτου τοῦ κυριακοῦ σώματος, αὐτὸς ὁ τοῦ Θεοῦ Υἱὸς ἐν τριταίῳ διαστήματι τὸ γενόμενον νεκρὸν σῶμα ἔδειξεν ἀθάνατον καὶ ἄφθαρτον· καὶ ἀνεδείχθη πᾶσιν, ὅτι οὐκ ἀσθενείᾳ φύσεως τοῦ ἐνοικοῦντος Λόγου τέθνηκε τὸ σῶμα, ἀλλ᾽ ἐπὶ τῷ τὸν θάνατον ἐξαφανισθῆναι ἐν αὐτῷ τῇ δυνάμει τοῦ Σωτῆρος.