Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ λόγου

Μέγας Αθανάσιος

Η έμπρακτη νίκη κατά του θανάτου και η ανάσταση

Τα ορατά τεκμήρια της κατάργησης του θανάτου, η περιφρόνησή του από τους μάρτυρες και η συνεχιζόμενη ζωοποιός ενέργεια του αναστάντος Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 12

Τοῦ μὲν γὰρ καταλελύσθαι τὸν θάνατον, καὶ νίκην κατ᾽ αὐτοῦ γεγενῆσθαι τὸν σταυρόν, καὶ μηκέτι λοιπὸν ἰσχύειν, ἀλλ᾽ εἶναι νεκρὸν αὐτὸν ἀληθῶς, γνώρισμα οὐκ ὀλίγον καὶ πίστις ἐναργής, τὸ παρὰ πάντων τῶν τοῦ Χριστοῦ μαθητῶν αὐτὸν καταφρονεῖσθαι, καὶ πάντας ἐπιβαίνειν κατ᾽ αὐτοῦ, καὶ μηκέτι φοβεῖσθαι τοῦτον, ἀλλὰ τῷ σημείῳ τοῦ σταυροῦ καὶ τῇ εἰς Χριστὸν πίστει καταπατεῖν αὐτὸν ὡς νεκρόν.

Πάλαι μὲν γὰρ πρὶν τὴν θείαν ἐπιδημίαν γενέσθαι τοῦ Σωτῆρος, πάντες τοὺς ἀποθνῄσκοντας ὡς φθειρομένους ἐθρήνουν· ἄρτι δὲ τοῦ Σωτῆρος ἀναστήσαντος τὸ σῶμα, οὐκέτι μὲν ὁ θάνατός ἐστι φοβερός, πάντες δὲ οἱ τῷ Χριστῷ πιστεύοντες ὡς οὐδὲν αὐτὸν ὄντα πατοῦσι, καὶ μᾶλλον ἀποθνῄσκειν αἱροῦνται ἢ ἀρνήσασθαι τὴν εἰς Χριστὸν πίστιν. Ἴσασι γὰρ ὄντως ὅτι ἀποθνῄσκοντες οὐκ ἀπόλλυνται, ἀλλὰ ζῶσι, καὶ ἄφθαρτοι διὰ τῆς ἀναστάσεως γίνονται.

Ἐκεῖνος δὲ ὁ πάλαι τῷ θανάτῳ πονηρῶς ἐναλλόμενος διάβολος, λυθεισῶν αὐτοῦ τῶν ὠδίνων, ἔμεινε μόνος ἀληθῶς νεκρός· καὶ τούτου τεκμήριον, ὅτι πρὶν πιστεύσουσιν οἱ ἄνθρωποι τῷ Χριστῷ, φοβερὸν τὸν θάνατον ὁρῶσι καὶ δειλιῶσιν αὐτόν. Ἐπειδὰν δὲ εἰς τὴν ἐκείνου πίστιν καὶ διδασκαλίαν μετέλθωσι, τοσοῦτον καταφρονοῦσι τοῦ θανάτου, ὡς καὶ προθύμως ἐπ᾽ αὐτὸν ὁρμᾶν καὶ μάρτυρας γίνεσθαι τῆς κατ᾽ αὐτοῦ παρὰ τοῦ Σωτῆρος γενομένης ἀναστάσεως. Καὶ γὰρ ἔτι νήπιοι ὄντες τὴν ἡλικίαν σπεύδουσι ἀποθνῄσκειν, καὶ μελετῶσι κατ᾽ αὐτοῦ ταῖς ἀσκήσεσιν οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες. Οὕτως ἀσθενὴς γέγονεν, ὡς καὶ γυναῖκας τὰς ἀπατηθείσας τὸ πρὶν παρ᾽ αὐτοῦ, νῦν παίζειν αὐτὸν ὡς νεκρὸν καὶ παρειμένον.

Ὡς γὰρ τυράννου καταπολεμηθέντος ὑπὸ γνησίου βασιλέως καὶ δεθέντος τοὺς πόδας καὶ τὰς χεῖρας, πάντες λοιπὸν οἱ διαβαίνοντες καταπαίζουσιν αὐτοῦ τύπτοντες καὶ διασύροντες, οὐκ ἔτι φοβούμενοι τὴν μανίαν αὐτοῦ καὶ τὴν ἀγριότητα, διὰ τὸν νικήσαντα βασιλέα· οὕτω καὶ τοῦ θανάτου νικηθέντος καὶ στηλιτευθέντος ὑπὸ τοῦ Σωτῆρος ἐν τῷ σταυρῷ, καὶ δεδεμένου τὰς χεῖρας καὶ τοὺς πόδας, πάντες οἱ ἐν Χριστῷ διαβαίνοντες αὐτὸν καταπατοῦσι, καὶ μαρτυροῦντες τῷ Χριστῷ χλευάζουσι τὸν θάνατον, ἐπικερτομοῦντες αὐτῷ καὶ τὰ ἄνωθεν κατ᾽ αὐτοῦ γεγραμμένα λέγοντες· «Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον;» Ἆρ᾽ οὖν τοῦτο μικρὸς ἔλεγχός ἐστι τῆς τοῦ θανάτου ἀσθενείας; ἢ μικρά ἐστιν ἀπόδειξις τῆς κατ᾽ αὐτοῦ γενομένης νίκης παρὰ τοῦ Σωτῆρος, ὅταν οἱ ἐν Χριστῷ παῖδες καὶ νέαι κόραι παρορῶσι τὸν ἐνταῦθα βίον καὶ ἀποθανεῖν μελετῶσιν;

Ἔστι μὲν γὰρ κατὰ φύσιν ὁ ἄνθρωπος δειλιῶν τὸν θάνατον καὶ τὴν τοῦ σώματος διάλυσιν· τὸ δὲ παραδοξότατον τοῦτό ἐστιν, ὅτι τὴν τοῦ σταυροῦ πίστιν ἐνδυσάμενος καταφρονεῖ καὶ τῶν κατὰ φύσιν, καὶ τὸν θάνατον οὐ δειλιᾷ διὰ τὸν Χριστόν.

Καὶ ὥσπερ τοῦ πυρὸς ἔχοντος κατὰ φύσιν τὸ καίειν, εἰ λέγοι τις εἶναί τι τὸ μὴ δειλιῶν αὐτοῦ τὴν καῦσιν, ἀλλὰ καὶ μᾶλλον ἀσθενὲς αὐτὸ δεικνύον, οἷον δὴ λέγεται τὸ παρὰ Ἰνδοῖς ἀμίαντον· εἶτα ὁ τῷ λεγομένῳ μὴ πιστεύων εἰ πεῖραν θελήσειε λαβεῖν τοῦ λεγομένου, πάντως τὸ ἄκαυστον ἐνδυσάμενος καὶ προσβαλὼν πυρί, πιστοῦται λοιπὸν τὴν κατὰ τοῦ πυρὸς ἀσθένειαν· ἢ ὡς εἴ τις τὸν τύραννον δεδεμένον ἰδεῖν θελήσειε, πάντως εἰς τὴν τοῦ νικήσαντος χώραν καὶ ἀρχὴν παρελθών, ὁρᾷ τὸν ἄλλοις φοβερὸν ἀσθενῆ γενόμενον· οὕτως εἴ τίς ἐστιν ἄπιστος, καὶ ἀκμὴν μετὰ τοσαῦτα, καὶ μετὰ τοὺς τοσούτους ἐν Χριστῷ γενομένους μάρτυρας, μετὰ τὴν καθ᾽ ἡμέραν γινομένην κατὰ τοῦ θανάτου χλεύην παρὰ τῶν ἐν Χριστῷ διαπρεπόντων· ὅμως εἰ ἔτι τὴν διάνοιαν ἀμφίβολον ἔχει περὶ τοῦ κατηργῆσθαι τὸν θάνατον καὶ τέλος ἐσχηκέναι, καλῶς μὲν ποιεῖ θαυμάζων περὶ τοῦ τηλικούτου· πλὴν μὴ σκληρὸς εἰς ἀπιστίαν, μηδὲ ἀναιδὴς πρὸς τὰ οὕτως ἐναργῆ γινέσθω.

Ἀλλ᾽ ὥσπερ ὁ τὸ ἀμίαντον λαβὼν γινώσκει τὸ ἄψαυστον τοῦ πυρὸς πρὸς αὐτό, καὶ ὁ τὸν τύραννον δεδεμένον θέλων ὁρᾶν, εἰς τὴν τοῦ νικήσαντος ἀρχὴν παρέρχεται· οὕτως καὶ ὁ ἀπιστῶν περὶ τῆς τοῦ θανάτου νίκης λαμβανέτω τὴν πίστιν τοῦ Χριστοῦ, καὶ εἰς τὴν τούτου διδασκαλίαν παρερχέσθω· καὶ ὄψεται τοῦ θανάτου τὴν ἀσθένειαν, καὶ τὴν κατ᾽ αὐτοῦ νίκην· πολλοὶ γὰρ πρότερον ἀπιστοῦντες καὶ χλευάζοντες, ὕστερον πιστεύσαντες, οὕτως κατεφρόνησαν τοῦ θανάτου, ὡς καὶ μάρτυρας αὐτοὺς γενέσθαι τοῦ Χριστοῦ.

Εἰ δὲ τῷ σημείῳ τοῦ σταυροῦ καὶ τῇ πίστει τῇ εἰς Χριστὸν καταπατεῖται ὁ θάνατος, δῆλον ἂν εἴη παρὰ ἀληθείᾳ δικαζούσῃ, μὴ ἄλλον εἶναι ἀλλ᾽ ἢ αὐτὸν τὸν Χριστόν, τὸν κατὰ τοῦ θανάτου τρόπαια καὶ νίκας ἐπιδειξάμενον, κἀκεῖνον ἐξασθενῆσαι ποιήσαντα.

Καὶ εἰ πρότερον μὲν ἴσχυεν ὁ θάνατος, καὶ διὰ τοῦτο φοβερὸς ἦν, ἄρτι δὲ μετὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος καὶ τὸν τοῦ σώματος αὐτοῦ θάνατον καὶ τὴν ἀνάστασιν καταφρονεῖται, φανερὸν ἂν εἴη παρ᾽ αὐτοῦ τοῦ ἐπὶ τὸν σταυρὸν ἀναβάντος Χριστοῦ κατηργῆσθαι καὶ νενικῆσθαι τὸν θάνατον.

Ὡς γὰρ ἐὰν μετὰ νύκτα γένηται ἥλιος, καὶ πᾶς ὁ περίγειος τόπος καταλάμπηται ὑπ᾽ αὐτοῦ, πάντως οὐκ ἔστιν ἀμφίβολον, ὅτι ὁ τὸ φῶς ἐφαπλώσας ἥλιος πανταχοῦ, αὐτός ἐστιν ὁ καὶ τὸ σκότος ἀπελάσας καὶ τὰ πάντα φωτίσας· οὕτως τοῦ θανάτου καταφρονηθέντος καὶ καταπατηθέντος ἀφ᾽ οὗ γέγονεν ἡ τοῦ Σωτῆρος ἐν σώματι σωτήριος ἐπιφάνεια καὶ τὸ τέλος τοῦ σταυροῦ, πρόδηλον ἂν εἴη, ὅτι αὐτός ἐστιν ὁ Σωτὴρ ὁ καὶ ἐν σώματι φανείς, ὁ τὸν θάνατον καταργήσας, καὶ κατ᾽ αὐτοῦ τρόπαια καθ᾽ ἡμέραν ἐν τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιδεικνύμενος.

Ὅταν γὰρ ἴδῃ τις ἀνθρώπους ἀσθενεῖς ὄντας τῇ φύσει, προπηδῶντας εἰς τὸν θάνατον, καὶ μὴ καταπτήσσοντας αὐτοῦ τὴν φθοράν, μηδὲ τὰς ἐν ᾅδου καθόδους δειλιῶντας, ἀλλὰ προθύμῳ ψυχῇ προκαλουμένους αὐτόν, καὶ μὴ πτήσσοντας βασάνους, ἀλλὰ μᾶλλον τῆς ἐνταῦθα ζωῆς προκρίνοντας διὰ τὸν Χριστὸν τὴν εἰς τὸν θάνατον ὁρμήν· ἢ καὶ ἐὰν θεωρός τις γένηται ἀνδρῶν καὶ θηλειῶν καὶ παίδων νέων ὁρμώντων καὶ ἐπιπηδώντων εἰς τὸν θάνατον διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν, τίς οὕτως ἐστὶν εὐήθης ἢ τίς οὕτως ἐστὶν ἄπιστος, τίς δὲ οὕτως τὴν διάνοιαν πεπήρωται, ὡς μὴ νοεῖν καὶ λογίζεσθαι, ὅτι ὁ Χριστός, εἰς ὃν μαρτυροῦσιν οἱ ἄνθρωποι, αὐτὸς τὴν κατὰ τοῦ θανάτου νίκην ἑκάστῳ παρέχει καὶ δίδωσιν, ἐξασθενεῖν αὐτὸν ποιῶν ἐν ἑκάστῳ τῶν αὐτοῦ τὴν πίστιν ἐχόντων καὶ τὸ σημεῖον τοῦ σταυροῦ φορούντων.

Καὶ γὰρ ὁ τὸν ὄφιν βλέπων καταπατούμενον, εἰδὼς αὐτοῦ μάλιστα τὴν προτέραν ἀγριότητα, οὐκ ἀμφιβάλλει λοιπὸν ὅτι νεκρός ἐστι καὶ τέλεον ἐξησθένησεν, ἐκτὸς εἰ μὴ τὴν διάνοιαν ἀπεστράφη, καὶ οὐδὲ τὰς τοῦ σώματος αἰσθήσεις ὑγιαινούσας ἔχει. Τίς γὰρ καὶ λέοντα παιζόμενον ὑπὸ παιδίων ὁρῶν, ἀγνοεῖ τοῦτον ἢ νεκρὸν γενόμενον ἢ πᾶσαν ἀπολέσαντα τὴν ἑαυτοῦ δύναμιν;

Ὥσπερ οὖν ταῦτα ἀληθῆ εἶναι τοῖς ὀφθαλμοῖς ἔξεστιν ὁρᾶν, οὕτως παιζομένου καὶ καταφρονουμένου τοῦ θανάτου ὑπὸ τῶν εἰς Χριστὸν πιστευόντων, μηκέτι μηδεὶς ἀμφιβαλλέτω, μηδὲ γινέσθω τις ἄπιστος, ὅτι ὑπὸ Χριστοῦ κατήργηται ὁ θάνατος, καὶ ἡ τούτου φθορὰ διαλέλυται καὶ πέπαυται.

Τοῦ μὲν οὖν κατηργῆσθαι τὸν θάνατον, καὶ τρόπαιον εἶναι κατ᾽ αὐτοῦ τὸν Κυριακὸν σταυρόν, οὐ μικρὸς ἔλεγχος τὰ προειρημένα. Τῆς δὲ γενομένης λοιπὸν ἀθανάτου ἀναστάσεως τοῦ σώματος παρὰ τοῦ κοινοῦ πάντων Σωτῆρος καὶ Ζωῆς ὄντως Χριστοῦ, ἐναργεστέρα τῶν λόγων ἡ διὰ τῶν φαινομένων ἀπόδειξίς ἐστι τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας ἔχουσιν ὑγιαίνοντα.

Εἰ γὰρ κατήργηται ὁ θάνατος, ὡς ὁ λόγος ἔδειξε, καὶ διὰ τὸν Κύριον πάντες αὐτὸν καταπατοῦσι, πολλῷ πλέον αὐτὸς αὐτὸν πρῶτος κατεπάτησε τῷ ἰδίῳ σώματι καὶ κατήργησεν αὐτόν. Τοῦ δὲ θανάτου νεκρωθέντος ὑπ᾽ αὐτοῦ, τί ἔδει γενέσθαι ἢ τὸ σῶμα ἀναστῆναι, καὶ τοῦτο δειχθῆναι κατ᾽ αὐτοῦ τρόπαιον; Ἢ πῶς γὰρ ἂν ἐφάνη καταργηθεὶς ὁ θάνατος, εἰ μὴ τὸ σῶμα τὸ κυριακὸν ἦν ἀναστάν; εἰ δέ τῷ μὴ αὐτάρκης ἡ ἀπόδειξις αὕτη περὶ τῆς ἀναστάσεως αὐτοῦ, κἂν ἐκ τῶν ἐν ὄψει γενομένων πιστούσθω τὸ λεγόμενον.

Εἰ γὰρ δὴ νεκρός τις γενόμενος οὐδὲν ἐνεργεῖν δύναται, ἀλλὰ μέχρι τοῦ μνήματός ἐστιν αὐτῷ ἡ χάρις, καὶ πέπαυται λοιπόν, μόνων δὲ τῶν ζώντων εἰσὶν αἱ πράξεις καὶ αἱ πρὸς τοὺς ἀνθρώπους ἐνέργειαι, ὁράτω δὴ ὁ βουλόμενος καὶ γενέσθω δικαστὴς ἐκ τῶν ὁρωμένων τὴν ἀλήθειαν ὁμολογῶν.

Τοσαῦτα γὰρ τοῦ Σωτῆρος ἐνεργοῦντος ἐν ἀνθρώποις, καὶ καθ᾽ ἡμέραν πανταχόθεν ἀπό τε τῶν τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον οἰκούντων τοσοῦτον πλῆθος ἀοράτως πείθοντος εἰς τὴν ἑαυτοῦ πίστιν παρελθεῖν, καὶ πάντας ὑπακούειν τῇ αὐτοῦ διδασκαλίᾳ· ἆρ᾽ ἔτι τις τὴν διάνοιαν ἀμφίβολον ἕξει εἰ γέγονεν ἀνάστασις ὑπὸ τοῦ Σωτῆρος, καὶ ζῇ ὁ Χριστός, μᾶλλον δὲ αὐτός ἐστιν ἡ Ζωή;

Ἆρα δὲ νεκροῦ ἐστι τὰς μὲν διανοίας τῶν ἀνθρώπων κατανύττειν, ὥστε τοὺς πατρικοὺς ἀρνεῖσθαι νόμους, τὴν δὲ Χριστοῦ διδασκαλίαν προσκυνεῖν; ἢ πῶς, εἴπερ οὐκ ἔστιν ἐνεργῶν, νεκροῦ γὰρ ἴδιόν ἐστι τοῦτο, αὐτὸς τοὺς ἐνεργοῦντας καὶ ζῶντας τῆς ἐνεργείας παύει, ὥστε τὸν μὲν μοιχὸν μηκέτι μοιχεύειν, τὸν δὲ ἀνδροφόνον μηκέτι φονεύειν, τὸν δὲ ἀδικοῦντα μηκέτι πλεονεκτεῖν, καὶ τὸν ἀσεβῆ λοιπὸν εὐσεβεῖν; πῶς δὲ εἰ μὴ ἀνέστη, ἀλλὰ νεκρός ἐστι, τοὺς λεγομένους ὑπὸ τῶν ἀπίστων ζῆν ψευδοθέους καὶ θρησκευομένους δαίμονας αὐτὸς ἀπελαύνει καὶ διώκει καὶ καταβάλλει;

Ἔνθα γὰρ ὀνομάζεται Χριστὸς καὶ ἡ τούτου πίστις, ἐκεῖθεν πᾶσα μὲν εἰδωλολατρία καθαιρεῖται, πᾶσα δὲ δαιμόνων ἀπάτη ἐλέγχεται, πᾶς δὲ δαίμων οὐδὲ τὸ ὄνομα ὑποφέρει· ἀλλὰ καὶ μόνον ἀκούσας φυγὰς οἴχεται. Τοῦτο δὲ οὐ νεκροῦ τὸ ἔργον, ἀλλὰ ζῶντος καὶ μάλιστα Θεοῦ.

Ἄλλως τε καὶ γελοῖον ἂν εἴη, τοὺς μὲν διωκομένους ὑπ᾽ αὐτοῦ δαίμονας καὶ τὰ καταργούμενα εἴδωλα λέγειν ζῶντας εἶναι, τὸν δὲ ἀπελαύνοντα καὶ τῇ ἑαυτοῦ δυνάμει μηδὲ φανῆναι ποιοῦντα τούτους, ἀλλὰ καὶ ὁμολογούμενον ὑπὸ πάντων εἶναι Θεοῦ Υἱόν, τοῦτον λέγειν εἶναι νεκρόν.

Μέγαν δὲ καὶ καθ᾽ ἑαυτῶν τὸν ἔλεγχον οἱ ἀπιστοῦντες τῇ ἀναστάσει προβάλλονται, εἰ τὸν Χριστὸν τὸν λεγόμενον παρ᾽ αὐτῶν νεκρὸν οἱ πάντες δαίμονες καὶ οἱ προσκυνούμενοι παρ᾽ αὐτῶν θεοὶ οὐ διώκουσιν· ἀλλὰ μᾶλλον ὁ Χριστὸς τοὺς πάντας ἐλέγχει νεκρούς.

Εἰ γὰρ ἀληθὲς τὸν νεκρὸν μηδὲν ἐνεργεῖν, ἐργάζεται δὲ τοσαῦτα καθ᾽ ἡμέραν ὁ Σωτήρ, ἕλκων εἰς εὐσέβειαν, πείθων εἰς ἀρετήν, διδάσκων περὶ ἀθανασίας, εἰς πόθον τῶν οὐρανίων ἀνάγων, ἀποκαλύπτων τὴν περὶ Πατρὸς γνῶσιν, τὴν κατὰ τοῦ θανάτου δύναμιν ἐμπνέων, ἑκάστῳ δεικνύων ἑαυτόν, καὶ τὴν εἰδώλων ἀθεότητα καθαιρῶν· τούτων δὲ οὐδὲν δύνανται οἱ παρὰ τοῖς ἀπίστοις θεοὶ καὶ δαίμονες, ἀλλὰ μᾶλλον τῇ Χριστοῦ παρουσίᾳ νεκροὶ γίνονται, ἀργὴν ἔχοντες καὶ κενὴν τὴν φαντασίαν· τῷ δὲ σημείῳ τοῦ σταυροῦ πᾶσα μὲν μαγεία παύεται, πᾶσα δὲ φαρμακεία καταργεῖται, καὶ πάντα μὲν τὰ εἴδωλα ἐρημοῦται καὶ καταλιμπάνεται, πᾶσα δὲ ἄλογος ἡδονὴ παύεται, καὶ πᾶς τις ἀπὸ γῆς εἰς οὐρανὸν ἀναβλέπει· τίνα ἄν τις εἴποι νεκρόν; τὸν τοσαῦτα ἐργαζόμενον Χριστόν; ἀλλ᾽ οὐκ ἴδιον νεκροῦ τὸ ἐργάζεσθαι· ἢ τὸν μηδ᾽ ὅλως ἐνεργοῦντα, ἀλλ᾽ ὡς ἄψυχον κείμενον, ὅπερ ἴδιον τῶν δαιμόνων καὶ εἰδώλων ὡς νεκρῶν ὑπάρχει;

Ὁ μὲν γὰρ τοῦ Θεοῦ Υἱὸς ζῶν καὶ ἐνεργὴς ὢν καθ᾽ ἡμέραν ἐργάζεται, καὶ ἐνεργεῖ τὴν πάντων σωτηρίαν. Ὁ δὲ θάνατος ἐλέγχεται καθ᾽ ἡμέραν αὐτὸς ἐξασθενήσας, καὶ τὰ εἴδωλα καὶ οἱ δαίμονες μᾶλλον νεκροὶ τυγχάνοντες, ὡς ἐκ τούτου μηδένα διστάζειν ἔτι περὶ τῆς τοῦ σώματος ἀναστάσεως αὐτοῦ.

Ἔοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ κυριακοῦ σώματος ἀπιστῶν ἀγνοεῖν δύναμιν Θεοῦ Λόγου καὶ Σοφίας. Εἰ γὰρ ὅλως ἔλαβεν ἑαυτῷ σῶμα, καὶ τοῦτο ἰδιοποιήσατο κατὰ τὴν εὔλογον ἀκολουθίαν, ὡς ὁ λόγος ἔδειξε, τί ἔδει τὸν Κύριον ποιεῖν περὶ τούτου; ἢ ποῖον ἔδει τέλος γενέσθαι τοῦ σώματος, ἅπαξ ἐπιβάντος αὐτῷ τοῦ Λόγου; Μὴ ἀποθανεῖν μὲν γὰρ οὐκ ἠδύνατο, ἅτε δὴ θνητὸν ὄν, καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον· οὗ χάριν καὶ ὁ Σωτὴρ αὐτὸ κατεσκεύασεν ἑαυτῷ. Μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε ἦν, διὰ τὸ Ζωῆς αὐτὸ ναὸν γεγενῆσθαι.

Ὅθεν ἀπέθανε μὲν ὡς θνητόν· ἀνέζησε δὲ διὰ τὴν ἐν αὐτῷ ζωήν, καὶ τῆς ἀναστάσεως ἐστὶ γνώρισμα τὰ ἔργα. Εἰ δ᾽ ὅτι μὴ ὁρᾶται, ἀπιστεῖται καὶ ἐγηγέρθαι, ὥρα καὶ τὸ κατὰ φύσιν ἀρνεῖσθαι τοὺς ἀπιστοῦντας. Θεοῦ γὰρ ἴδιον μὴ ὁρᾶσθαι μέν, ἐκ δὲ τῶν ἔργων γινώσκεσθαι, καθάπερ καὶ ἐπάνω λέλεκται.

Εἰ μὲν οὖν τὰ ἔργα μή ἐστι, καλῶς τῷ μὴ φαινομένῳ ἀπιστοῦσιν· εἰ δὲ τὰ ἔργα βοᾷ καὶ δείκνυσιν ἐναργῶς, διὰ τί ἑκόντες ἀρνοῦνται τὴν τῆς ἀναστάσεως οὕτως φανερῶς ζωήν; Εἰ γὰρ καὶ τὴν διάνοιαν ἐπηρώθησαν, ἀλλὰ κἂν ταῖς ἔξωθεν αἰσθήσεσιν ὁρᾶν ἐστὶ τὴν ἀναντίρρητον τοῦ Χριστοῦ δύναμιν καὶ θεότητα.

Ἐπεὶ καὶ τυφλὸς ἐὰν μὴ βλέπῃ τὸν ἥλιον, ἀλλὰ κἂν τῆς ὑπ᾽ αὐτοῦ γενομένης θέρμης ἀντιλαμβανόμενος, οἶδεν ὅτι ἥλιος ὑπὲρ γῆς ἐστίν. Οὕτως καὶ οἱ ἀντιλέγοντες εἰ καὶ μήπω πιστεύουσιν, ἀκμὴν τυφλώττοντες περὶ τὴν ἀλήθειαν, ἀλλὰ κἂν ἑτέρων πιστευόντων γινώσκοντες τὴν δύναμιν, μὴ ἀρνείσθωσαν τὴν τοῦ Χριστοῦ θεότητα καὶ τὴν ὑπ᾽ αὐτοῦ γενομένην ἀνάστασιν.

Δῆλον γὰρ ὅτι εἰ νεκρός ἐστιν ὁ Χριστός, οὐκ ἂν τοὺς δαίμονας ἐδίωκε, καὶ τὰ εἴδωλα ἐσκύλευε· νεκρῷ γὰρ οὐκ ἂν ὑπήκουσαν οἱ δαίμονες. Εἰ δὲ διώκονται φανερῶς τῇ τούτου ὀνομασίᾳ, δῆλον ἂν εἴη μὴ εἶναι τοῦτον νεκρόν, μάλιστα ὅτι δαίμονες, καὶ τὰ μὴ βλεπόμενα τοῖς ἀνθρώποις ὁρῶντες, ἠδύναντο γινώσκειν εἰ νεκρός ἐστιν ὁ Χριστός, καὶ μηδόλως ὑπακούειν αὐτῷ.

Νῦν δὲ ὃ μὴ πιστεύουσιν ἀσεβεῖς ὁρῶσιν οἱ δαίμονες, ὅτι Θεός ἐστι, καὶ διὰ τοῦτο φεύγουσι καὶ προσπίπτουσιν αὐτῷ, λέγοντες ἃ καὶ ὅτε ἦν ἐν σώματι ἐφθέγξαντο· «Οἴδαμέν σε τίς εἶ· ὁ ἅγιος τοῦ Θεοῦ»· καὶ· «Ἔα, τί σοι καὶ ἡμῖν, Υἱὲ τοῦ Θεοῦ; δέομαί σου, μή με βασανίσῃς.» Δαιμόνων τοίνυν ὁμολογούντων καὶ τῶν ἔργων ὁσημέραι μαρτυρούντων, φανερὸν ἂν εἴη, καὶ μηδεὶς ἀναιδευέσθω πρὸς τὴν ἀλήθειαν, ὅτι τε ἀνέστησε τὸ ἑαυτοῦ σῶμα ὁ Σωτήρ, καὶ ὅτι Θεοῦ Υἱός ἐστιν ἀληθινός, ἐξ αὐτοῦ οἷα δὴ ἐκ Πατρὸς ἴδιος Λόγος καὶ Σοφία καὶ Δύναμις ὑπάρχων, ὃς χρόνοις ὕστερον ἐπὶ σωτηρίᾳ τῶν πάντων ἔλαβε σῶμα, καὶ τὴν μὲν οἰκουμένην περὶ Πατρὸς ἐδίδαξε, τὸν δὲ θάνατον κατήργησε, πᾶσι δὲ τὴν ἀφθαρσίαν ἐχαρίσατο διὰ τῆς ἐπαγγελίας τῆς ἀναστάσεως, ἀπαρχὴν ταύτης τὸ ἴδιον ἐγείρας σῶμα, καὶ τρόπαιον αὐτὸ κατὰ τοῦ θανάτου καὶ τῆς τούτου φθορᾶς ἐπιδειξάμενος τῷ σημείῳ τοῦ σταυροῦ.