Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ λόγου

Μέγας Αθανάσιος

Η πτώση του ανθρώπου, η κυριαρχία της φθοράς και το θείο δίλημμα

Ανάλυση της απώλειας της αφθαρσίας, της εξάπλωσης της αμαρτίας και της αδυναμίας της μετάνοιας να αναιρέσει τον θάνατο, γεγονός που καθιστά αναγκαία την παρέμβαση του Δημιουργού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 12

Ἴσως θαυμάζεις τί δήποτε περὶ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου προθέμενοι λέγειν, νῦν περὶ τῆς ἀρχῆς τῶν ἀνθρώπων διηγούμεθα. Ἀλλὰ καὶ τοῦτο οὐκ ἀλλότριόν ἐστι τοῦ σκοποῦ τῆς διηγήσεως. Ἀνάγκη γὰρ ἡμᾶς λέγοντας περὶ τῆς εἰς ἡμᾶς ἐπιφανείας τοῦ Σωτῆρος, λέγειν καὶ περὶ τῆς τῶν ἀνθρώπων ἀρχῆς, ἵνα γινώσκῃς ὅτι ἡ ἡμῶν αἰτία ἐκείνῳ γέγονε πρόφασις τῆς καθόδου, καὶ ἡ ἡμῶν παράβασις τοῦ Λόγου τὴν φιλανθρωπίαν ἐξεκαλέσατο, ὥστε καὶ εἰς ἡμᾶς φθάσαι καὶ φανῆναι τὸν Κύριον ἐν ἀνθρώποις.

Τῆς γὰρ ἐκείνου ἐνσωματώσεως ἡμεῖς γεγόναμεν ὑπόθεσις, καὶ διὰ τὴν ἡμῶν σωτηρίαν ἐφιλανθρωπεύσατο καὶ ἐν ἀνθρωπίνῳ γενέσθαι καὶ φανῆναι σώματι. Οὕτως μὲν οὖν ὁ Θεὸς τὸν ἄνθρωπον πεποίηκε, καὶ μένειν ἠθέλησεν ἐν ἀφθαρσίᾳ· ἄνθρωποι δὲ κατολιγωρήσαντες καὶ ἀποστραφέντες τὴν πρὸς τὸν Θεὸν κατανόησιν, λογισάμενοι δὲ καὶ ἐπινοήσαντες ἑαυτοῖς τὴν κακίαν, ὥσπερ ἐν τοῖς πρώτοις ἐλέχθη, ἔσχον τὴν προαπειληθεῖσαν τοῦ θανάτου κατάκρισιν, καὶ λοιπὸν οὐκ ἔτι ὡς γεγόνασι διέμενον· ἀλλ᾽ ὡς ἐλογίζοντο διεφθείροντο· καὶ ὁ θάνατος αὐτῶν ἐκράτει βασιλεύων. Ἡ γὰρ παράβασις τῆς ἐντολῆς εἰς τὸ κατὰ φύσιν αὐτοὺς ἐπέστρεφεν, ἵνα, ὥσπερ οὐκ ὄντες γεγόνασιν, οὕτως καὶ τὴν εἰς τὸ μὴ εἶναι φθορὰν ὑπομείνωσι τῷ χρόνῳ εἰκότως.

Εἰ γὰρ φύσιν ἔχοντες τὸ μὴ εἶναί ποτε, τῇ τοῦ Λόγου παρουσίᾳ καὶ φιλανθρωπίᾳ εἰς τὸ εἶναι ἐκλήθησαν, ἀκόλουθον ἦν κενωθέντας τοὺς ἀνθρώπους τῆς περὶ Θεοῦ ἐννοίας καὶ εἰς τὰ οὐκ ὄντα ἀποστραφέντας, οὐκ ὄντα γάρ ἐστι τὰ κακά, ὄντα δὲ τὰ καλά, ἐπειδήπερ ἀπὸ τοῦ ὄντος Θεοῦ γεγόνασι, κενωθῆναι καὶ τοῦ εἶναι ἀεί. Τοῦτο δέ ἐστι τὸ διαλυθέντας μένειν ἐν τῷ θανάτῳ καὶ τῇ φθορᾷ.

Ἔστι μὲν γὰρ κατὰ φύσιν ἄνθρωπος θνητός, ἅτε δὴ ἐξ οὐκ ὄντων γεγονώς. Διὰ δὲ τὴν πρὸς τὸν ὄντα ὁμοιότητα, ἣν εἰ ἐφύλαττε διὰ τῆς πρὸς αὐτὸν κατανοήσεως, ἤμβλυνεν ἂν τὴν κατὰ φύσιν φθοράν, καὶ ἔμεινεν ἄφθαρτος· καθάπερ ἡ σοφία φησίν· «Προσοχὴ νόμων, βεβαίωσις ἀφθαρσίας»· ἄφθαρτος δὲ ὤν, ἔζη λοιπὸν ὡς Θεός, ὥς που καὶ ἡ θεία γραφὴ τοῦτο σημαίνει λέγουσα· «Ἐγὼ εἶπα θεοί ἐστε, καὶ υἱοὶ ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.» Ὁ μὲν γὰρ Θεὸς οὐ μόνον ἐξ οὐκ ὄντων ἡμᾶς πεποίηκεν, ἀλλὰ καὶ τὸ κατὰ Θεὸν ζῆν ἡμῖν ἐχαρίσατο τῇ τοῦ Λόγου χάριτι. Οἱ δὲ ἄνθρωποι, ἀποστραφέντες τὰ αἰώνια, καὶ συμβουλίᾳ τοῦ διαβόλου εἰς τὰ τῆς φθορᾶς ἐπιστραφέντες, ἑαυτοῖς αἴτιοι τῆς ἐν τῷ θανάτῳ φθορᾶς γεγόνασιν, ὄντες μὲν ὡς προεῖπον κατὰ φύσιν φθαρτοί, χάριτι δὲ τῆς τοῦ Λόγου μετουσίας τοῦ κατὰ φύσιν ἐκφυγόντες, εἰ μεμενήκεισαν καλοί.

Διὰ γὰρ τὸν συνόντα τούτοις Λόγον, καὶ ἡ κατὰ φύσιν φθορὰ τούτων οὐκ ἤγγιζε, καθὼς καὶ ἡ σοφία φησίν· «Ὁ Θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον»· τούτου δὲ γενομένου οἱ μὲν ἄνθρωποι ἀπέθνῃσκον, ἡ δὲ φθορὰ λοιπὸν κατ᾽ αὐτῶν ἤκμαζε, καὶ πλεῖον τοῦ κατὰ φύσιν ἰσχύουσα καθ᾽ ὅλου τοῦ γένους, ὅσῳ καὶ τὴν ἀπειλὴν τοῦ θείου διὰ τὴν παράβασιν τῆς ἐντολῆς κατ᾽ αὐτῶν προειλήφει.

Καὶ γὰρ καὶ ἐν τοῖς πλημμελήμασιν οἱ ἄνθρωποι οὐκ ἄχρις ὅρων ὡρισμένων εἱστήκεισαν, ἀλλὰ κατ᾽ ὀλίγον ἐπεκτεινόμενοι λοιπὸν καὶ εἰς ἄμετρον ἐληλύθασιν, ἐξ ἀρχῆς μὲν εὑρεταὶ τῆς κακίας γενόμενοι, καὶ καθ᾽ ἑαυτῶν τὸν θάνατον προκαλεσάμενοι καὶ τὴν φθοράν· ὕστερον δὲ εἰς ἀδικίαν ἐκτραπέντες καὶ παρανομίαν πᾶσαν ὑπερβαλόντες, καὶ μὴ ἑνὶ κακῷ ἱστάμενοι, ἀλλὰ πάντα καινὰ καινοῖς ἐπινοοῦντες, ἀκόρεστοι περὶ τὸ ἁμαρτάνειν γεγόνασι.

Μοιχεῖαι μὲν γὰρ ἦσαν καὶ κλοπαὶ πανταχοῦ, φόνων δὲ καὶ ἁρπαγῶν πλήρης ἦν ἡ σύμπασα γῆ. Καὶ νόμου μὲν οὐκ ἦν φροντὶς περὶ φθορᾶς καὶ ἀδικίας· πάντα δὲ τὰ κακὰ καθ᾽ ἕνα καὶ κοινῇ παρὰ πᾶσιν ἐπράττετο. Πόλεις μὲν κατὰ πόλεων ἐπολέμουν, καὶ ἔθνη κατὰ ἐθνῶν ἠγείρετο· διῄρητο δὲ πᾶσα ἡ οἰκουμένη στάσεσι καὶ μάχαις, ἑκάστου φιλονεικοῦντος ἐν τῷ παρανομεῖν.

Οὐκ ἦν δὲ τούτων μακρὰν οὐδὲ τὰ παρὰ φύσιν, ἀλλ᾽ ὡς εἶπεν ὁ τοῦ Χριστοῦ μάρτυς Ἀπόστολος· «Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως δὲ καὶ οἱ ἄρρενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.» Διὰ δὴ ταῦτα πλεῖον τοῦ θανάτου κρατήσαντος, καὶ τῆς φθορᾶς παραμενούσης κατὰ τῶν ἀνθρώπων, τὸ μὲν τῶν ἀνθρώπων γένος ἐφθείρετο, ὁ δὲ λογικὸς καὶ κατ᾽ εἰκόνα γενόμενος ἄνθρωπος ἠφανίζετο· καὶ τὸ ὑπὸ τοῦ Θεοῦ γενόμενον ἔργον παραπώλλυτο.

Καὶ γὰρ καὶ ὁ θάνατος, ὡς προεῖπον, νόμῳ λοιπὸν ἴσχυε καθ᾽ ἡμῶν· καὶ οὐχ οἷόν τε ἦν τὸν νόμον ἐκφυγεῖν, διὰ τὸ ὑπὸ Θεοῦ τεθεῖσθαι τοῦτον τῆς παραβάσεως χάριν· καὶ ἦν ἄτοπον ὁμοῦ καὶ ἀπρεπὲς τὸ γινόμενον ἀληθῶς.

Ἄτοπον μὲν γὰρ ἦν εἰπόντα τὸν Θεὸν ψεύσασθαι, ὥστε νομοθετήσαντος αὐτοῦ θανάτῳ ἀποθνῄσκειν τὸν ἄνθρωπον, εἰ παραβαίη τὴν ἐντολήν, μετὰ τὴν παράβασιν μὴ ἀποθνῄσκειν, ἀλλὰ λύεσθαι τὸν τούτου λόγον. Οὐκ ἀληθὴς γὰρ ἦν ὁ Θεός, εἰ εἰπόντος αὐτοῦ ἀποθνῄσκειν ἡμᾶς, μὴ ἀπέθνῃσκεν ὁ ἄνθρωπος.

Ἀπρεπὲς δὲ ἦν πάλιν τὰ ἅπαξ γενόμενα λογικὰ καὶ τοῦ Λόγου αὐτοῦ μετασχόντα παραπόλλυσθαι, καὶ πάλιν εἰς τὸ μὴ εἶναι διὰ τῆς φθορᾶς ἐπιστρέφειν. Οὐκ ἄξιον γὰρ ἦν τῆς ἀγαθότητος τοῦ Θεοῦ τὰ ὑπ᾽ αὐτοῦ γενόμενα διαφθείρεσθαι, διὰ τὴν παρὰ τοῦ διαβόλου γενομένην τοῖς ἀνθρώποις ἀπάτην.

Ἄλλως τε καὶ τῶν ἀπρεπεστάτων ἦν τὴν τοῦ Θεοῦ τέχνην ἐν τοῖς ἀνθρώποις ἀφανίζεσθαι ἢ διὰ τὴν αὐτῶν ἀμέλειαν, ἢ διὰ τὴν τῶν δαιμόνων ἀπάτην. Φθειρομένων τοίνυν τῶν λογικῶν καὶ παραπολλυμένων τῶν τοιούτων ἔργων, τί τὸν Θεὸν ἔδει ποιεῖν ἀγαθὸν ὄντα; ἀφεῖναι τὴν φθορὰν κατ᾽ αὐτῶν ἰσχύειν, καὶ τὸν θάνατον αὐτῶν κρατεῖν; καὶ τίς ἡ χρεία τοῦ καὶ ἐξ ἀρχῆς αὐτὰ γενέσθαι; ἔδει γὰρ μὴ γενέσθαι, ἢ γενόμενα παραμεληθῆναι καὶ ἀπολέσθαι.

Ἀσθένεια γὰρ μᾶλλον καὶ οὐκ ἀγαθότης ἐκ τῆς ἀμελείας γινώσκεται τοῦ Θεοῦ, εἰ ποιήσας παρορᾷ φθαρῆναι τὸ ἑαυτοῦ ἔργον, ἤπερ εἰ μὴ πεποιήκει κατὰ τὴν ἀρχὴν τὸν ἄνθρωπον. Μὴ ποιήσαντος μὲν γὰρ οὐκ ἦν ὁ λογιζόμενος τὴν ἀσθένειαν, ποιήσαντος δὲ καὶ εἰς τὸ εἶναι κτίσαντος, ἀτοπώτατον ἦν ἀπόλλυσθαι τὰ ἔργα, καὶ μάλιστα ἐπ᾽ ὄψει τοῦ πεποιηκότος.

Οὐκοῦν ἔδει τοὺς ἀνθρώπους μὴ ἀφιέναι φέρεσθαι τῇ φθορᾷ, διὰ τὸ ἀπρεπὲς καὶ ἀνάξιον εἶναι τοῦτο τῆς τοῦ Θεοῦ ἀγαθότητος. Ἀλλ᾽ ὥσπερ ἔδει τοῦτο γενέσθαι, οὕτως καὶ ἐκ τῶν ἐναντίων πάλιν ἀντίκειται τὸ πρὸς τὸν Θεὸν εὔλογον, ὥστε ἀληθῆ φανῆναι τὸν Θεὸν ἐν τῇ περὶ τοῦ θανάτου νομοθεσίᾳ· ἄτοπον γὰρ ἦν διὰ τὴν ἡμῶν ὠφέλειαν καὶ διαμονὴν ψεύστην φανῆναι τὸν τῆς ἀληθείας πατέρα Θεόν.

Τί οὖν ἔδει καὶ περὶ τούτου γενέσθαι ἢ ποιῆσαι τὸν Θεόν; μετάνοιαν ἐπὶ τῇ παραβάσει τοὺς ἀνθρώπους ἀπαιτῆσαι; τοῦτο γὰρ ἄν τις ἄξιον φήσειε Θεοῦ, λέγων ὅτι ὥσπερ ἐκ τῆς παραβάσεως εἰς φθορὰν γεγόνασιν, οὕτως ἐκ τῆς μετανοίας γένοιντο πάλιν ἂν εἰς ἀφθαρσίαν.

Ἀλλ᾽ ἡ μετάνοια οὔτε τὸ εὔλογον τὸ πρὸς τὸν Θεὸν ἐφύλαττεν· ἔμενε γὰρ πάλιν οὐκ ἀληθής, μὴ κρατουμένων ἐν τῷ θανάτῳ τῶν ἀνθρώπων· οὔτε δὲ ἡ μετάνοια ἀπὸ τῶν κατὰ φύσιν ἀνακαλεῖται, ἀλλὰ μόνον παύει τῶν ἁμαρτημάτων.

Εἰ μὲν οὖν μόνον ἦν πλημμέλημα καὶ μὴ φθορᾶς ἐπακολούθησις, καλῶς ἂν ἦν ἡ μετάνοια. Εἰ δὲ ἅπαξ προλαβούσης τῆς παραβάσεως, εἰς τὴν κατὰ φύσιν φθορὰν ἐκρατοῦντο οἱ ἄνθρωποι, καὶ τὴν τοῦ κατ᾽ εἰκόνα χάριν ἀφαιρεθέντες ἦσαν, τί ἄλλο ἔδει γενέσθαι; ἢ τίνος ἦν χρεία πρὸς τὴν τοιαύτην χάριν καὶ ἀνάκλησιν, ἢ τοῦ καὶ κατὰ τὴν ἀρχὴν ἐκ τοῦ μὴ ὄντος πεποιηκότος τὰ ὅλα τοῦ Θεοῦ Λόγου;

Αὐτοῦ γὰρ ἦν πάλιν καὶ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν ἐνεγκεῖν, καὶ τὸ ὑπὲρ πάντων εὔλογον ἀποσῶσαι πρὸς τὸν Πατέρα. Λόγος γὰρ ὢν τοῦ Πατρὸς καὶ ὑπὲρ πάντας ὤν, ἀκολούθως καὶ ἀνακτίσαι τὰ ὅλα μόνος ἦν δυνατὸς καὶ ὑπὲρ πάντων παθεῖν καὶ πρεσβεῦσαι περὶ πάντων ἱκανὸς πρὸς τὸν Πατέρα.