Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς μοναχικῆς πολιτείας

Μέγας Αθανάσιος

Αποταγή, ακτημοσύνη και διαχείριση των υλικών αγαθών

Προτροπές για λιτότητα, αποφυγή συγκέντρωσης πλούτου, παροχή ελεημοσύνης από το περίσσευμα και εμπιστοσύνη στην πρόνοια του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Ἐν τούτοις ἤτω ὁ μοναχὸς, μάλιστα ὁ πᾶσαν ὕλην τοῦ κόσμου τούτου καταλιπών· καὶ ἐπὶ τὰ ὡραῖα κάλλη τῆς ἡσυχίας ἡ ἄσκησις, ἡδὺς ὁ βίος, ἡ πρᾶξις τερπνή. Βούλει τοιγαροῦν, ἀγαπητὲ, τὸν μονήρη βίον ἀναλαβεῖν, καὶ ἐπὶ τὰ τῆς ἡσυχίας ἀποτρέχειν τρόπαια· ἄφες ἐκεῖ τὸν κόσμον καὶ τὰς τοῦ κόσμου φροντίδας, τάς τε ἐπὶ τούτων ἀρχάς τε καὶ ἐξουσίας, τουτέστι μόνος ἄϋλος ἔσο, ἀπαθὴς, πάσης ἐπιθυμίας ἐκτὸς, ἵνα, τῆς ἐκ τούτων περιστάσεως ἀλλότριος γενόμενος, δυνηθῇς ἡσυχάζειν καλῶς. Εἰ μὴ γάρ τις τούτων ἑαυτὸν ὑπεξάρῃ, οὐκ ἂν δυνηθῇ ταύτην κατορθῶσαι τὴν πολιτείαν. Τροφῶν βραχέων ἀντέχου καὶ εὐκαταφρονήτων, μὴ πολλῶν καὶ εὐπεριστάτων, ἢ μᾶλλον ἀπεριστάτων. Ἐὰν δὲ καὶ ὡς φιλοξενίας χάριν περὶ τὰ πολυτελῆ λογισμὸς γένηται, ἄφες τοῦτον ἐκεῖ, μὴ ὅλως πεισθῇς αὐτῷ· ἐνεδρεύει γάρ σε διὰ τούτου ὁ ὑπεναντίος, τοῦ ἀποστῆσαι τῆς ἡσυχίας.

Ὅρα μὴ ἐπιθυμήσῃς πλοῦτον ἔχειν πρὸς διάδοσιν τῶν πενήτων· κρεῖσσον γὰρ λόγος ἀγαθὸς ὑπὲρ δόμα· ἔστι γὰρ καὶ αὕτη ἀπάτη τοῦ πονηροῦ πρὸς κενοδοξίαν πολλάκις καὶ εἰς πολυπραγμοσύνης αἰτίαν ἐμβάλλουσα τὸν νοῦν. Περὶ δὲ ἱματίων, μὴ ἐπιθυμήσῃς πολλὰ ἔχειν ἱμάτια· ἀλλὰ τὰ ἀρκοῦντα τῇ ἀνάγκῃ τοῦ σώματος μόνα προνοοῦ. Ἐὰν δέῃ τροφῶν ἢ ἱματίων, μὴ αἰσχυνθῇς τὰ παρ᾽ ἑτέρων σοι προσφερόμενα λαβεῖν· τοῦτο γάρ ἐστιν ὑπερηφανίας εἶδος.

Ἐὰν δὲ καὶ αὐτὸς ἐν τούτοις περισσεύῃς, δίδου τῷ ὑστερουμένῳ· οὕτως ὁ Θεὸς τοὺς ἑαυτοῦ παῖδας οἰκονομεῖσθαι βούλεται. Ἔχων τοῦ ἐνεστῶτος καιροῦ τὰ δέοντα, εἰς τὸν μέλλοντα μὴ μεριμνήσῃς καιρὸν, οἷον ἡμέρας μιᾶς, ἢ ἑβδομάδος, ἢ μὴν ἐνεστῶτος καιροῦ· αὐτὸς ὁ καιρὸς ἐπιχορηγήσει τὰ δέοντα.