Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ συνόδων

Μέγας Αθανάσιος

Θεολογικός έλεγχος των Αρειανών και της προφάσεως περί αγράφων όρων

Κατάκριση της αστάθειας των αιρετικών, ανασκευή του ισχυρισμού τους ότι οι όροι «εκ της ουσίας» και «ομοούσιον» σκανδαλίζουν, και θεολογική αιτιολόγηση της χρήσης τους από την Εκκλησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 10

Ἀλλ᾽ οὐδὲ τούτοις ἐνέμειναν. κατελθόντες γὰρ ἀπὸ Κωνσταντινουπόλεως εἰς τὴν Ἀντιόχειαν μετέγνωσαν, ὅτι ὅλως ἔγραψαν ‘ὅμοιον τῷ πατρὶ τὸν υἱὸν ὡς λέγουσιν αἱ γραφαί.’ καὶ συνθέντες ἅπερ ἐπενόησαν ἤρξαντο πάλιν ἀνατρέχειν εἰς τὰ πρῶτα ἑαυτῶν καὶ λέγειν ὅτι ‘παντελῶς ἀνόμοιός ἐστιν ὁ υἱὸς τῷ πατρὶ καὶ κατ᾽ οὐδένα τρόπον ὅμοιός ἐστιν ὁ υἱὸς τῷ πατρί.’ τοσοῦτον μετεβάλοντο ὡς καὶ τοὺς τὰ Ἀρείου γυμνότερον λέγοντας προσδέχεσθαι καὶ τὰς ἐκκλησίας αὐτοῖς παραδιδόναι, ἵνα ἐπ᾽ ἀδείας τὰ τῆς βλασφημίας προσφέρωσι. διὰ γοῦν τὴν πολλὴν ἀναίδειαν τῆς ἀσεβείας αὐτῶν Ἀνόμοιοι παρὰ πᾶσιν ἐκλήθησαν ἔχοντες καὶ τὴν ‘ἐξουκόντιον’ ἐπωνυμίαν καὶ τὸν αἱρετικὸν Κωνστάντιον προστάτην τῆς ἀσεβείας αὐτῶν, ὃς μέχρι τέλους διαμείνας ἐν ἀσεβείᾳ καὶ λοιπὸν ἀποθνήσκων ἔδοξε βαπτίζεσθαι, οὐ παρὰ εὐσεβῶν ἀνδρῶν, ἀλλ᾽ ὑπὸ Εὐζωίου τοῦ διὰ τὴν ἀρειανὴν αἵρεσιν οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις καθαιρεθέντος, καὶ ὅτε διάκονος ἦν, καὶ ὅτε ἐν Ἀντιοχείᾳ ἐκαθέσθη.

Τέως μὲν οὖν ἄχρι τούτου φθάσαντες ἔστησαν καὶ καθῃρέθησαν οἱ προειρημένοι. ἀλλ᾽ οὐδὲ οὕτως εὖ οἶδα ὅτι στήσονται, ὅσοι καὶ νῦν ὑπεκρίναντο, ἀεὶ δὲ συστάσεις ποιήσουσι κατὰ τῆς ἀληθείας, ἕως ἂν εἰς ἑαυτοὺς ἐλθόντες εἴπωσι καὶ οὗτοι· ‘ἀναστάντες πορευσώμεθα πρὸς τοὺς πατέρας ἑαυτῶν καὶ ἐροῦμεν αὐτοῖς· ἀναθεματίζομεν μὲν τὴν ἀρειανὴν αἵρεσιν, ἐπιγινώσκομεν δὲ τὴν ἐν Νικαίᾳ σύνοδον’. πρὸς ταύτην γὰρ ἔχουσι τὴν ἔριν. τίς οὖν ἔτι κἂν ὀλίγην αἴσθησιν ἔχων ἀνέξεται τούτων; τίς βλέπων καθ᾽ ἑκάστην σύνοδον τὰ μὲν ἀφαιρούμενα, τὰ δὲ προστιθέμενα οὐ συνορᾷ τούτους ὕποπτον καὶ ὕπουλον ἔχοντας κατὰ Χριστοῦ τὴν διάνοιαν; τίς ὁρῶν αὐτοὺς διὰ μακρῶν ἐκτείνοντας ἑαυτῶν τήν τε τῆς πίστεως σύνθεσιν καὶ τὴν ἀπολογίαν περὶ ὧν ἐγκαλοῦνται οὐχ ὁρᾷ τούτους καταγινώσκοντας ἑαυτῶν καὶ πολλὰ γράφοντας ἐπίτηδες, ἵνα δόξωσι διὰ τῆς ἀκαίρου φιλοτιμίας καὶ τῆς τοσαύτης πολυλογίας ὑφαρπάζειν τοὺς ἀκεραίους καὶ λανθάνειν οἷοι τὴν αἵρεσιν τυγχάνουσιν ὄντες; ἀλλ᾽ ὥσπερ οἱ ἐθνικοί, ὡς εἶπεν ὁ κύριος, βαττολογοῦντες ἐν ταῖς εὐχαῖς οὐδὲν ὠφελοῦσιν, οὕτως οὗτοι τοσαῦτα καταντλήσαντες οὐκ ἠδυνήθησαν σβέσαι τὴν κατὰ τῆς ἀρειανῆς αἱρέσεως κρίσιν, ἀλλὰ καὶ μᾶλλον ἐλεγχθέντες καθῃρέθησαν, καὶ εἰκότως γε. ποίαν γὰρ αὐτῶν ὁ ἀκούων ἀποδέξεται συγγραφήν; ἢ ποῖα θαρρήσαντες αὐτοὶ κατηχήσουσι τοὺς ἐρχομένους πρὸς αὐτούς;

εἰ μὲν γὰρ αἱ πᾶσαι μίαν καὶ τὴν αὐτὴν ἔχουσι συμφωνίαν, τίς ἡ χρεία τῶν πολλῶν; εἰ δὲ τοσούτων χρεία γέγονε, δῆλόν ἐστιν ἑκάστην ἐνδεῆ καὶ μὴ πλήρη τυγχάνειν. καὶ τοῦτο μᾶλλον ἡμῶν αὐτοὶ διελέγχουσιν ἐν τῷ πάσας ἐναλλάττειν καὶ μεταποιεῖν. τὸ δὲ πλῆθος τῶν συνόδων καὶ ἡ διαφορὰ τῶν γραφομένων δείκνυσι τοὺς ἐν αὐταῖς συνελθόντας μαχομένους μὲν πρὸς τὴν ἐν Νικαίᾳ σύνοδον, ἀσθενοῦντας δὲ πρὸς τὴν ἀλήθειαν.

Ἐπειδὴ δὲ οὕτως αὐτοὶ πρός τε ἑαυτοὺς καὶ πρὸς τοὺς πρὸ ἑαυτῶν διετέθησαν, φέρε λοιπὸν ἡμεῖς ἐξετάσαντες μάθωμεν παρ᾽ αὐτῶν, ποῖον ἄτοπον ἄρα θεωρήσαντες ἢ τίνα λέξιν αἰτιώμενοι τῶν ἐγγεγραμμένων ἀπειθεῖς μὲν γονεῦσι γεγόνασι, διαμάχονται δὲ πρὸς οἰκουμενικὴν σύνοδον. τὸ ἐκ τῆς οὐσίας, φησί, καὶ τὸ ὁμοούσιον οὐκ ἤρεσεν ἡμῖν· ταῦτα γάρ τινας ἐσκανδάλισε καὶ πολλοὺς ἐθορύβησεν. ἐκεῖνοι μὲν οὖν οὕτω γράφοντες εἰρήκασιν, ἀπαντήσειε δ᾽ ἄν τις αὐτοῖς εὐλόγως οὕτως· ‘εἰ μὲν οὖν αὐτὰ τὰ ῥήματα καθ᾽ ἑαυτὰ τυγχάνει ὄντα αἴτια τούτοις εἰς σκάνδαλον, ἔδει μή τινας σκανδαλίζεσθαι μηδὲ πολλοὺς θορυβεῖσθαι, ἀλλὰ καὶ ἡμᾶς καὶ τοὺς ἄλλους πάντας ταὐτὸν ἐκείνοις πάσχειν ἐξ αὐτῶν· εἰ δὲ οἱ μὲν πάντες ἀγαπῶσι τὰ ῥήματα, οἱ δὲ ταῦτα γράψαντες οὐχ οἱ τυχόντες, ἀλλ᾽ οἱ ἐκ πάσης τῆς οἰκουμένης συνελθόντες εἰσὶ καὶ τούτοις ἐπιμαρτυροῦσιν οἱ νῦν ἐν τῇ Ἀριμήνῳ συνελθόντες ἐπίσκοποι υʹ καὶ πλείους, πῶς οὐκ ἄντικρυς ἐλέγχει τοῦτο τοὺς κατὰ τῆς συνόδου λέγοντας, ὡς οὐ τὰ ῥήματά ἐστιν αἴτια, ἀλλ᾽ ἡ κακόνοια τῶν παρεξηγουμένων τὰ τοιαῦτα; πόσοι κακῶς ἐντυγχάνοντες ταῖς θείαις γραφαῖς καὶ παρανοοῦντες ταύτας κατηγοροῦσι τῶν ἁγίων, οἷοι γεγόνασιν οἱ μὲν τότε Ἰουδαῖοι μὴ δεξάμενοι τὸν κύριον, οἱ δὲ νῦν Μανιχαῖοι βλασφημοῦντες τὸν νόμον, καὶ οὐχ αἱ γραφαὶ γεγόνασιν αὐτοῖς αἴτιαι, ἀλλ᾽ ἡ σφῶν αὐτῶν κακοφροσύνη.

εἰ μὲν οὖν ἀποδεῖξαι δύνασθε τὰ ῥήματα φαῦλα, τοῦτο ποιεῖτε, καὶ λόγος ἡγείσθω τῆς ἀποδείξεως· καὶ μὴ προφασίζεσθε τοὺς σκανδαλιζομένους, ἵνα μὴ ταυτὸν πάθητε τοῖς τότε Φαρισαίοις. καὶ γὰρ κἀκείνων προφασιζομένων σκανδαλίζεσθαι ἐπὶ ταῖς τοῦ κυρίου διδαχαῖς ἔλεγεν αὐτοῖς ὁ κύριος· «πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται». τοῦτο δὲ λέγων ἐδείκνυεν ὡς οὐ τὰ τοῦ πατρὸς δι᾽ αὐτοῦ φυτευόμενα ῥήματα σκάνδαλον ἦσαν αὐτοῖς, ἀλλ᾽ αὐτοὶ κακῶς ἐκδεχόμενοι τὰ καλῶς λεγόμενα ἐσκανδάλιζον ἑαυτούς. ἐπεὶ καὶ οἱ αἰτιώμενοι τότε τὰς ἐπιστολὰς τοῦ ἀποστόλου, οὐ τοῦ Παύλου, ἀλλὰ τῆς ἑαυτῶν ἀμαθίας καὶ στρεβλῆς διανοίας κατηγόρουν.

Ἐπεὶ (καλὸν γὰρ αὐτοὺς ἐρέσθαι τοῦτο) εἴπατε, τίνες εἰσὶν οὓς προφασίζεσθε σκανδαλίζεσθαι καὶ θορυβεῖσθαι ἐπὶ τούτοις; τῶν μὲν γὰρ εὐσεβούντων εἰς τὸν Χριστὸν οὐδείς, αὐτὰ γὰρ πρεσβεύουσι καὶ ἐκδικοῦσιν. εἰ δὲ τῶν Ἀρειανῶν εἰσιν οἱ τοῦτο πάσχοντες, τί θαυμαστόν, εἰ ἐπὶ τοῖς ἀναιροῦσιν αὐτῶν τὴν αἵρεσιν ἄχθονται; οὐ γάρ ἐστιν αὐτοῖς σκάνδαλον τὰ ῥήματα, ἀλλὰ λύπη ὅτι στηλογραφία κατὰ τῆς ἀσεβείας αὐτῶν ἐστιν. οὐκοῦν παύσασθε γογγύζοντες κατὰ τῶν πατέρων καὶ τοιαῦτα προφασιζόμενοι, ἐπεὶ ὥρα ὑμᾶς καταμέμφεσθαι καὶ τῷ κυριακῷ σταυρῷ ὅτι «Ἰουδαίοις μὲν σκάνδαλόν ἐστιν, ἔθνεσι δὲ μωρία», ὡς εἶπεν ὁ ἀπόστολος. ἀλλ᾽ ὥσπερ οὐ φαῦλος ὁ σταυρός· ἡμῖν γὰρ τοῖς πιστεύουσίν ἐστι «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία», κἂν Ἰουδαῖοι μαίνωνται, οὕτως οὐ φαῦλα τὰ τῶν πατέρων ῥήματα, ἀλλ᾽ ὠφέλιμα τοῖς γνησίως ἐντυγχάνουσι καὶ ἀναιρετικὰ πάσης ἀσεβείας ἐστί, κἂν οἱ Ἀρειανοὶ πολλάκις διαρρηγνύωνται κατακρινόμενοι παρ᾽ αὐτῶν. ὅτε τοίνυν ἡ περὶ τῶν σκανδαλιζομένων ἀπίθανος δέδεικται πρόφασις, εἴπατε λοιπὸν ὑμεῖς, πῶς οὐκ ἀρέσκεσθε τῷ ἐκ τῆς οὐσίας ὀνόματι; τοῦτο γὰρ πρῶτον ἀναγκαῖον ἀνακρῖναι, καίτοι καὶ ὑμεῖς ἐγράψατε ἐκ τοῦ πατρὸς γεγεννῆσθαι τὸν υἱόν.

εἰ μὲν οὖν τὸν πατέρα ὀνομάζοντες ἢ τὸ θεὸς ὄνομα λέγοντες οὐκ οὐσίαν σημαίνετε οὐδὲ αὐτὸν τὸν ὄντα ὅπερ ἐστὶ κατ᾽ οὐσίαν νοεῖτε, ἀλλ᾽ ἕτερόν τι περὶ αὐτὸν ἢ τὸ γοῦν χεῖρον, ἵνα μὴ παρ᾽ ἐμοῦ λέγηται, διὰ τούτων σημαίνετε, ἔδει μὴ γράφειν ὑμᾶς ’ἐκ τοῦ πατρὸς’ τὸν υἱόν, ἀλλ᾽ ‘ἐκ τῶν περὶ αὐτὸν ἢ τῶν ἐν αὐτῷ’, ἵνα φεύγοντες λέγειν ἀληθῶς πατέρα τὸν θεὸν σύνθετον δὲ τὸν ἁπλοῦν καὶ σωματικῶς αὐτὸν ἐπινοοῦντες καινοτέρας βλασφημίας ἐφευρεταὶ γένησθε. οὕτω δὲ νοοῦντες ἐξ ἀνάγκης καὶ τὸν λόγον καὶ τὸ υἱὸς οὐκ οὐσίαν, ἀλλ᾽ ὄνομα μόνον νομίζετε καὶ λοιπὸν ἄχρις ὀνομάτων ἔχετε τὴν ἑαυτῶν φαντασίαν· καὶ ἃ λέγετε οὐκ εἶναι πιστεύετε, ἀλλὰ μὴ εἶναι φρονεῖτε.

Τοῦτο δὲ Σαδδουκαίων μᾶλλον καὶ τῶν παρ᾽ Ἕλλησι λεχθέντων ἀθέων ἐστὶ τὸ τόλμημα. διὸ οὐδὲ τὴν κτίσιν αὐτοῦ τοῦ ὄντος θεοῦ δημιούργημα εἶναι φήσετε, εἴ γε τὸ πατὴρ καὶ τὸ θεὸς οὐκ αὐτὴν τὴν τοῦ ὄντος οὐσίαν σημαίνουσιν, ἀλλ᾽ ἕτερόν τι ὅπερ ὑμεῖς ἀναπλάττετε. ἀλλὰ τοῦτο δυσσεβὲς καὶ λίαν ἀπρεπές ἐστι καὶ μόνον ἐνθυμεῖσθαι. εἰ δὲ ὅταν ἀκούωμεν «ἐγώ εἰμι ὁ ὢν» καὶ «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστι» καὶ «τάδε λέγει κύριος παντοκράτωρ», οὐχ ἕτερόν τι ἀλλ᾽ αὐτὴν τὴν ἁπλῆν καὶ μακαρίαν καὶ ἀκατάληπτον τοῦ ὄντος οὐσίαν νοοῦμεν, κἂν γὰρ ἀδυνάτως ἔχωμεν καταλαβεῖν, ὅ τι ποτέ ἐστιν, ἀλλ᾽ ἀκούοντες τὸ πατὴρ καὶ τὸ θεὸς καὶ τὸ παντοκράτωρ οὐχ ἕτερόν τι, ἀλλ᾽ αὐτὴν τὴν τοῦ ὄντος οὐσίαν σημαινομένην νοοῦμεν. εἰρήκατε δὲ καὶ ὑμεῖς ‘ἐκ τοῦ θεοῦ τὸν υἱόν’, δηλονότι ‘ἐκ τῆς οὐσίας τοῦ πατρὸς’ αὐτὸν εἰρήκατε. ἐπειδὴ δὲ καὶ πρὸ ὑμῶν λέγουσιν αἱ γραφαὶ τὸν κύριον υἱὸν τοῦ πατρός, καὶ πρὸ αὐτῶν αὐτὸς ὁ πατὴρ εἴρηκεν «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός», υἱὸς δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκ τοῦ πατρὸς γέννημα· πῶς οὐ φαίνονται καλῶς εἰρηκότες οἱ πατέρες ἐκ τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸν λογισάμενοι ταυτὸν εἶναι τὸ εἰπεῖν ὀρθῶς ἐκ τοῦ θεοῦ καὶ τὸ εἰπεῖν ἐκ τῆς οὐσίας;

τὰ μὲν γὰρ κτίσματα πάντα, κἂν ἐκ τοῦ θεοῦ λέγηται γεγενῆσθαι, ἀλλ᾽ οὐχ ὡς ὁ υἱός εἰσιν ἐκ τοῦ θεοῦ· οὐ γὰρ γεννήματα, ἀλλὰ ποιήματά εἰσι τὴν φύσιν. «ἐν ἀρχῇ γοῦν ὁ θεὸς» οὐκ ‘ἐγέννησεν’ ἀλλ᾽ «ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς» εἴρηται. καὶ οὐχ ‘ὁ γεννῶν’ ἀλλ᾽ «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα». εἰ δὲ ὁ ἀπόστολος εἴρηκεν· «εἷς θεός, ἐξ οὗ τὰ πάντα», ἀλλ᾽ οὐ τὸν υἱὸν συναριθμῶν τοῖς πᾶσι τοῦτό φησιν. ἀλλ᾽ ἐπειδὴ τῶν Ἑλλήνων οἱ μὲν νομίζουσι κατὰ τύχην καὶ ἐξ ἀτόμων συμπλοκῆς καὶ ὁμοιομερῶς ἐκ ταυτομάτου συνεστάναι τὴν κτίσιν καὶ μὴ ἔχειν τὸν αἴτιον, οἱ δὲ ἐξ αἰτίου μὲν αὐτὴν γεγονέναι, οὐ μὴν καὶ διὰ τοῦ λόγου, τῶν δὲ αἱρετικῶν ἕκαστος ὡς ἠθέλησεν ἀνεπλάσατο καὶ περὶ τῆς κτίσεως μυθολογεῖ, τούτου χάριν ὁ ἀπόστολος ἀναγκαίως συνείρηκε τὸ ἐκ τοῦ θεοῦ· ἵνα καὶ τὸν ποιητὴν γνωρίσῃ καὶ τὴν ἐκ τοῦ βουλήματος αὐτοῦ τῶν πάντων δημιουργίαν ἀποδείξῃ, εὐθὺς δ᾽ οὖν ἐπιφέρει «καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα», ἵνα τῶν πάντων ἐξάρῃ τὸν υἱόν. τὰ γὰρ ‘ἐκ τοῦ θεοῦ’ λεγόμενα πάντα ταῦτα δι᾽ υἱοῦ γέγονε καὶ οὐχ οἷόν τε ὁμοίαν ἔχειν τὰ δημιουργούμενα τῷ δημιουργοῦντι τὴν γένεσιν, καὶ ἵνα τὸ ‘ἐκ τοῦ θεοῦ’ λεγόμενον ὧδε ἄλλως ἐπὶ τῶν ποιημάτων αὐτὸ σημαίνεσθαι διδάξῃ, ἢ ὡς ἐπὶ υἱοῦ λεγόμενον νοεῖται.

ὁ μὲν γὰρ γέννημα, τὰ δὲ ποιήματά ἐστι. διὸ καὶ ὁ μὲν υἱὸς ἴδιον τῆς οὐσίας γέννημα, τὰ δὲ τοῦ βουλήματος δημιουργήματα.

Ταῦτα καὶ ἡ σύνοδος συνορῶσα καὶ εἰδυῖα τὴν ἐκ τῆς ὁμωνυμίας διαφορίαν ὑπὲρ τοῦ μή τινας ὑπονοεῖν κατὰ τὴν κτίσιν οὕτω λέγεσθαι καὶ τὸν υἱὸν ‘ἐκ τοῦ θεοῦ’ λευκότερον ἔγραψαν ‘ἐκ τῆς οὐσίας’ τὸν υἱόν. ἐκ μὲν γὰρ τούτου τὸ γνήσιον ἀληθῶς υἱοῦ πρὸς τὸν πατέρα γνωρίζεται, ἐκ δὲ τοῦ λέγεσθαι ἁπλῶς ‘ἐκ τοῦ θεοῦ’ τὸ βούλημα τῆς δημιουργίας τοῦ κτίζοντος σημαίνεται. εἰ μὲν οὖν καὶ αὐτοὶ τοιαύτην ἔχοντες διάνοιαν ἔγραψαν ‘ἐκ τοῦ πατρὸς’ τὸν λόγον, μὴ μεμφέσθωσαν τὴν σύνοδον· εἰ δὲ ὡς ἐπὶ τῆς κτίσεώς ἐστι γεγραμμένον, οὕτω καὶ ἐπὶ τοῦ υἱοῦ φρονοῦσι τὸ ἐκ τοῦ θεοῦ, ἔδει τὰ ἐπὶ τῆς κτίσεως λαμβάνοντας αὐτοὺς μὴ λέγειν υἱόν, ἵνα μὴ δοκῶσι φύρειν βλασφημίαν τῇ εὐσεβείᾳ καὶ ἢ τὸν κύριον μὴ συναριθμεῖν τοῖς κτίσμασιν ἢ μὴ ἀνάξια καὶ μὴ ἁρμόζοντα περὶ τοῦ υἱοῦ γράφειν. εἰ γὰρ υἱός ἐστιν, οὐκ ἔστι κτίσμα· εἰ δὲ κτίσμα ἐστίν, οὐκ ἔστιν υἱός. τοιαῦτα δὲ διανοούμενοι ἀρνήσονταί που καὶ τὸ ἅγιον λουτρόν, ὅτι εἰς πατέρα καὶ εἰς υἱὸν καὶ οὐκ εἰς κτίστην καὶ κτίσμα δίδοται, ὡς αὐτοὶ νομίζουσιν. ‘ἀλλ᾽ οὐ γέγραπται ταῦτα’, φησίν, ‘καὶ ὡς ἀγράφους τὰς φωνὰς ἐκβάλλομεν’. ἀλλὰ καὶ τοῦτο πάλιν πρόφασις αὐτοῖς ἐστιν ἀναίσχυντος.

εἰ γὰρ ἐκβλητέα νομίζουσι τὰ μὴ γεγραμμένα, διὰ τί τῶν περὶ Ἄρειον ἐξ ἀγράφων ἐπινοησάντων τοσούτων ῥηματίων συρφετὸν τὸ ‘ἐξ οὐκ ὄντων’ καὶ τὸ ‘οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ καὶ ἦν ποτε ὅτε οὐκ ἦν καὶ τρεπτός ἐστι καὶ ἄρρητος καὶ ἀόρατος ὁ πατὴρ τῷ υἱῷ καὶ ὁ υἱὸς οὐκ οἶδεν οὐδὲ τὴν ἑαυτοῦ οὐσίαν’ καὶ ὅσα ἐν τῇ γελοίῳ καὶ ἀσεβεῖ Θαλίᾳ ἑαυτοῦ φρονῶν ἐξήμεσεν Ἄρειος οὐκ ἀντειρήκασιν, ἀλλὰ καὶ μᾶλλον ὑπὲρ αὐτῶν ἀγωνίζονται καὶ διὰ ταῦτα πρὸς τοὺς πατέρας ἑαυτῶν διαμάχονται; ἐκ ποίας δὲ γραφῆς καὶ αὐτοὶ εὑρόντες τὸ ἀγένητον καὶ τὸ οὐσίας ὄνομα καὶ ‘τρεῖς εἰσιν ὑποστάσεις’ καὶ ‘οὐκ ἔστιν ἀληθινὸς θεὸς ὁ Χριστὸς’ καὶ ‘εἷς ἐστι τῶν ἑκατὸν προβάτων’ καὶ ‘ἡ μὲν σοφία τοῦ θεοῦ ἀγέννητος καὶ ἄναρχός ἐστι, πολλαὶ δέ εἰσιν αἱ κτισθεῖσαι δυνάμεις, ὧν μία ἐστὶν ὁ Χριστός’; ἢ πῶς ἐν τοῖς λεγομένοις Ἐγκαινίοις ἀγράφοις χρησάμενοι λέξεσιν οἱ περὶ Ἀκάκιον καὶ Εὐσέβιον καὶ εἰπόντες ‘οὐσίας τε καὶ δυνάμεως καὶ βουλῆς καὶ δόξης ἀπαράλλακτον εἰκόνα τὸν πρωτότοκον τῆς κτίσεως’ γογγύζουσι κατὰ τῶν πατέρων ὡς ἀγράφων αὐτῶν μνημονευσάντων λέξεων καὶ οὐσίας μνημονευσάντων; ἔδει γὰρ αὐτοὺς ἢ καθ᾽ ἑαυτῶν γογγύζειν ἢ μηδὲν τοὺς πατέρας αἰτιᾶσθαι.

Εἰ μὲν οὖν ἄλλοι τινὲς ἐπροφασίζοντο τὰς τῆς συνόδου λέξεις, ἠδύναντό πως ἢ ἀγνοίας ἢ εὐλαβείας ὑπόνοιαν ἔχειν. καὶ περὶ μὲν Γεωργίου τοῦ Καππάδοκος τοῦ ἐκβληθέντος ἀπὸ τῆς Ἀλεξανδρείας λόγος οὐδείς, ἀνθρώπου μήτε ἐκ προάγοντος βίου τὴν μαρτυρίαν ἔχοντος μήτε ὅλως Χριστιανοῦ τυγχάνοντος, ἀλλὰ μόνον ὑποκριναμένου διὰ τὸν καιρὸν τὸ ὄνομα καὶ «πορισμὸν ἡγησαμένου τὴν εὐσέβειαν». διὸ οὐδὲ μέμψαιτο ἄν τις αὐτὸν εἰκότως πταίοντα περὶ τὴν πίστιν, ἄνθρωπον «μήτε εἰδότα περὶ ὧν λέγει μήτε περὶ ὧν διαβεβαιοῦται», ἀλλὰ πᾶσι κατὰ τὸ γεγραμμένον ὡς κέπφον ἐπακολουθοῦντα.

Ἀκάκιος δὲ καὶ Εὐδόξιος καὶ Πατρόφιλος ταῦτα λέγοντες πῶς οὐκ ἄξιοι πάσης εἰσὶ καταγνώσεως; γράψαντες γὰρ ἄγραφα καὶ αὐτοὶ καὶ ἀποδεξάμενοι πολλάκις ὡς καλὸν τὸ τῆς οὐσίας ὄνομα, μάλιστα καὶ διὰ τὴν ἐπιστολὴν Εὐσεβίου αἰτιῶνται νῦν τοὺς πρὸ αὐτῶν ὡς τοιαύταις χρησαμένους λέξεσιν. ἀλλὰ καὶ εἰπόντες αὐτοὶ ‘θεὸν ἐκ θεοῦ καὶ λόγον ζῶντα, τῆς οὐσίας τοῦ πατρὸς ἀπαράλλακτον εἰκόνα τὸν υἱὸν’ κατηγοροῦσι τῶν ἐν Νικαίᾳ εἰπόντων ‘ἐκ τῆς οὐσίας καὶ ὁμοούσιον τὸν γεννηθέντα τῷ γεγεννηκότι’. τί δὲ θαυμαστὸν εἰ τοῖς πρὸ αὐτῶν καὶ τοῖς ἰδίοις πατράσι διαμάχονται, ὅπου γε καὶ αὐτοὶ ἑαυτοῖς ἐναντιούμενοι τοῖς ἑαυτῶν προσκόπτουσιν; ἐκθέμενοι γὰρ ἐν τοῖς λεγομένοις Ἐγκαινίοις ἐν Ἀντιοχείᾳ ‘τῆς οὐσίας τοῦ πατρὸς ἀπαράλλακτον εἰκόνα εἶναι τὸν υἱὸν’ ὀμόσαντές τε οὕτω φρονεῖν καὶ ἀναθεματίσαντες τοὺς ἄλλως φρονοῦντας, ἀλλὰ γὰρ καὶ ἐν τῇ Ἰσαυρίᾳ γράψαντες· ‘οὐ φεύγομεν τὴν ἐκτεθεῖσαν αὐθεντικὴν πίστιν ἐν τοῖς Ἐγκαινίοις τοῖς κατὰ Ἀντιόχειαν’ (ἐν αὐτοῖς δὲ ἐγράφη τὸ τῆς οὐσίας ὄνομα) ὥσπερ ἐπιλαθόμενοι τούτων, μετ᾽ ὀλίγον ἐν τῇ αὐτῇ Ἰσαυρίᾳ τἀναντία ἔγραψαν λέγοντες· ‘τὸ ὁμοούσιον καὶ τὸ ὁμοιοούσιον ἐκβάλλομεν ὡς ἀλλότριον τῶν γραφῶν, καὶ τὸ τῆς οὐσίας ὄνομα περιαιροῦμεν ὡς μὴ κείμενον ἐν ταῖς γραφαῖς’.

Τίς οὖν ἔτι τοὺς τοιούτους Χριστιανοὺς ἡγήσεται; ἢ ποία πίστις παρὰ τούτοις, παρ᾽ οἷς οὐ λόγος, οὐ γράμμα βέβαιον, ἀλλὰ πάντα κατὰ καιρὸν ἀλλάσσεται καὶ μεταβάλλεται; εἰ γάρ, ὦ Ἀκάκιε καὶ Εὐδόξιε, οὐ φεύγετε τὴν ἐκτεθεῖσαν ἐν τοῖς Ἐγκαινίοις πίστιν, ἐν αὐτῇ δὲ γέγραπται· ‘οὐσίας ἀπαράλλακτος εἰκών ἐστιν ὁ υἱός’, πῶς ἐν τῇ Ἰσαυρίᾳ γράφετε· ‘ἐκβάλλομεν τὸ ὁμοούσιον’; εἰ γὰρ οὐκ ἔστι κατ᾽ οὐσίαν ὅμοιος ὁ υἱὸς τῷ πατρί, πῶς ‘ἀπαράλλακτος τῆς οὐσίας εἰκών’ ἐστιν; εἰ δὲ μετέγνωτε γράψαντες τὸ ‘τῆς οὐσίας ἀπαράλλακτος εἰκών’, πῶς ἀναθεματίζετε τοὺς ‘ἀνόμοιον’ εἶναι λέγοντας τὸν υἱόν; εἰ γὰρ οὐχ ‘ὅμοιος κατ᾽ οὐσίαν’ πάντως ‘ἀνόμοιός’ ἐστι. τὸ δὲ ἀνόμοιον οὐκ ἂν εἴη ‘εἰκών’. εἰ δὲ οὕτω καθ᾽ ὑμᾶς ἐστιν, οὐκ ἄρα «ὁ τὸν υἱὸν ἑωρακὼς ἑώρακε τὸν πατέρα» πλείστης ὅσης οὔσης διαφορᾶς, μᾶλλον δὲ τὸ ὅλον ὄντος τούτου πρὸς ἐκεῖνον ἀνομοίου. τὸ δὲ ἀνόμοιον οὐχ οἷόν τε ὅμοιον λέγεσθαι. ποίᾳ τοίνυν μηχανῇ τὸ ἀνόμοιον ὅμοιον λέγετε καὶ τὸ ὅμοιον ἀνόμοιον φρονεῖτε καὶ ὑποκρίνεσθε λέγοντες ‘εἰκόνα εἶναι τοῦ πατρὸς τὸν υἱόν’; εἰ γὰρ οὐκ ἔστι κατ᾽ οὐσίαν ὅμοιος ὁ υἱὸς τοῦ πατρός, λείπει τι τῇ εἰκόνι καὶ οὐκ ἔστι πλήρης εἰκὼν οὐδὲ τέλειον ἀπαύγασμα. πῶς οὖν ἀναγινώσκετε τὸ «ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς» καὶ «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν»;

πῶς τὸν Ἀρειανὸν Ἀέτιον ὡς αἱρετικὸν ἐκβάλλετε, καίτοι τὰ αὐτὰ ἐκείνῳ λέγοντες; καὶ γὰρ σοῦ μέν, ὦ Ἀκάκιε, ἑταῖρός ἐστιν, Εὐδοξίου δὲ διδάσκαλος εἰς τὴν τοιαύτην ἀσέβειαν γέγονεν, ἧς ἕνεκα καὶ Λεόντιος αὐτὸν ὁ ἐπίσκοπος διάκονον κατέστησεν, ἵνα ὡς ἐν ἐνδύματι προβάτου τῷ ὀνόματι τῆς διακονίας χρώμενος ἐπ᾽ ἀδείας ἐξεμεῖν δύνηται τὰ τῆς βλασφημίας ῥήματα.

Τί οὖν ὑμᾶς ἄρα τοιοῦτον ἔπεισεν, ὥστε καὶ ἑαυτοῖς εἰς τὸ ἐναντίον περιπεσεῖν καὶ τοσαύτην αἰσχύνην ἀπενέγκασθαι; ἀλλ᾽ οὐδὲν εὔλογον ἂν εἴποιτε· τοῦτο δὲ μόνον περιλείπεται νοεῖν ὅτι πάντα νῦν ὑποκρίνεσθε καὶ πάντα προσποιούμενοι πλάττετε διὰ τὴν παρὰ Κωνσταντίου προστασίαν καὶ τὸ παρὰ τοῦ τοιούτου κέρδος. καὶ κατηγορεῖτε μὲν εὐχερῶς τῶν πατέρων, προφασίζεσθε δὲ ἁπλῶς τὰς λέξεις ὡς ἀγράφους, καὶ κατὰ τὸ γεγραμμένον «διετείνατε τὰ σκέλη παντὶ παρόδῳ», ὥστε τοσαυτάκις ὑμᾶς μεταβάλλεσθαι, ὁσάκις ἂν ὑμᾶς οἱ μισθούμενοι καὶ χορηγοῦντες ὑμῖν βούλωνται. καίτοι κἂν ἀγράφους τις λαλῇ λέξεις, οὐδὲν διαφέρει, ἕως εὐσεβῆ τὴν διάνοιαν ἔχει. ὁ δὲ αἱρετικὸς ἀνήρ, κἂν τὰς ἀπὸ τῶν γραφῶν χρήσηται λέξεις, οὐδὲν ἧττον ὕποπτος ὢν καὶ τὸν νοῦν διεφθαρμένος ἀκούσεται παρὰ τοῦ πνεύματος «ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου». οὕτως ὁ μὲν διάβολος καίτοι λαλῶν ἀπὸ τῶν γραφῶν πεφίμωται παρὰ τοῦ σωτῆρος· ὁ δὲ μακάριος Παῦλος κἂν ἐκ τῶν ἔξωθεν λαλῇ· «Κρῆτες ἀεὶ ψεῦσται», καὶ «τοῦ γὰρ καὶ γένος ἐσμὲν» καὶ «φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί», ἀλλ᾽ ὅμως ἅγιος ὢν ἔχει τὴν διάνοιαν εὐσεβῆ καὶ «τοῦ Χριστοῦ νοῦν ἔχων διδάσκαλός ἐστιν ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ», καὶ ἃ λαλεῖ μετ᾽ εὐσεβείας φθέγγεται.

ποία τοίνυν ἐν τοῖς ἀρειανοῖς ῥηματίοις κἂν πιθανότης ἐστίν, ἐν οἷς προτιμᾶται τοῦ σωτῆρος ἡ κάμπη καὶ ἡ ἀκρὶς καὶ λοιδορεῖται παρ᾽ αὐτῶν· ‘οὐκ ἦς ποτε καὶ ἐκτίσθης ξένος τε κατ᾽ οὐσίαν τοῦ θεοῦ τυγχάνεις’ καὶ ὅλως οὐδὲν δυσφημίας ἐν αὐτοῖς παραλέλειπται; τί δὲ πρὸς εὐφημίαν παρῆκαν οἱ πατέρες; καὶ οὐ μᾶλλον ὑψηλὴ διάνοια καὶ φιλόχριστος εὐσέβεια παρ᾽ αὐτοῖς ἐστι; καὶ ὅμως ταῦτα μὲν ἔγραψαν ὅτι ‘ἐκβάλλομεν’, ἐκείνων δὲ τῶν κατὰ τοῦ κυρίου λοιδοριῶν ἀνέχονται καὶ φανεροὺς ἑαυτοὺς πᾶσι καθιστῶσιν, ὅτι δι᾽ οὐδὲν ἕτερον μάχονται πρὸς τὴν σύνοδον ἐκείνην τὴν μεγάλην ἢ ὅτι τὴν ἀρειανὴν αἵρεσιν κατέκρινε. διὰ τοῦτο γὰρ καὶ τὴν τοῦ ὁμοουσίου λέξιν διαβάλλουσι κακῶς αὐτοὶ φρονοῦντες καὶ περὶ αὐτῆς. εἰ γὰρ ἐπίστευον ὀρθῶς καὶ τὸν μὲν πατέρα πατέρα ἀληθῶς ὡμολόγουν, τὸν δὲ υἱὸν γνήσιον υἱὸν καὶ φύσει ἀληθινὸν λόγον καὶ σοφίαν ἐπίστευον εἶναι τοῦ πατρὸς τό τε ‘ἐκ τοῦ θεοῦ’ λέγειν τὸν υἱόν, εἰ μή, ὥσπερ λέγεται περὶ τῶν κτισμάτων, οὕτως ἔλεγον καὶ περὶ αὐτοῦ, ἀλλὰ τῆς οὐσίας τοῦ πατρὸς ἴδιον αὐτὸν ἐνόουν εἶναι γέννημα ὡς ἔστι τὸ ἀπαύγασμα ἐκ τοῦ φωτός, οὐκ ἂν ἕκαστος αὐτῶν κατηγόρει τῶν πατέρων, ἀλλ᾽ ἐθάρρουν, ὅτι καλῶς ἔγραψεν ἡ σύνοδος καὶ οὕτως ἐστὶν ἡ ὀρθὴ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πίστις.

Ἀλλ᾽ ‘ἀσαφής’, φησίν, ‘ἐστὶν ἡμῖν τῶν τοιούτων λέξεων ἡ διάνοια’. καὶ τοῦτο γὰρ προεφασίσαντο λέγοντες ὅτι ‘μὴ δυνάμενοι καταλαβεῖν τὴν ἑρμηνείαν αὐτῶν ἐκβάλλομεν ταύτας τὰς λέξεις’. τοῦτο δὲ εἰ ἀληθῶς ἔλεγον, οὐκ ἔδει λέγειν αὐτοὺς ‘ἐκβάλλομεν ταύτας’, ἀλλ᾽ ἀξιοῦν μαθεῖν παρὰ τῶν ἐπισταμένων, ἐπεὶ ὀφείλουσί γε, καὶ ἅπερ ἂν ἐν ταῖς θείαις γραφαῖς μὴ νοήσωσιν ἐκβάλλειν καὶ κατηγορεῖν τοὺς γράψαντας αὐτά. ἀλλὰ τοῦτο μᾶλλον αἱρετικῶν καὶ οὐχ ἡμῶν τῶν Χριστιανῶν τὸ τόλμημα. ἃ γὰρ ἀγνοοῦμεν ἐν τοῖς λογίοις, οὐκ ἐκβάλλομεν, ἀλλὰ ζητοῦμεν οὓς ἀπεκάλυψεν ὁ κύριος καὶ παρ᾽ αὐτῶν μανθάνειν ἀξιοῦμεν. ἐπειδὴ δὲ καὶ οὕτω προφασίζονται τὴν ἀσάφειαν τῶν τοιούτων λέξεων, ὁμολογείτωσαν γοῦν τὰ εὐθὺς ἐπιφερόμενα καὶ ἀναθεματιζέτωσαν τοὺς φρονοῦντας ‘ἐξ οὐκ ὄντων εἶναι τὸν υἱὸν’ καὶ ‘οὐκ ἦν πρὶν γεννηθῇ’ καὶ ὅτι ‘κτίσμα καὶ ποίημά ἐστιν ὁ τοῦ θεοῦ λόγος’ καὶ ‘τρεπτός ἐστι τῇ φύσει’ καὶ ‘ἐξ ἑτέρας ὑποστάσεως’, καὶ ὅλως ἀναθεματιζέτωσαν τὴν ἀρειανὴν αἵρεσιν τὴν ἐφευροῦσαν τὴν τοιαύτην ἀσέβειαν. καὶ λοιπὸν μὴ λεγέτωσαν ‘ἐκβάλλομεν τὰς λέξεις’, ἀλλ᾽ ὅτι ‘οὔπω νοοῦμεν αὐτάς’, ἵνα οὕτω πιθανήν τινα πρόφασιν ἔχωσι τοῦ παραιτεῖσθαι ταύτας. εὖ δὲ οἶδα καὶ πέπεισμαι καὶ αὐτοὶ δὲ τοῦτο γινώσκουσιν ὅτι ταῦτα ἐὰν ὁμολογήσωσι καὶ ἀναθεματίσωσι τὴν ἀρειανὴν αἵρεσιν οὐκ ἀρνήσονται κἀκείνας τὰς τῆς συνόδου λέξεις.

διὰ τοῦτο γὰρ καὶ οἱ πατέρες εἰρηκότες ‘ἐκ τῆς οὐσίας γεννητὸν τὸν υἱὸν ὁμοούσιον τῷ πατρὶ’ εὐθὺς ἐπήγαγον· ‘τοὺς δὲ λέγοντας’ τὰ προειρημένα, ἅπερ ἐστὶ τῆς ἀρειανῆς αἱρέσεως, ‘ἀναθεματίζομεν’ ἵνα δείξωσιν ὅτι ὡς ἐκ παραλλήλου λέλεκται παρ᾽ αὐτῶν καὶ αἱ λέξεις ἐκεῖναι ταῦτα σημαίνουσι, καὶ ὃς ἂν ἐκείνας ὁμολογήσῃ, πάντως καὶ ταῦτα διανοηθήσεται· οἱ δὲ μήτε ταῦτα φρονοῦντες, ἀλλὰ κἀκεῖνα διαβάλλοντες οἱ τοιοῦτοι πανταχόθεν ἐλέγχονται χριστομάχοι.