Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ συνόδων

Μέγας Αθανάσιος

Θεολογική τεκμηρίωση της ομοουσιότητας Πατρός και Υιού

Δογματική επιχειρηματολογία υπέρ της φυσικής ταυτότητας και των κοινών ιδιωμάτων Πατρός και Υιού, καθώς και υπεράσπιση της υπεροχής και της αναγκαιότητας του ομοουσίου έναντι του ομοιουσίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 9 από 10

Τοιαύτη μὲν οὖν ἡ διάνοια τῶν πατέρων λεγέσθω καὶ πιστευέσθω. φέρε δὲ καὶ μετ᾽ αὐτῶν πάλιν ἐξετάσωμεν τὸ πρᾶγμα πράως καὶ μετὰ συνειδήσεως ἀγαθῆς μνημονεύσαντες καὶ τῶν προειρημένων, εἰ μὴ τῷ ὄντι δείκνυνται καλῶς φρονήσαντες οἱ ἐν τῇ Νικαίᾳ συνελθόντες ἐπίσκοποι. εἰ μὲν ποίημά ἐστιν ὁ λόγος καὶ ἀλλότριος τῆς τοῦ πατρὸς οὐσίας, ὥστε καὶ χωρίζεσθαι αὐτὸν ἀπὸ τοῦ πατρὸς τῷ ἑτεροφυεῖ χωρισμῷ, οὐκ ἂν εἴη ὁμοούσιος τῷ πατρί, ἀλλὰ μᾶλλον ὁμογενὴς τῇ φύσει τοῖς ποιήμασι, κἂν ὑπερβάλλῃ τῇ χάριτι· εἰ δὲ ὁμολογοῦμεν μὴ εἶναι αὐτὸν ποίημα, ἀλλὰ γνήσιον ἐκ τῆς οὐσίας τοῦ πατρὸς γέννημα, ἀκόλουθον ἂν εἴη καὶ ἀχώριστον αὐτὸν εἶναι τοῦ πατρὸς ὁμοφυῆ ὄντα διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι. τοιοῦτος δὲ ὢν εἰκότως καὶ ὁμοούσιος ἂν λέγοιτο. ἔπειτα εἰ μὴ ἐκ μετουσίας ἐστὶν ὁ υἱός, ἀλλὰ τῇ οὐσίᾳ λόγος ἐστὶ καὶ σοφία τοῦ πατρός, ἡ δὲ οὐσία αὕτη τῆς οὐσίας τῆς πατρικῆς ἐστι γέννημα καὶ ὁμοιότης αὐτῆς ὥσπερ καὶ τὸ ἀπαύγασμα τοῦ φωτός· λέγει δὲ ὁ υἱὸς «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα»· πῶς δεῖ νοεῖν ταύτας τὰς φωνάς; ἢ πῶς αὐτὰς ἐκλαμβάνοντες σώσομεν τὸ ἓν εἶναι τὸν πατέρα καὶ τὸν υἱόν; εἰ μὲν οὖν τῇ συμφωνίᾳ τῶν δογμάτων καὶ τῷ μὴ διαφωνεῖν πρὸς τὸν πατέρα, ὡς οἱ Ἀρειανοὶ λέγουσι, φαῦλος ὁ τοιοῦτος νοῦς.

καὶ γὰρ καὶ οἱ ἅγιοι καὶ μᾶλλόν γε ἄγγελοι καὶ ἀρχάγγελοι τὴν τοιαύτην ἔχουσι πρὸς τὸν θεὸν συμφωνίαν καὶ οὐδεμία παρ᾽ αὐτοῖς ἐστι διαφωνία. ὁ γὰρ διαφωνήσας διάβολος ἐθεωρήθη πίπτων ἐκ τῶν οὐρανῶν, ὡς εἶπεν ὁ κύριος. οὐκοῦν εἰ διὰ τὴν συμφωνίαν ἕν ἐστιν ὁ πατὴρ καὶ ὁ υἱός, εἴη ἂν καὶ τῶν γενητῶν τὰ συμφωνοῦντα οὕτω πρὸς τὸν θεὸν καὶ εἴποι ἂν ἕκαστος· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». εἰ δὲ τοῦτο ἄτοπον· ἄτοπον γάρ ἐστιν ἀληθῶς· ἀνάγκη λοιπὸν κατὰ τὴν οὐσίαν νοεῖν καὶ τὴν υἱοῦ καὶ πατρὸς ἑνότητα. τὰ μὲν γὰρ γενητά, κἂν συμφωνίαν ἔχῃ πρὸς τὸν πεποιηκότα, ἀλλ᾽ ἐν κινήσει καὶ μετουσίᾳ καὶ νῷ ταύτην ἔχει, ἥνπερ ὁ μὴ φυλάξας ἐκβέβληται τῶν οὐρανῶν, ὁ δὲ υἱὸς ἐκ τῆς οὐσίας ὢν γέννημα τῇ οὐσίᾳ ἕν ἐστιν αὐτὸς καὶ ὁ γεννήσας αὐτὸν πατήρ.

Διὰ τοῦτο γὰρ καὶ τὸ ἰσάζον ἔχει πρὸς τὸν πατέρα ταῖς ἑνοειδέσι φωναῖς καὶ τὰ ἐπὶ τοῦ πατρὸς λεγόμενα ταῦτα καὶ ἐπὶ υἱοῦ λέγουσιν αἱ γραφαὶ χωρὶς μόνου τοῦ λέγεσθαι αὐτὸν πατέρα. αὐτὸς γὰρ εἶπεν ὁ υἱός· «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι», τῷ τε πατρὶ ἔλεγε· «πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά», οἷον τὸ θεός· «θεὸς γὰρ ἦν ὁ λόγος», τὸ παντοκράτωρ· «τάδε λέγει ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος ὁ παντοκράτωρ·», τὸ εἶναι φῶς· «ἐγώ εἰμι», φησί, «τὸ φῶς», τὸ δημιουργικὸν αἴτιον· «πάντα γὰρ δι᾽ αὐτοῦ ἐγένετο» καὶ «ἃ βλέπω τὸν πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ», τὸ εἶναι ἀίδιον· «ἥ τε γὰρ ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης» καὶ «ἐν ἀρχῇ ἦν ὁ λόγος» καὶ «ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», τὸ εἶναι κύριος· «ἔβρεξε γὰρ κύριος θεῖον καὶ πῦρ παρὰ κυρίου». καὶ ὁ μὲν πατήρ φησιν· «ἐγὼ κύριος» καὶ «τάδε λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ», περὶ δὲ τοῦ υἱοῦ ὁ Παῦλός φησιν· «εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα». καὶ τῷ μὲν πατρὶ λειτουργοῦσιν ἄγγελοι, ὁ δὲ υἱὸς προσκυνεῖται παρ᾽ αὐτῶν· «καὶ προσκυνησάτωσαν γὰρ αὐτῷ πάντες ἄγγελοι θεοῦ».

λέγεται δὲ εἶναι καὶ κύριος ἀγγέλων· «διηκόνουν γὰρ αὐτῷ οἱ ἄγγελοι» καὶ «ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ», τὸ τιμᾶσθαι ὡς τὸν πατέρα· «ἵνα γάρ», φησί, «τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα», τὸ εἶναι ἴσα θεῷ· «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ», τὸ εἶναι ἐξ ἀληθινοῦ ἀλήθειαν καὶ ἐκ ζῶντος ζωὴν ὡς πηγῆς ὄντος τοῦ πατρός, τὸ ζωοποιεῖν τὸν υἱὸν καὶ ἐγείρειν τοὺς νεκροὺς ὥσπερ ὁ πατήρ· οὕτω γὰρ ἐν τῷ εὐαγγελίῳ γέγραπται, καὶ περὶ μὲν τοῦ πατρὸς γέγραπται· «κύριος ὁ θεός σου κύριος εἷς ἐστι» καὶ «θεὸς θεῶν κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν», περὶ δὲ τοῦ υἱοῦ· «θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν» καὶ «ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών». πάλιν τε περὶ μὲν τοῦ θεοῦ φησιν ὁ Ἡσαίας· «τίς θεὸς ὥσπερ σὺ ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας;» ὁ δὲ υἱὸς ἔλεγεν οἷς ἤθελεν· «ἀφέωνταί σου αἱ ἁμαρτίαι», ὅτε καὶ τῶν Ἰουδαίων γογγυζόντων ἔργῳ τὴν ἄφεσιν ἐδείκνυε λέγων τῷ παραλυτικῷ· «ἔγειραι, ἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου». καὶ περὶ μὲν τοῦ θεοῦ ἔλεγεν ὁ Παῦλος· «τῷ δὲ βασιλεῖ τῶν αἰώνων», περὶ δὲ τοῦ υἱοῦ ὁ μὲν Δαυὶδ ἔψαλλεν· «ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης», ὁ δὲ Δανιὴλ ἤκουσεν· «ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος» καὶ «ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται».

καὶ ὅλως ὅσα ἂν εὕροις περὶ τοῦ πατρὸς λεγόμενα, τοσαῦτα ἂν εὕροις καὶ περὶ τοῦ υἱοῦ λεγόμενα χωρὶς μόνου τοῦ εἶναι αὐτὸν πατέρα, καθάπερ εἴρηται.

Εἰ μὲν οὖν ἄλλην ἀρχὴν ἐνθυμεῖταί τις καὶ ἄλλον πατέρα διὰ τὸ ἰσάζον τῶν λεγομένων, μανικὸν τὸ ἐνθύμημα, εἰ δὲ διὰ τὸ ἐκ τοῦ πατρὸς εἶναι τὸν υἱὸν πάντα τὰ τοῦ πατρὸς ὡς ἐν εἰκόνι καὶ χαρακτῆρι τοῦ υἱοῦ ἐστι, λογισώμεθα εὐμενῶς, εἰ ξένη οὐσία τῆς τοῦ πατρὸς οὐσίας δεκτικὴ τῶν τοιούτων ἐστί, καὶ εἰ ὁ τοιοῦτος ἑτεροφυὴς καὶ ἀλλοτριοούσιός ἐστι, καὶ οὐχ ὁμοούσιος τῷ πατρί. εὐλαβητέον γὰρ μὴ τὰ τοῦ πατρὸς ἴδια μεταφέροντες ἐπὶ τὸ ἀνομοιοούσιον αὐτῷ καὶ ἐν ἀνομοιογενεῖ καὶ ἀλλοτριοουσίῳ χαρακτηρίζοντες τὴν τοῦ πατρὸς θεότητα, ξένην μὲν ἄλλην εἰσάξωμεν οὐσίαν, δεκτικὴν τῶν τῆς πρώτης οὐσίας ἰδιωμάτων, ἐντραπῶμεν δὲ ὑπ᾽ αὐτοῦ τοῦ θεοῦ λέγοντος· «τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω» καὶ εὑρεθῶμεν προσκυνοῦντες τῷ ἀλλοτρίῳ καὶ νομισθῶμεν εἶναι τοιοῦτοι, οἷοι ἦσαν οἱ τότε Ἰουδαῖοι λέγοντες· «διὰ τί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν», ὅτε καὶ τὰ τοῦ πνεύματος μεταφέροντες ἐβλασφήμουν λέγοντες ὅτι· «ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια».

εἰ δὲ τοῦτο ἀπρεπές, δῆλον ὅτι οὐκ ἀνομοιοούσιος ἂν εἴη ὁ υἱός, ἀλλὰ ὁμοούσιος τῷ πατρί· καὶ γὰρ εἰ τὰ τοῦ πατρὸς φυσικῶς τοῦ υἱοῦ ἐστιν, αὐτός τε ὁ υἱὸς ἐκ τοῦ πατρός ἐστι καὶ διὰ τὴν τοιαύτην ἑνότητα τῆς θεότητος καὶ τῆς φύσεως αὐτὸς καὶ ὁ πατὴρ ἕν εἰσι, καὶ «ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα», εἰκότως ἐλέχθη παρὰ τῶν πατέρων ὁμοούσιος, οὐ γὰρ ἑτεροουσίου τὰ τοιαῦτα ἔχειν ἐστί.

Πάλιν τε εἰ, καθὰ προείπομεν, οὐκ ἐκ μετουσίας ἐστὶν ὁ υἱός, ἀλλὰ τὰ μὲν γενητὰ πάντα ἐκ μετουσίας ἔχει τὴν παρὰ θεοῦ χάριν, αὐτὸς δὲ τοῦ πατρὸς σοφία καὶ λόγος ἐστίν, οὗ μετέχει τὰ πάντα, δῆλον ὅτι αὐτὸς ὢν τὸ θεοποιὸν καὶ φωτιστικὸν τοῦ πατρός, ἐν ᾧ τὰ πάντα θεοποιεῖται καὶ ζωοποιεῖται, οὐκ ἀλλοτριοούσιός ἐστι τοῦ πατρός, ἀλλ᾽ ὁμοούσιος. τούτου γὰρ μεταλαμβάνοντες τοῦ πατρὸς μετέχομεν διὰ τὸ τοῦ πατρὸς εἶναι ἴδιον τὸν λόγον. ὅθεν εἰ ἦν ἐκ μετουσίας καὶ αὐτὸς καὶ μὴ ἐξ αὑτοῦ οὐσιώδης θεότης καὶ εἰκὼν τοῦ πατρός, οὐκ ἂν ἐθεοποίησε θεοποιούμενος καὶ αὐτός. οὐ γὰρ οἷόν τε τὸν ἐκ μετουσίας ἔχοντα μεταδιδόναι τῆς μεταλήψεως ἑτέροις, ὅτι μὴ αὐτοῦ ἐστιν ὃ ἔχει, ἀλλὰ τοῦ δεδωκότος, καὶ ὃ ἔλαβε μόγις τὴν ἀρκοῦσαν αὐτῷ χάριν ἔλαβε. καὶ τὴν αἰτίαν δὲ ὅμως, δι᾽ ἥν τινες, ὡς λέγεται, παραιτοῦνται τὸ ὁμοούσιον, ἐξετάσωμεν ἀληθῶς, μὴ ἄρα μᾶλλον ἐκ ταύτης ὁμοούσιος δείκνυται ὁ υἱὸς τῷ πατρί. φασὶ τοίνυν, ὡς ὑμεῖς ἐγράψατε, μὴ χρῆναι λέγειν ὁμοούσιον τὸν υἱὸν τῷ πατρὶ, ὅτι ὁ λέγων ὁμοούσιον τρία λέγει, οὐσίαν τινὰ προυποκειμένην καὶ τοὺς ἐκ ταύτης γεννωμένους ὁμοουσίους εἶναι. καὶ ἐπιλέγουσιν· ‘ἐὰν οὖν ὁ υἱὸς ὁμοούσιος ᾖ τῷ πατρί, ἀνάγκη προυποκεῖσθαι αὐτῶν οὐσίαν, ἐξ ἧς καὶ ἐγεννήθησαν, καὶ μὴ εἶναι τὸν μὲν πατέρα, τὸν δὲ υἱόν, ἀλλ᾽ ἀμφοτέρους ἀδελφούς.’

ταῦτα εἰ καὶ Ἑλλήνων εἰσὶν ἑρμηνεῖαι καὶ οὐκ ἀναγκαῖα ἡμῖν τὰ παρ᾽ ἐκείνων, ἀλλ᾽ ἴδωμεν τὰ εἰρημένα τὰ ὁμοούσια τὰ ἐκ τῆς προνοουμένης οὐσίας ἀδελφά, πότερον ἑαυτῶν εἰσιν ὁμοούσια ἢ τῆς οὐσίας ἐξ ἧς καὶ ἐγεννήθησαν. εἰ μὲν γὰρ ἑαυτῶν ἑτεροούσια καὶ ἀνόμοια ἔσται πρὸς τὴν γεννήσασαν αὐτὰ οὐσίαν· ἀντίκειται γὰρ τῷ ὁμοουσίῳ τὸ ἑτεροούσιον· εἰ δὲ τῆς γεννησάσης αὐτὰ οὐσίας ἐστὶν ἕκαστον ὁμοούσιον, δῆλον ὅτι τὸ ἔκ τινος γεννώμενον ὁμοούσιόν ἐστι τῷ γεννήσαντι. καὶ οὐκέτι χρὴ ζητεῖν τρεῖς οὐσίας, ἀλλὰ μόνον ζητεῖν, εἰ τόδε ἀληθὲς ἐκ τοῦδέ ἐστι. κἂν γὰρ συμβῇ μὴ εἶναι δύο ἀδελφούς, ἀλλὰ καὶ μόνον ἕνα ἐξ ἐκείνης τῆς οὐσίας γενέσθαι, οὐ διὰ τὸ μὴ εἶναι ἕτερον ἀλλοτριοούσιος ἂν λεχθείη ὁ γεννηθείς, ἀλλὰ καὶ μόνος ὢν εἴη ἂν καὶ αὐτὸς ὁμοούσιος τῷ γεννήσαντι. ἐπεὶ τί ἂν εἴποιμεν περὶ τῆς θυγατρὸς τοῦ Ἰεφθάε ὅτι «μονογενὴς ἦν καὶ οὐκ ἦν», φησίν, «ἄλλο τέκνον αὐτῷ», καὶ περὶ τοῦ υἱοῦ δὲ τῆς χήρας, ὃν ἤγειρεν ἐκ νεκρῶν ὁ κύριος, ὅτι καὶ αὐτὸς οὐκ εἶχεν ἀδελφόν, ἀλλὰ μονογενὴς ἦν, ἆρα οὐκ ἦν ὁμοούσιος ἕκαστος αὐτῶν τῷ γεννήσαντι; καὶ μὴν ἦσαν· τέκνα γὰρ ἦσαν· καὶ τοῦτο τέκνων ἴδιόν ἐστι πρὸς γονέας. οὕτω καὶ τὸν τοῦ θεοῦ υἱὸν ἐκ τῆς οὐσίας εἰπόντες οἱ πατέρες εἰκότως καὶ ὁμοούσιον εἰρήκασι· ταύτην γὰρ ἔχει καὶ τὸ ἀπαύγασμα δύναμιν πρὸς τὸ φῶς.

ἕπεται δὲ τούτοις μηδὲ τὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος γεγονέναι. οἱ γὰρ κατὰ πάθος γεννῶντες ἄνθρωποι αὐτοὶ καὶ τὴν ὑποκειμένην ὕλην ἐργάζονται, καὶ ἄλλως οὐκ ἂν δύναιντο ποιεῖν· εἰ δὲ τὸ κτίζειν οὐκ ἀνθρωπίνως νοοῦμεν ἐπὶ θεοῦ, πολλῷ μᾶλλον οὐδὲ τὸ γεννᾶν ἀνθρωπίνως πρέπει νοεῖν ἐπὶ θεοῦ οὐδὲ τὸ ὁμοούσιον σωματικῶς ἐκλαμβάνειν, ἀλλ᾽ ἀναχωρεῖν δεῖ ἀπὸ τῶν γενητῶν, καὶ ἀποτιθέντας κάτω που τὰς ἀνθρωπίνας εἰκόνας καὶ πάσας ἁπλῶς τὰς αἰσθήσεις ἀνιέναι ἐπὶ τὸν πατέρα, μὴ λάθωμεν ἀφαιροῦντες τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς καὶ προστιθέντες τοῖς ἑαυτοῦ κτίσμασι.

Καὶ ἄλλως δέ, εἰ μὲν πατέρα καὶ υἱὸν ὁμολογοῦντες δύο τινὰς ἀρχὰς ἢ δύο θεοὺς καθάπερ Μαρκίων καὶ Οὐαλεντῖνος λέγομεν ἢ ἕτερόν τινα τρόπον θεότητος ἔχειν τὸν υἱὸν καὶ μὴ εἰκόνα καὶ χαρακτῆρα τοῦ πατρὸς εἶναι τὸν υἱὸν διὰ τὸ ἐξ αὐτοῦ πεφυκέναι, ἔστω ἀνόμοιος· ξέναι γάρ εἰσι παντάπασιν ἀλλήλων αἱ τοιαῦται οὐσίαι· εἰ δὲ μίαν οἴδαμεν καὶ μόνην θεότητα τὴν τοῦ πατρὸς τούτου τε λόγον καὶ σοφίαν εἶναι τὸν υἱὸν καὶ οὕτω πιστεύοντες οὐ λέγομεν δύο θεοὺς τήν τε ἑνότητα τοῦ υἱοῦ πρὸς τὸν πατέρα οὐχ ὁμοιώσει διδασκαλίας, ἀλλὰ κατὰ τὴν οὐσίαν καὶ ἀληθείᾳ φρονοῦμεν, ὥστε διὰ τοῦτο μὴ λέγειν δύο θεούς, ἀλλ᾽ ἕνα θεὸν ἑνὸς ὄντος εἴδους θεότητος ὡς ἔστι τὸ φῶς καὶ τὸ ἀπαύγασμα. τοῦτο γὰρ ὤφθη τῷ πατριάρχῃ Ἰακώβ, καί φησιν ἡ γραφή· «ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ θεοῦ». καὶ τοῦτο θεωροῦντες οἱ ἅγιοι προφῆται καὶ νοοῦντες, τίνος ἐστὶν υἱὸς καὶ εἰκών, ἔλεγον· «ἐγένετο λόγος κυρίου πρὸς μέ» γινώσκοντες τὸν ἐν αὐτῷ θεωρούμενον καὶ ἀποκαλυπτόμενον πατέρα ἐθάρρουν εἰπεῖν· «ὤφθη μοι ὁ θεὸς τῶν πατέρων ἡμῶν, ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ». τούτου δὲ οὕτως ὄντος, διὰ τί τὸν ἕνα ὄντα πρὸς τὸν πατέρα καὶ φαινόμενον ὡς ἔστι πατέρα, κατὰ τὴν ὁμοιότητα καὶ μίαν θεότητα εὐλαβούμεθα εἰπεῖν ὁμοούσιον;

εἰ μὲν γάρ, ὥσπερ εἴρηται πολλάκις, οὐκ ἔχει τὴν ἰδιότητα τῆς πατρικῆς οὐσίας οὐδὲ τὴν ἐμφέρειαν ὡς υἱός, καλῶς εὐλαβούμεθα, εἰ δὲ τοῦτό ἐστι τὸ φωτιστικὸν καὶ δημιουργικὸν τὸ ἰδιαίτατον τοῦ πατρός, οὗ ἄνευ οὔτε δημιουργεῖ οὔτε γινώσκεται («πάντα γὰρ δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε»), διὰ τί τὸ πρᾶγμα νοοῦντες παραιτούμεθα τὴν τοῦτο σημαίνουσαν λέξιν εἰπεῖν; τί γάρ ἐστι τὸ οὕτως ὁμοφυὲς τῷ πατρὶ ἢ ὁμοούσιον αὐτοῦ; οὐ γὰρ ἀλλότριον ὡς ὑπουργοῦ δεόμενος προσελάβετο ὁ θεὸς τὸν υἱὸν οὐδὲ τὰ ποιήματα ἰσάξια τοῦ κτίσαντος, ὥστε τιμᾶσθαι ταῦτα ὡς ἐκεῖνον ἢ νομίζειν ὅτι ταῦτα καὶ ὁ πατὴρ ἕν εἰσιν. ἢ τολμησάτω τις διελεῖν καὶ εἰπεῖν δύο φῶτα εἶναι τὸν ἥλιον καὶ τὸ ἀπαύγασμα ἢ ἑτέραν τινὰ εἶναι οὐσίαν ἢ ὅτι ἐπισυμβέβηκε τὸ ἀπαύγασμα καὶ μὴ ἁπλοῦν εἶναι καὶ καθαρὸν γέννημα ἐκ τοῦ ἡλίου τοῦτο, ὥστε δύο μὲν εἶναι ἥλιον καὶ ἀπαύγασμα, ἓν δὲ τὸ φῶς διὰ τὸ ἐκ τοῦ ἡλίου εἶναι τοῦτο γέννημα. τοιαύτης δὲ οὔσης καὶ μᾶλλον ἀδιαιρέτου τῆς φύσεως τοῦ υἱοῦ πρὸς τὸν πατέρα καὶ οὐκ ἐπισυμβάσης τῆς θεότητος τῷ υἱῷ, ἀλλὰ τῆς πατρικῆς θεότητος οὔσης ἐν τῷ υἱῷ, ὥστε τὸν ἑωρακότα τὸν υἱὸν ὁρᾶν ἐν αὐτῷ τὸν πατέρα, διὰ τί ὁ τοιοῦτος μὴ ἂν λέγοιτο ὁμοούσιος;

Ἔστι μὲν οὖν ἱκανὰ καὶ ταῦτα πεῖσαι ὑμᾶς μὴ κατηγορεῖν τῶν εἰρηκότων ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί, καὶ αὐτὴν δὲ ὅμως τὴν τοῦ ὁμοουσίου λέξιν καθ᾽ ἑαυτὴν ἐξετάσωμεν ἵνα γνῶμεν, εἰ χρὴ λέγειν ὅλως ὁμοούσιον καὶ εἰ κυρία λέξις ἐστὶ καὶ ἁρμοζόντως ἐστὶν αὕτη ἐπὶ υἱοῦ λεγομένη. οἴδατε γὰρ καὶ ὑμεῖς καὶ οὐδ᾽ ἄν τις ἀμφιβάλλοι ὅτι τὸ ὅμοιον οὐκ ἐπὶ τῶν οὐσιῶν, ἀλλ᾽ ἐπὶ σχημάτων καὶ ποιοτήτων λέγεται ὅμοιον· ἐπὶ γὰρ τῶν οὐσιῶν οὐχ ὁμοιότης, ἀλλὰ ταυτότης ἂν λεχθείη. ἄνθρωπος γοῦν ἀνθρώπῳ ὅμοιος λέγεται οὐ κατὰ τὴν οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα καὶ τὸν χαρακτῆρα· τῇ γὰρ οὐσίᾳ ὁμοφυεῖς εἰσι. καὶ πάλιν ἄνθρωπος κυνὶ οὐκ ἀνόμοιος λέγεται, ἀλλ᾽ ἑτεροφυής· οὐκοῦν τὸ μὲν ὁμοφυὲς καὶ ὁμοούσιον, τὸ δὲ ἑτεροφυὲς καὶ ἑτεροούσιον. διὸ καὶ ὁ λέγων ὅμοιον κατ᾽ οὐσίαν ἐκ μετουσίας τοῦτο λέγει ὅμοιον. τὸ γὰρ ὅμοιον ποιότης ἐστίν, ἥτις τῇ οὐσίᾳ προσγένοιτ᾽ ἄν. τοῦτο δὲ τῶν ποιημάτων ἴδιον ἂν εἴη· ταῦτα γὰρ ἐκ μετοχῆς ὁμοιοῦται τῷ θεῷ. «ὅταν γάρ», φησί, «φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα» ὅμοιοι δηλονότι οὐ τῇ οὐσίᾳ, ἀλλὰ τῇ υἱότητι, ἧς μεταλαμβάνομεν παρ᾽ αὐτοῦ. εἰ μὲν οὖν καὶ τὸν υἱὸν ἐκ μετουσίας λέγετε, λεγέσθω μὲν παρ᾽ ὑμῶν ὁμοιοούσιος. οὐκ ἔστι μέντοι λεγόμενος οὕτως ἀληθείᾳ οὐδὲ ὅλως φῶς οὐδὲ φύσει θεός.

τὰ γὰρ ἐκ μετουσίας οὐκ ἀληθείᾳ, ἀλλ᾽ ὁμοιώσει τῆς ἀληθείας λέγεται ὅμοια, ὥστε καὶ μεταπίπτειν καὶ ἀφαιρεῖσθαι δύνασθαι ἀπὸ τῶν μετεχόντων τὴν μετάληψιν. τοῦτο δὲ πάλιν ἴδιον τῶν κτισμάτων καὶ ποιημάτων ἐστίν. οὐκοῦν εἰ τοῦτο ἄτοπον, οὐκ ἂν εἴη ἐκ μετουσίας, ἀλλὰ φύσει καὶ ἀληθείᾳ υἱός, φῶς, σοφία, θεός. φύσει δὲ ὢν καὶ οὐ μετοχῇ οὐκ ἂν κυρίως λεχθείη ὁμοιοούσιος, ἀλλ᾽ ὁμοούσιος. ὃ δὲ μηδὲ ἐπ᾽ ἄλλων ἄν τις εἴποι· ἐδείχθη γὰρ τὸ ὅμοιον μὴ ἐπὶ τῶν οὐσιῶν λεγόμενον· πῶς οὐκ ἀνόητον μὲν ἢ τάχα καὶ χαλεπὸν τοῦτο προφέρειν ἐπὶ υἱοῦ καὶ μὴ μᾶλλον τὸ ὁμοούσιον;

Διὰ τοῦτο γὰρ καὶ ἡ ἐν Νικαίᾳ σύνοδος καλῶς ἔγραψεν, ὅπερ ἔπρεπεν εἰπεῖν, γεννητὸν ἐκ τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸν ὁμοούσιον. ταῦτα καὶ ἡμεῖς μαθόντες μὴ σκιαμαχῶμεν καὶ μάλιστα γινώσκοντες ὅτι καὶ οἱ ταῦτα γράψαντες οὐχ ὡς παρεξηγούμενοι τὴν ἀλήθειαν, ἀλλ᾽ ἐκδικοῦντες μὲν τὴν ἀλήθειαν καὶ τὴν εἰς Χριστὸν εὐσέβειαν, καθαιροῦντες δὲ τὰς κατ᾽ αὐτοῦ τῶν Ἀρειομανιτῶν βλασφημίας οὕτως ὡμολόγησαν τὴν πίστιν. σκεπτέον γὰρ καὶ κατανοητέον ἀκριβῶς ὅτι λέγοντες μὲν ἀνομοιοούσιον καὶ ἑτεροούσιον οὐ σημαίνομεν τὸν ἀληθινὸν υἱόν, ἀλλ᾽ ἕν τι τῶν ποιημάτων καὶ τὸν εἰσποιητὸν καὶ θέσει υἱόν, ὅπερ τοῖς αἱρετικοῖς δοκεῖ· λέγοντες δὲ μὴ ἐριστικῶς τὸ ὁμοούσιον υἱὸν σημαίνομεν γνήσιον ἐκ τοῦ πατρὸς πεφυκότα, κἂν ἐν τούτῳ διαρρηγνύωνται πολλάκις οἱ χριστομάχοι.