Πάλιν τε εἰ, καθὰ προείπομεν, οὐκ ἐκ μετουσίας ἐστὶν ὁ υἱός, ἀλλὰ τὰ μὲν γενητὰ πάντα ἐκ μετουσίας ἔχει τὴν παρὰ θεοῦ χάριν, αὐτὸς δὲ τοῦ πατρὸς σοφία καὶ λόγος ἐστίν, οὗ μετέχει τὰ πάντα, δῆλον ὅτι αὐτὸς ὢν τὸ θεοποιὸν καὶ φωτιστικὸν τοῦ πατρός, ἐν ᾧ τὰ πάντα θεοποιεῖται καὶ ζωοποιεῖται, οὐκ ἀλλοτριοούσιός ἐστι τοῦ πατρός, ἀλλ᾽ ὁμοούσιος. τούτου γὰρ μεταλαμβάνοντες τοῦ πατρὸς μετέχομεν διὰ τὸ τοῦ πατρὸς εἶναι ἴδιον τὸν λόγον. ὅθεν εἰ ἦν ἐκ μετουσίας καὶ αὐτὸς καὶ μὴ ἐξ αὑτοῦ οὐσιώδης θεότης καὶ εἰκὼν τοῦ πατρός, οὐκ ἂν ἐθεοποίησε θεοποιούμενος καὶ αὐτός. οὐ γὰρ οἷόν τε τὸν ἐκ μετουσίας ἔχοντα μεταδιδόναι τῆς μεταλήψεως ἑτέροις, ὅτι μὴ αὐτοῦ ἐστιν ὃ ἔχει, ἀλλὰ τοῦ δεδωκότος, καὶ ὃ ἔλαβε μόγις τὴν ἀρκοῦσαν αὐτῷ χάριν ἔλαβε. καὶ τὴν αἰτίαν δὲ ὅμως, δι᾽ ἥν τινες, ὡς λέγεται, παραιτοῦνται τὸ ὁμοούσιον, ἐξετάσωμεν ἀληθῶς, μὴ ἄρα μᾶλλον ἐκ ταύτης ὁμοούσιος δείκνυται ὁ υἱὸς τῷ πατρί. φασὶ τοίνυν, ὡς ὑμεῖς ἐγράψατε, μὴ χρῆναι λέγειν ὁμοούσιον τὸν υἱὸν τῷ πατρὶ, ὅτι ὁ λέγων ὁμοούσιον τρία λέγει, οὐσίαν τινὰ προυποκειμένην καὶ τοὺς ἐκ ταύτης γεννωμένους ὁμοουσίους εἶναι. καὶ ἐπιλέγουσιν· ‘ἐὰν οὖν ὁ υἱὸς ὁμοούσιος ᾖ τῷ πατρί, ἀνάγκη προυποκεῖσθαι αὐτῶν οὐσίαν, ἐξ ἧς καὶ ἐγεννήθησαν, καὶ μὴ εἶναι τὸν μὲν πατέρα, τὸν δὲ υἱόν, ἀλλ᾽ ἀμφοτέρους ἀδελφούς.’