Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ συνόδων

Μέγας Αθανάσιος

Επίλογος και η συνοδική αλληλογραφία με τον αυτοκράτορα Κωνστάντιο

Τελική προτροπή για τη διαφύλαξη της πίστεως και προσθήκη της επιστολής του αυτοκράτορα προς τη σύνοδο του Αριμίνου, ακολουθούμενη από τη σταθερή απάντηση των ορθοδόξων επισκόπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 10 από 10

ταῦτα μὲν ἅπερ ἔγνων ἐγὼ καὶ διαλεγομένων ἤκουσα φρονίμων δι᾽ ὀλίγων γέγραφα, ὑμεῖς δὲ μένοντες ἐπὶ «τὸν θεμέλιον τῶν ἀποστόλων» καὶ τὰς παραδόσεις τῶν πατέρων κατέχοντες εὔχεσθε, ἵνα ἤδη ποτὲ παύσηται πᾶσα λοιπὸν ἔρις καὶ ζῆλος, τῶν τε αἱρετικῶν αἱ μωραὶ ζητήσεις καταγνωσθῶσι καὶ πᾶσα λογομαχία, καὶ ἡ μὲν δυσώνυμος καὶ ἀνθρωποκτόνος τῶν Ἀρειανῶν αἵρεσις ἐξαφανισθείη, ἀναλάμψειε δὲ πάντων ἐν ταῖς καρδίαις ἡ ἀλήθεια, ὥστε πάντας πανταχοῦ «τὸ αὐτὸ λέγειν» καὶ τὸ αὐτὸ φρονεῖν, μηδεμιᾶς δὲ ἔτι περιλειπομένης ἀρειανῆς δυσφημίας λέγηται καὶ ὁμολογῆται κατὰ πᾶσαν ἐκκλησίαν «εἷς κύριος, μία πίστις, ἓν βάπτισμα», ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ τῷ πατρὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Μετὰ τὸ γράψαι με τὰ περὶ τῶν συνόδων ἔγνων γράψαντα τὸν ἀσεβέστατον Κωνστάντιον πρὸς τοὺς ἐν Ἀριμήνῳ μείναντας ἐπισκόπους. καὶ σπουδὴν ἔσχον λαβεῖν τὰ ἀντίγραφα παρὰ γνησίων ἀδελφῶν καὶ ἀποστεῖλαι ὑμῖν καὶ τὰ παρὰ τῶν ἐπισκόπων ἀντιγραφέντα, ἵνα γνῶτε τοῦ μὲν βασιλέως τὴν ἀσεβῆ πανουργίαν τῶν δὲ ἐπισκόπων τὸ ἑδραῖον καὶ ἀκλινὲς τῆς πρὸς τὴν ἀλήθειαν γνώμης.

Ἑρμηνεία τῆς ἐπιστολῆς Κωνστάντιος Νικητὴς καὶ Θριαμβευτὴς Αὔγουστος πᾶσιν ἐπισκόποις τοῖς ἐν Ἀριμήνῳ συνελθοῦσιν. Ἀεὶ μὲν προηγουμένην ἡμᾶς ἔχειν φροντίδα περὶ τοῦ θείου καὶ προσκυνητοῦ νόμου οὐδὲ ἡ ὑμετέρα χρηστότης ἀγνοεῖ, ἀλλὰ νῦν τοὺς παρὰ τῆς συνέσεως ὑμῶν ἀποσταλέντας εἴκοσιν ἐπισκόπους ἀναδεξαμένους τὴν παρ᾽ ὑμῶν πρεσβείαν τέως οὐκ ἠδυνήθημεν αὐτοὺς ἰδεῖν. ἀναγκαία γάρ τις ἡμᾶς ἤπειγεν ἡ πρὸς τοὺς βαρβάρους ὁδός, καί, ὡς οἴδατε, πρέπει τὴν ψυχὴν καθαρὰν οὖσαν ἀπὸ πάσης φροντίδος τὰ περὶ τοῦ θείου νόμου διαγυμνάζειν. τοιγαροῦν τοὺς ἐπισκόπους διεκελεύσαμεν ἐν τῇ Ἀδριανουπόλει ἐκδέξασθαι τὴν ἡμετέραν ἐπάνοδον, ἵνα, ἐπειδὰν πάντα καλῶς διατεθῇ τὰ δημόσια, τότε λοιπὸν ἅπερ ἂν ὑποβάλωσιν ἀκοῦσαι καὶ δοκιμάσαι δυνηθῶμεν. τῇ μέντοι στερρότητι ὑμῶν μὴ βαρὺ φαινέσθω, ὥστε ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον, ἵνα, ἐπειδὰν ἐπανέλθωσι κομίζοντες ὑμῖν τὰς ἡμετέρας ἀποκρίσεις, δυνηθῆτε εἰς πέρας ἀγαγεῖν τὰ πρὸς τὴν λυσιτέλειαν ἀνήκοντα τῇ καθολικῇ ἐκκλησίᾳ.

Ταῦτα ἐδέξαντο οἱ ἐπίσκοποι ἐπαγομένων τριῶν.

Ἀντίγραφον τῶν ἐπισκόπων Τὰ γράμματα τῆς σῆς φιλανθρωπίας ἐδεξάμεθα, κύριε θεοφιλέστατε βασιλεῦ, τὰ περιέχοντα διὰ τὴν τῶν δημοσίων ἀνάγκην τέως μὴ δεδυνῆσθαί σε τοὺς ἡμετέρους πρέσβεις θεωρῆσαι, ἡμᾶς τε κελεύεις ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον, ἕως ἂν τὰ παρ᾽ ἡμῶν ὁρισθέντα ἀκολούθως τοῖς προγόνοις ἡμῶν ἐπιγνῷ παρ᾽ αὐτῶν ἡ σὴ εὐσέβεια. ἀλλὰ καὶ νῦν διὰ τούτων τῶν γραμμάτων ὁμολογοῦμεν καὶ διαβεβαιούμεθα μηδαμῶς ἡμᾶς ἀναχωρεῖν τῆς ἡμετέρας προθέσεως· τοῦτο γὰρ καὶ τοῖς πρέσβεσιν ἡμῶν ἐνετειλάμεθα. ἀξιοῦμεν τοίνυν ὅπως γαληναίᾳ τῇ προσόψει τά τε νῦν γράμματα τῆς ἡμετέρας μετριότητος κελεύσῃς ἀναγνωσθῆναι, ἀλλὰ γὰρ κἀκεῖνα, ἃ διὰ τῶν πρέσβεων ἡμῶν ἐνετειλάμεθα, ἡδέως ὑποδέξῃ. ἐκεῖνο μέντοι συνορᾷ μεθ᾽ ἡμῶν καὶ ἡ σὴ ἡμερότης, ὅση νῦν ἐστι λύπη καὶ κατήφεια, ὅτι ἐν τοῖς σοῖς μακαριωτάτοις καιροῖς τοσαῦται ἐκκλησίαι χωρὶς ἐπισκόπων εἰσί· καὶ διὰ τοῦτο καὶ πάλιν τὴν σὴν φιλανθρωπίαν ἀξιοῦμεν, κύριε θεοσεβέστατε βασιλεῦ, ὅπως πρὸ τῆς τραχύτητος τῶν χειμώνων, εἴπερ ἀρέσειε τῇ σῇ εὐσεβείᾳ, κελεύσῃς ἡμᾶς εἰς τὰς ἡμετέρας ἐκκλησίας ἐπανελθεῖν ὑπὲρ τοῦ δύνασθαι ἡμᾶς τῷ παντοκράτορι θεῷ καὶ τῷ δεσπότῃ καὶ σωτῆρι ἡμῶν Χριστῷ, τῷ υἱῷ αὐτοῦ τῷ μονογενεῖ, ὑπὲρ τῆς σῆς βασιλείας τὰς ἐθίμους εὐχὰς μετὰ τῶν λαῶν ἀποπληροῦν, καθὼς καὶ ἀεὶ ἐπετελέσαμεν καὶ νῦν ποιοῦμεν εὐχόμενοι.