Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ συνόδων

Μέγας Αθανάσιος

Οι νεότερες εκθέσεις πίστεως στο Σίρμιο, την Ισαυρία και την Κωνσταντινούπολη

Παράθεση των μεταγενέστερων ομολογιών του Σιρμίου, οι οποίες απαγόρευσαν τους όρους «ουσία» και «υπόσταση», καθώς και των συνοδικών κειμένων της Ισαυρίας και της Κωνσταντινουπόλεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 10

Ἀλλ᾽ οὐδὲ τούτοις ἐνέμειναν· πάλιν γὰρ ἐν Σιρμίῳ συνελθόντες κατὰ Φωτεινοῦ τότε συνέθηκαν αὖθις πίστιν οὐκέτι μὲν οὕτω σχοινοτενῆ οὐδὲ τοσαύτην τοῖς ῥήμασιν, ἀφελόντες δὲ τὰ πλεῖστα καὶ προσθέντες ἄλλα, ὥσπερ ἐξ ὑποβολῆς παρά τινων ἀκούσαντες, ἔγραψαν ταῦτα· Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, τὸν κτίστην καὶ ποιητὴν τῶν πάντων, «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται»· καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεννηθέντα, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, δι᾽ οὗ ἐγένετο τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, λόγον ὄντα καὶ σοφίαν καὶ φῶς ἀληθινὸν καὶ ζωήν, τὸν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν δι᾽ ἡμᾶς ἐνανθρωπήσαντα καὶ γεννηθέντα ἐκ τῆς ἁγίας παρθένου καὶ σταυρωθέντα καὶ ἀποθανόντα καὶ ταφέντα καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀναληφθέντα εἰς οὐρανὸν καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ πατρὸς καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα διαμένει εἰς τοὺς ἀπείρους αἰῶνας· ἔσται γὰρ καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρός, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.

καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τουτέστι τὸν παράκλητον, ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον ἀποστεῖλαι, διδάξαι καὶ ὑπομνῆσαι αὐτοὺς πάντα ἔπεμψε, δι᾽ οὗ καὶ ἁγιάζονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυχαί.

Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν υἱὸν ἢ ἐξ ἑτέρας ὑποστάσεως καὶ μὴ ἐκ τοῦ θεοῦ καὶ ὅτι ἦν χρόνος ἢ αἰών, ὅτε οὐκ ἦν, ἀλλοτρίους οἶδεν ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία. Πάλιν οὖν ἐροῦμεν· εἴ τις τὸν πατέρα καὶ τὸν υἱὸν δύο λέγει θεούς, ἀνάθεμα ἔστω.

Καὶ εἴ τις λέγων θεὸν τὸν Χριστὸν πρὸ αἰώνων υἱὸν τοῦ θεοῦ ὑπουργηκότα τῷ πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ ὁμολογοίη, ἀνάθεμα ἔστω. Εἴ τις τὸν ἀγέννητον ἢ μέρος αὐτοῦ ἐκ Μαρίας λέγειν γεγενῆσθαι τολμῷ, ἀνάθεμα ἔστω.

Εἴ τις κατὰ πρόγνωσιν πρὸ Μαρίας λέγοι τὸν υἱὸν εἶναι καὶ μὴ πρὸ αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον πρὸς τὸν θεὸν εἶναι καὶ δι᾽ αὐτοῦ γεγενῆσθαι τὰ πάντα, ἀνάθεμα ἔστω. Εἴ τις τὴν οὐσίαν τοῦ θεοῦ πλατύνεσθαι ἢ συστέλλεσθαι φάσκοι, ἀνάθεμα ἔστω.

Εἴ τις πλατυνομένην τὴν οὐσίαν τοῦ θεοῦ τὸν υἱὸν λέγοι ποιεῖν ἢ τὸν πλατυσμὸν τῆς οὐσίας αὐτοῦ υἱὸν ὀνομάζοι, ἀνάθεμα ἔστω. Εἴ τις ἐνδιάθετον ἢ προφορικὸν 〈λόγον〉 λέγοι τὸν υἱὸν τοῦ θεοῦ, ἀνάθεμα ἔστω.

Εἴ τις ἄνθρωπον μόνον λέγοι τὸν ἐκ Μαρίας υἱόν, ἀνάθεμα ἔστω. Εἴ τις θεὸν καὶ ἄνθρωπον τὸν ἐκ Μαρίας λέγων θεὸν τὸν ἀγέννητον οὕτω νοοῖ, ἀνάθεμα ἔστω. Εἴ τις τὸ «ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ ἔστι θεὸς ἐπ᾽ ἀναιρέσει εἰδώλων καὶ τῶν μὴ ὄντων θεῶν εἰρημένον ἐπ᾽ ἀναιρέσει τοῦ μονογενοῦς πρὸ αἰώνων θεοῦ Ἰουδαικῶς ἐκλαμβάνοι, ἀνάθεμα ἔστω.

Εἴ τις τὸ »ὁ λόγος σὰρξ ἐγένετο» ἀκούων τὸν λόγον εἰς σάρκα μεταβεβλῆσθαι νομίζοι ἢ τροπὴν ὑπομεμενηκότα ἀνειληφέναι τὴν σάρκα λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ἐσταυρωμένον ἀκούων τὴν θεότητα αὐτοῦ φθορὰν ἢ πάθος ἢ τροπὴν ἢ μείωσιν ἢ ἀναίρεσιν ὑπομεμενηκέναι λέγοι, ἀνάθεμα ἔστω.

Εἴ τις τὸ «ποιήσωμεν ἄνθρωπον» μὴ τὸν πατέρα πρὸς τὸν υἱὸν λέγειν, ἀλλ᾽ αὐτὸν πρὸς ἑαυτὸν λέγοι τὸν θεὸν εἰρηκέναι, ἀνάθεμα ἔστω. Εἴ τις μὴ τὸν υἱὸν λέγοι τῷ Ἀβραὰμ ἑωρᾶσθαι, ἀλλὰ τὸν ἀγέννητον θεὸν ἢ μέρος αὐτοῦ, ἀνάθεμα ἔστω.

Εἴ τις τῷ Ἰακὼβ μὴ τὸν υἱὸν ὡς ἄνθρωπον πεπαλαικέναι, ἀλλὰ τὸν ἀγέννητον θεὸν ἢ μέρος αὐτοῦ λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ «ἔβρεξε κύριος πῦρ παρὰ κυρίου» μὴ ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐκλαμβάνοι, ἀλλ᾽ αὐτὸν παρ᾽ ἑαυτοῦ λέγοι βεβρεχέναι, ἀνάθεμα ἔστω· ἔβρεξε γὰρ κύριος ὁ υἱὸς παρὰ κυρίου τοῦ πατρός.

Εἴ τις ἀκούων κύριον τὸν πατέρα καὶ τὸν υἱὸν κύριον καὶ κύριον τὸν πατέρα καὶ τὸν υἱόν, ἐπεὶ κύριος ἐκ κυρίου, δύο λέγοι θεούς, ἀνάθεμα ἔστω. οὐ γὰρ συντάσσομεν υἱὸν τῷ πατρί, ἀλλ᾽ ὑποτεταγμένον τῷ πατρί. οὔτε γὰρ κατῆλθεν ἐπὶ Σόδομα ἄνευ βουλῆς τοῦ πατρὸς οὔτε ἔβρεξεν ἀφ᾽ ἑαυτοῦ, ἀλλὰ παρὰ κυρίου αὐθεντοῦντος δηλαδὴ τοῦ πατρός, οὔτε κάθηται ἐκ δεξιῶν ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ἀκούει λέγοντος τοῦ πατρός· «κάθου ἐκ δεξιῶν μου».

Εἴ τις τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ἓν πρόσωπον λέγει, ἀνάθεμα ἔστω. Εἴ τις τὸ πνεῦμα τὸ ἅγιον παράκλητον λέγων τὸν ἀγέννητον λέγοι θεόν, ἀνάθεμα ἔστω. Εἴ τις, ὡς ἐδίδαξεν ἡμᾶς ὁ κύριος, μὴ ἄλλον λέγοι τὸν παράκλητον παρὰ τὸν υἱόν· εἴρηκε γὰρ «καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν ὁ πατὴρ ὃν ἐρωτήσω ἐγώ», ἀνάθεμα ἔστω.

Εἴ τις τὸ πνεῦμα τὸ ἅγιον μέρος λέγοι τοῦ πατρὸς ἢ τοῦ υἱοῦ, ἀνάθεμα ἔστω. Εἴ τις τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα τρεῖς λέγοι θεούς, ἀνάθεμα ἔστω. Εἴ τις βουλήσει τοῦ θεοῦ ὡς ἓν τῶν ποιημάτων γεγονέναι λέγοι τὸν υἱὸν τοῦ θεοῦ, ἀνάθεμα ἔστω.

Εἴ τις μὴ θελήσαντος τοῦ πατρὸς γεγεννῆσθαι λέγοι τὸν υἱόν, ἀνάθεμα ἔστω. οὐ γὰρ βιασθεὶς ὁ πατὴρ ὑπὸ ἀνάγκης φυσικῆς ἀχθείς, ὡς οὐκ ἤθελεν, ἐγέννησε τὸν υἱόν, ἀλλ᾽ ἅμα τε ἠβουλήθη καὶ ἀχρόνως καὶ ἀπαθῶς ἐξ ἑαυτοῦ αὐτὸν γεννήσας ἐπέδειξεν.

Εἴ τις ἀγέννητον καὶ ἄναρχον λέγοι τὸν υἱόν, ὡς δύο ἄναρχα καὶ δύο ἀγέννητα λέγων καὶ δύο ποιῶν θεούς, ἀνάθεμα ἔστω. κεφαλὴ γάρ, ὅ ἐστιν ἀρχὴ πάντων, ὁ υἱός. «κεφαλὴ δέ», ὅ ἐστιν ἀρχή, «τοῦ Χριστοῦ ὁ θεός», οὕτω γὰρ εἰς μίαν ἄναρχον τῶν ὅλων ἀρχὴν δι᾽ υἱοῦ εὐσεβῶς τὰ πάντα ἀνάγομεν.

Καὶ πάλιν συνδιακριβοῦντες τοῦ Χριστιανισμοῦ τὴν ἔννοιαν λέγομεν, ὅτι εἴ τις Χριστὸν θεὸν υἱὸν τοῦ θεοῦ προαιώνιον ὄντα καὶ ὑπουργηκότα τῷ πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ λέγοι, ἀλλ᾽ ἐξ οὗ ἐκ Μαρίας ἐγεννήθη, ἐκ τότε καὶ Χριστὸν καὶ υἱὸν κεκλῆσθαι καὶ ἀρχὴν εἰληφέναι τοῦ θεὸν εἶναι, ἀνάθεμα ἔστω.

Ταῦτα πάντα παρωσάμενοι, καὶ ὥσπερ βελτίονα ἐπινοήσαντες δογματίζουσιν ἄλλην πίστιν καὶ γράφουσι ταῦτα ἐν Σιρμίῳ Ῥωμαιστὶ μέν, ἑρμηνευθέντα δὲ Ἑλληνιστί· Ἐπειδὴ περὶ πίστεως ἔδοξέ τινα διάσκεψιν γενέσθαι, πάντα ἀσφαλῶς ἐζητήθη καὶ διηρευνήθη ἐν τῷ Σιρμίῳ ἐπὶ παρουσίᾳ Οὐάλεντος καὶ Οὐρσακίου καὶ Γερμινίου καὶ τῶν λοιπῶν. συνέστηκεν ἕνα θεὸν εἶναι πατέρα παντοκράτορα, καθὼς καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ καταγγέλλεται, καὶ ἕνα μονογενῆ υἱὸν αὐτοῦ, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐξ αὐτοῦ πρὸ τῶν αἰώνων γεννηθέντα. δύο θεοὺς μὴ χρῆναι λέγειν, ἐπειδὴ αὐτὸς ὁ κύριος εἴρηκε· «πορεύομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν». διὰ τοῦτο καὶ πάντων θεός ἐστι, καθὼς καὶ ὁ ἀπόστολος ἐδίδαξεν· «ἢ Ἰουδαίων μόνων ὁ θεός, οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν· ἐπείπερ εἷς ὁ θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ πίστεως». καὶ τὰ μὲν λοιπὰ πάντα συμφωνεῖ καὶ οὐδεμίαν ἔχει ἀμφιβολίαν.

ἐπειδὴ δὲ πολλούς τινας κινεῖ περὶ τῆς λεγομένης Ῥωμαιστὶ μὲν ‘σουβσταντίας’, Ἑλληνιστὶ δὲ λεγομένης ‘οὐσίας’, τουτέστιν ἵνα ἀκριβέστερον γνωσθῇ τὸ ὁμοούσιον ἢ τὸ λεγόμενον ὁμοιοούσιον, οὐ χρή τινα τούτων παντελῶς μνήμην γίνεσθαι οὐδὲ περὶ τούτων ἐξηγεῖσθαι ἐν τῇ ἐκκλησίᾳ διὰ ταύτην τὴν αἰτίαν καὶ διὰ τοῦτον τὸν λογισμόν, ὅτι ἐν ταῖς θείαις γραφαῖς οὐ γέγραπται περὶ τούτων, καὶ ὅτι ταῦτα ὑπὲρ τὴν ἀνθρώπων γνῶσιν καὶ τὸν ἀνθρώπων νοῦν ἐστι, καὶ ὅτι οὐδεὶς δύναται τὴν γενεὰν τοῦ υἱοῦ διηγήσασθαι, καθὼς γέγραπται· «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται»; μόνον γὰρ εἰδέναι τὸν πατέρα φανερόν ἐστι, πῶς τὸν υἱὸν ἐγέννησε, καὶ πάλιν τὸν υἱόν, πῶς αὐτὸς γεγέννηται παρὰ τοῦ πατρός. οὐδενὶ δὲ ἀμφίβολόν ἐστι μείζονα εἶναι τὸν πατέρα. οὐδὲ γὰρ διστάσειεν ἄν τις τὸν πατέρα τιμῇ καὶ ἀξίᾳ καὶ θειότητι καὶ αὐτῷ τῷ ὀνόματι τῷ πατρικῷ μείζονα εἶναι, διαμαρτυρουμένου αὐτοῦ τοῦ υἱοῦ· «ὁ ἐμὲ πέμψας πατὴρ μείζων μού ἐστι».

καὶ τοῦτο δὲ καθολικὸν εἶναι οὐδεὶς ἀγνοεῖ δύο πρόσωπα εἶναι πατρὸς καὶ υἱοῦ, καὶ τὸν μὲν πατέρα μείζονα, τὸν δὲ υἱὸν ὑποτεταγμένον τῷ πατρὶ μετὰ πάντων, ὧν αὐτῷ ὁ πατὴρ ὑπέταξε, τὸν δὲ πατέρα ἀρχὴν μὴ ἔχειν καὶ ἀόρατον εἶναι καὶ ἀθάνατον εἶναι καὶ ἀπαθῆ εἶναι, τὸν δὲ υἱὸν γεγεννῆσθαι ἐκ τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, καὶ τούτου τὴν γένεσιν, καθὼς προείρηται, μηδένα γινώσκειν, εἰ μὴ μόνον τὸν πατέρα, αὐτὸν δὲ τὸν υἱὸν καὶ κύριον καὶ θεὸν ἡμῶν σάρκα ἤτοι σῶμα, τουτέστιν ἄνθρωπον, ἀνειληφέναι ἀπὸ Μαρίας τῆς παρθένου, καθάπερ καὶ ὁ ἄγγελος προευηγγελίσατο, καθὼς δὲ πᾶσαι αἱ γραφαὶ διδάσκουσι καὶ μάλιστα αὐτὸς ὁ ἀπόστολος ὁ διδάσκαλος τῶν ἐθνῶν· ἄνθρωπον ἀνέλαβεν ὁ Χριστὸς ἀπὸ Μαρίας τῆς παρθένου, δι᾽ οὗ πέπονθε. τὸ δὲ κεφάλαιον πάσης τῆς πίστεως καὶ ἡ βεβαιότης ἐστίν, ἵνα τριὰς ἀεὶ φυλάττηται, καθὼς ἀνέγνωμεν ἐν τῷ εὐαγγελίῳ· «πορευθέντες βαπτίζετε πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος». ἀκέραιος δὲ καὶ τέλειός ἐστιν ὁ ἀριθμὸς τῆς τριάδος. ὁ δὲ παράκλητος τὸ πνεῦμα τὸ ἅγιον δι᾽ υἱοῦ ἀποσταλὲν ἦλθε κατὰ τὴν ἐπαγγελίαν, ἵνα τοὺς ἀποστόλους καὶ πάντας τοὺς πιστεύοντας ἀναδιδάξῃ καὶ ἁγιάσῃ.

Ταῦτα γράψαντες καὶ μεταγνόντες συνέθηκαν μὲν ἐκείνην, ἣν μετὰ τῆς ὑπατείας ἐπιδείξαντες ἠρυθρίασαν. συνήθως δὲ ὥσπερ καταγνόντες καὶ ταύτης ἐποίησαν μὲν αὐτὴν ἁρπασθῆναι ἀπὸ τῶν ἐχόντων ἀντίγραφα διὰ Μαρτινιανοῦ νοταρίου. καὶ ποιήσαντες τὸν βασιλέα Κωνστάντιον κατ᾽ αὐτῆς προθεῖναι διάταγμα δογματίζουσι πάλιν ἄλλην καὶ προσθέντες, ὡς εἰώθασι, λέξεις τινάς, γράφουσι ταῦτα ἐν τῇ Ἰσαυρίᾳ· Οὐ φεύγομεν τὴν ἐκτεθεῖσαν αὐθεντικὴν πίστιν ἐν τοῖς Ἐγκαινίοις τοῖς κατὰ Ἀντιόχειαν προκομίζοντες αὐτήν, εἰ καὶ τὰ μάλιστα οἱ πατέρες ἡμῶν κατ᾽ ἐκεῖνο καιροῦ πρὸς τὸ ὑποκείμενον τῆς ζητήσεως συνέδραμον. ἐπειδὴ δὲ πολλοὺς ἐθορύβησε τὸ ὁμοούσιον καὶ τὸ ὁμοιοούσιον ἐν τοῖς παρεληλυθόσι χρόνοις καὶ μέχρι νῦν, ἀλλὰ καὶ ἀρτίως λέγεται καινοτομεῖσθαι ὑπό τινων τὸ ἀνόμοιον υἱοῦ πρὸς πατέρα, τούτου χάριν τὸ μὲν ὁμοούσιον καὶ τὸ ὁμοιοούσιον ἐκβάλλομεν ὡς ἀλλότριον τῶν γραφῶν, τὸ δὲ ἀνόμοιον ἀναθεματίζομεν καὶ πάντας, ὅσοι τοιοῦτοι τυγχάνουσιν, ἀλλοτρίους ἡγούμεθα τῆς ἐκκλησίας. τὸ δὲ ὅμοιον τοῦ υἱοῦ πρὸς τὸν πατέρα σαφῶς ὁμολογοῦμεν κατὰ τὸν ἀπόστολον τὸν λέγοντα περὶ τοῦ υἱοῦ· «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου». ὁμολογοῦμεν δὲ καὶ πιστεύομεν εἰς ἕνα θεόν, πατέρα, παντοκράτορα, τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν πάντων καὶ ἀοράτων.

πιστεύομεν δὲ καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ γεννηθέντα ἀπαθῶς πρὸ πάντων τῶν αἰώνων, θεὸν λόγον, θεὸν ἐκ θεοῦ μονογενῆ, φῶς, ζωήν, ἀλήθειαν, σοφίαν, δύναμιν, δι᾽ οὗ τὰ πάντα ἐγένετο, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς εἴτε ὁρατὰ εἴτε ἀόρατα. τοῦτον πιστεύομεν ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας σάρκα ἀνειληφέναι ἐκ τῆς ἁγίας παρθένου καὶ ἐνανθρωπήσαντα, παθόντα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν καὶ ἀναστάντα καὶ ἀναληφθέντα εἰς οὐρανοὺς καθέζεσθαι ἐν δεξιᾷ τοῦ πατρός, πάλιν ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. πιστεύομεν καὶ εἰς τὸ ἅγιον πνεῦμα, ὃ καὶ παράκλητον ὠνόμασεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐπαγγειλάμενος μετὰ τὸ ἀπελθεῖν αὐτὸν πέμψαι τοῖς μαθηταῖς τοῦτο, ὃ καὶ ἀπέστειλε, δι᾽ οὗ καὶ ἁγιάζει τοὺς ἐν τῇ ἐκκλησίᾳ πιστεύοντας καὶ βαπτιζομένους ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. τοὺς δὲ παρὰ ταύτην τὴν πίστιν ἄλλο τι κηρύττοντας ἀλλοτρίους οἶδεν ἡ καθολικὴ ἐκκλησία. ὅτι δὲ ταύτῃ τῇ πίστει ἰσοδυναμεῖ καὶ ἡ ἐν Σιρμίῳ πρώην ἐκτεθεῖσα πίστις ἐπὶ τῆς εὐσεβείας τοῦ βασιλέως ἡμῶν γνωρίζουσιν οἱ ἐντυγχάνοντες.

Ταῦτα γράψαντες ἐν τῇ Ἰσαυρίᾳ ἀνελθόντες εἰς τὴν Κωνσταντινούπολιν ὥσπερ μεταγνόντες ἤλλαξαν συνήθως ταῦτα καὶ προσθέντες λεξείδιά τινα, ὥστε μηδὲ ‘ὑπόστασιν’ λέγειν ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, διεπέμψαντο αὐτὰ τοῖς ἐν Ἀριμήνῳ καὶ ἠνάγκαζον καὶ τοὺς ἐν τοῖς μέρεσι τούτοις ὑπογράφειν, τοὺς δὲ ἀντιλέγοντας αὐτοῖς ἐποίουν ἐξορίζεσθαι παρὰ Κωνσταντίου. ἔστιν οὖν ταῦτα· Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα, καὶ εἰς τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, τὸν πρὸ πάντων αἰώνων καὶ πρὸ πάσης ἀρχῆς γεννηθέντα ἐκ τοῦ θεοῦ, δι᾽ οὗ τὰ πάντα ἐγένετο, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, γεννηθέντα δὲ μονογενῆ, μόνον ἐκ μόνου τοῦ πατρὸς, θεὸν ἐκ θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν πατρὶ κατὰ τὰς γραφάς, οὗ τὴν γένεσιν οὐδεὶς γινώσκει εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ.

τοῦτον οἴδαμεν μονογενῆ θεοῦ υἱὸν πέμποντος τοῦ πατρὸς παραγεγενῆσθαι ἐκ τῶν οὐρανῶν, ὡς γέγραπται, ἐπὶ καταλύσει τῆς ἁμαρτίας καὶ τοῦ θανάτου καὶ γεννηθέντα ἐκ πνεύματος ἁγίου, ἐκ Μαρίας τῆς παρθένου τὸ κατὰ σάρκα, ὡς γέγραπται, καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν καὶ πάσης τῆς οἰκονομίας πληρωθείσης κατὰ τὴν πατρικὴν βούλησιν σταυρωθέντα καὶ ἀποθανόντα καὶ ταφέντα καὶ εἰς τὰ καταχθόνια κατεληλυθέναι, ὅντινα καὶ αὐτὸς ὁ ᾅδης ἔπτηξεν, ὅστις καὶ ἀνέστη ἐκ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ διέτριψε μετὰ τῶν μαθητῶν, καὶ πληρωθεισῶν τεσσαράκοντα ἡμερῶν ἀνελήφθη εἰς τοὺς οὐρανοὺς καὶ καθέζεται ἐν δεξιᾷ τοῦ πατρὸς ἐλευσόμενος ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως ἐν τῇ πατρικῇ δόξῃ, ἵνα ἀποδῷ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. καὶ εἰς τὸ ἅγιον πνεῦμα, ὅπερ αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς ὁ Χριστὸς ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν ἐπηγγείλατο πέμπειν τῷ γένει τῶν ἀνθρώπων παράκλητον, καθάπερ γέγραπται· «τὸ πνεῦμα τῆς ἀληθείας», ὅπερ αὐτοῖς ἔπεμψεν, ὅτε ἀνῆλθεν εἰς τοὺς οὐρανούς. τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ὑπὸ τῶν πατέρων ἐτέθη, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε, διότι μηδὲ αἱ γραφαὶ τοῦτο περιέχουσιν, ἤρεσε περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην τοῦ λοιποῦ γίνεσθαι, ἐπειδήπερ καὶ αἱ θεῖαι γραφαὶ οὐδαμῶς ἐμνημόνευσαν περὶ οὐσίας πατρὸς καὶ υἱοῦ.

καὶ γὰρ οὐδὲ ὀφείλει ὑπόστασις περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὀνομάζεσθαι. ὅμοιον δὲ λέγομεν τῷ πατρὶ τὸν υἱόν, ὡς λέγουσιν αἱ θεῖαι γραφαὶ καὶ διδάσκουσι. πᾶσαι δὲ αἱ αἱρέσεις, αἵ τε ἤδη πρότερον κατεκρίθησαν, καὶ αἵτινες ἐὰν καινότεραι γένωνται, ἐναντίαι τυγχάνουσαι τῆς ἐκτεθείσης ταύτης γραφῆς, ἀνάθεμα ἔστωσαν.