Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ συνόδων

Μέγας Αθανάσιος

Τα πεπραγμένα και οι αποφάσεις της συνόδου του Αριμίνου

Ιστορική παρουσίαση των γεγονότων στο Αρίμινο, της απόρριψης της αρειανίζουσας έκθεσης πίστεως, της καθαίρεσης των αιρετικών ηγετών και της επιστολής προς τον αυτοκράτορα Κωνστάντιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 10

Πάντων προσδοκώντων εἰς ἓν συνέρχεσθαι, οὓς ἐκάλει τὰ παρὰ βασιλέως γράμματα, καὶ μίαν γίνεσθαι τὴν σύνοδον, ἐπειδὴ διῃρέθησαν, καὶ οἱ μὲν εἰς Σελεύκειαν τὴν λεγομένην Τραχεῖαν κατῆλθον, οἱ δὲ ἐν τῇ Ἀριμίνῳ συνῆλθον. ἦσαν δὲ οἱ ἐν αὐτῇ ἐπίσκοποι υʹ καὶ πλέον· εἰς ταύτην ἀνῆλθον καὶ Γερμίνιος καὶ Αὐξέντιος καὶ Οὐάλης καὶ Οὐρσάκιος Δημόφιλός τε καὶ Γάιος. ἀλλὰ τῶν ἐπισκόπων πάντων διαλεγομένων ἀπὸ τῶν θείων γραφῶν οὗτοι χάρτην ἐπεδείκνυον καὶ τὴν ὑπατείαν ἀναγινώσκοντες ἠξίουν ταῦτα προκρίνεσθαι πάσης συνόδου καὶ τούτων μηδὲν πλέον ζητεῖν παρὰ τῶν αἱρετικῶν μηδὲ ἐρευνᾶσθαι τὴν ἐκείνων διάνοιαν, ἀλλ᾽ ἀρκεῖσθαι τούτοις μόνοις. καὶ ἔστι τὰ γραφέντα παρ᾽ αὐτῶν ταῦτα· Ἐξετέθη ἡ πίστις ἡ καθολικὴ ἐπὶ παρουσίᾳ τοῦ δεσπότου ἡμῶν τοῦ εὐσεβεστάτου καὶ καλλινίκου βασιλέως Κωνσταντίου Αὐγούστου τοῦ αἰωνίου Σεβαστοῦ ὑπατείᾳ Φλαυίων Εὐσεβίου καὶ Ὑπατίου τῶν λαμπροτάτων ἐν Σιρμίῳ τῇ πρὸ ιαʹ καλανδῶν Ἰουνίων.

Πιστεύομεν εἰς ἕνα τὸν μόνον καὶ ἀληθινὸν θεὸν πατέρα παντοκράτορα καὶ κτίστην καὶ δημιουργὸν τῶν πάντων, καὶ εἰς ἕνα μονογενῆ υἱὸν τοῦ θεοῦ, τὸν πρὸ πάντων τῶν αἰώνων καὶ πρὸ πάσης ἀρχῆς καὶ πρὸ παντὸς ἐπινοουμένου χρόνου καὶ πρὸ πάσης καταληπτῆς οὐσίας γεγεννημένον ἀπαθῶς ἐκ τοῦ θεοῦ, δι᾽ οὗ οἵ τε αἰῶνες κατηρτίσθησαν καὶ τὰ πάντα ἐγένετο, γεγεννημένον δὲ μονογενῆ, μόνον ἐκ μόνου τοῦ πατρός, θεὸν ἐκ θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν πατρὶ κατὰ τὰς γραφάς, οὗ τὴν γένεσιν οὐδεὶς ἐπίσταται εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ. τοῦτον ἴσμεν τοῦ θεοῦ μονογενῆ υἱόν, νεύματι πατρικῷ παραγενόμενον ἐκ τῶν οὐρανῶν εἰς ἀθέτησιν ἁμαρτίας καὶ γεννηθέντα ἐκ Μαρίας τῆς παρθένου καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν καὶ πᾶσαν τὴν οἰκονομίαν πληρώσαντα κατὰ τὴν πατρικὴν βούλησιν, σταυρωθέντα καὶ ἀποθανόντα καὶ εἰς τὰ καταχθόνια κατελθόντα καὶ τὰ ἐκεῖσε οἰκονομήσαντα, ὃν «πυλωροὶ ᾅδου ἰδόντες» ἔφριξαν καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν καὶ πᾶσαν τὴν οἰκονομίαν πληρώσαντα καὶ πεντήκοντα ἡμερῶν πληρουμένων ἀναληφθέντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρὸς καὶ ἐλευσόμενον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως τῇ δόξῃ τῇ πατρικῇ ἀποδιδόντα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

καὶ εἰς τὸ ἅγιον πνεῦμα, ὃ αὐτὸς ὁ μονογενὴς ἐπηγγείλατο πέμψαι τῷ γένει τῶν ἀνθρώπων, τὸν παράκλητον, κατὰ τὸ γεγραμμένον· «ἀπέρχομαι πρὸς τὸν πατέρα μου καὶ παρακαλέσω τὸν πατέρα καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται καὶ διδάξει καὶ ὑπομνήσει ὑμᾶς πάντα». τὸ δὲ ὄνομα τῆς οὐσίας διὰ τὸ ἁπλούστερον παρὰ τῶν πατέρων τεθεῖσθαι, ἀγνοούμενον δὲ ὑπὸ τῶν λαῶν σκάνδαλον φέρειν, διὰ τὸ μήτε τὰς γραφὰς τοῦτο περιέχειν ἤρεσε τοῦτο περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας ἐπὶ θεοῦ εἶναι τοῦ λοιποῦ διὰ τὸ τὰς θείας γραφὰς μηδαμοῦ περὶ πατρὸς καὶ υἱοῦ οὐσίας μεμνῆσθαι. ὅμοιον δὲ λέγομεν τὸν υἱὸν τῷ πατρὶ κατὰ πάντα ὡς καὶ αἱ ἅγιαι γραφαὶ λέγουσί τε καὶ διδάσκουσι.

Τούτων ἀναγνωσθέντων οὐ μακρὰν ἐγνώσθη τῶν γραψάντων ἡ πανουργία. Τῶν γὰρ ἐπισκόπων προτεινάντων ἀναθεματισθῆναι τὴν ἀρειανὴν αἵρεσιν μετὰ καὶ τῶν ἄλλων αἱρέσεων πάντων τε ἐπὶ τούτῳ συνθεμένων Οὐρσάκιος καὶ Οὐάλης καὶ οἱ σὺν αὐτοῖς ἀνένευον. καὶ λοιπὸν κατεγνώσθησαν ὡς οὐ γνησίως, ἀλλ᾽ ἐπ᾽ ἀναιρέσει τῶν ἐν Νικαίᾳ πραχθέντων γράψαντες ταῦτα, ἵνα τὴν δυσώνυμον αἵρεσιν ἀντεισάξωσι. θαυμάσαντες γοῦν ἐπὶ τοῖς δολίοις αὐτῶν ῥήμασι καὶ πανούργῳ προαιρέσει ἔλεγον· ’ἡμεῖς οὐ δεόμενοι πίστεως συνήλθομεν (ἔχομεν γὰρ ἐν ἑαυτοῖς ὑγιαίνουσαν τὴν πίστιν), ἀλλ᾽ ἵνα τοὺς ἀντιλέγοντας τῇ ἀληθείᾳ καὶ καινοτομεῖν ἐπιχειροῦντας ἐντρέψωμεν. εἰ μὲν οὖν ὑμεῖς ὡς νῦν ἀρχόμενοι πιστεύειν ἐγράψατε ταῦτα, οὔπω ἐστὲ κληρικοὶ ἀρχὴν ἔχοντες τοῦ κατηχεῖσθαι, εἰ δὲ τῇ γνώμῃ ᾗ συνήλθομεν ἡμεῖς ταύτην καὶ ὑμεῖς ἔχοντες ἀπηντήσατε, ἔστω πάντων ὁμοφροσύνη καὶ τὰς μὲν αἱρέσεις ἀναθέματι ἀναθεματίσωμεν, τὰ δὲ τῶν πατέρων φυλάξωμεν ὑπὲρ τοῦ μηκέτι διατρέχειν προφάσεις συνόδων ἅπαξ προλαβόντων τῶν ἐν Νικαίᾳ συνελθόντων καὶ πάντα πραξάντων ὑπὲρ τῆς καθολικῆς ἐκκλησίας‘.

ἀλλὰ καὶ οὕτω τῶν ἐπισκόπων πάλιν πάντων συνθεμένων ἀνένευσαν οἱ προειρημένοι, καὶ λοιπὸν καταγνόντες αὐτῶν ὡς ἀμαθῶν δολίων τε καὶ μᾶλλον αἱρετικῶν τῇ μὲν ἐν Νικαίᾳ γενομένῃ συνόδῳ συνεψηφίσαντο πάντες καὶ ταύτῃ πάντες ἔκριναν ἀρκεῖσθαι, τοὺς δὲ προειρημένους Οὐρσάκιον καὶ Οὐάλεντα Γερμίνιον Αὐξέντιον Γάιον Δημόφιλον αἱρετικοὺς ἀπέφηναν καὶ καθελόντες αὐτοὺς ὡς μὴ ὄντας ἀληθῶς Χριστιανούς, ἀλλ᾽ Ἀρειανοὺς ἔγραψαν κατ᾽ αὐτῶν Ῥωμαιστὶ μέν, ἑρμηνευθέντα δὲ Ἑλληνιστὶ κατὰ δύναμιν ταῦτα·

Ἀντίγραφον ἐπιστολῆς παρὰ τῆς συνόδου πρὸς τὸν Αὔγουστον Κωνστάντιον Ἔκ τε τῆς τοῦ θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος τὰ πάλαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν. εἰς γὰρ Ἀρίμινον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων εἰς τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται. ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἐκ παλαιοῦ διαμένουσαν, ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας φρουροῦ καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατασχόντες φυλάξωμεν καὶ φυλάττοντες μέχρι τέλους διατηρήσωμεν. ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάσσειν καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων, ὧν ἡ διδασκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας, ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε, δι᾽ ἧς οὐ μόνον αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ αἱρέσεις καθῃρέθησαν, ἐν ᾗ ὄντως καὶ τὸ προσθεῖναί τι σφαλερὸν καὶ τὸ ἀφελέσθαι τι ἐπικίνδυνον ὑπάρχει, ὡς, εἴπερ τι θάτερον γένοιτο, ἔσται τοῖς ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ βούλονται.

ὅθεν Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ ἔκπαλαι μέτοχοί τε καὶ σύμφωνοι τοῦ ἀρειανοῦ δόγματος ἦσαν καθεστηκότες καὶ τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν, ἧς ἵνα μετάσχωσιν ἐφ᾽ οἷς ἑαυτοῖς συνεγνώκεισαν πλημμελήσαντες μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπ᾽ ἐκείνων γεγενημένα μαρτυρεῖ, δι᾽ ὧν ἁπάντων φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ᾽ ὃν ταῦτα ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας), ἐγνωκότες δὲ ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα. ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν ἄτοπον, εἶναι 〈ἐνομίσαμεν〉 μετ᾽ ἐκεῖνόν τι καινοτομεῖν καὶ τοσούτους ἁγίους ὁμολογητάς, μάρτυρας, τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ εὑρετὰς ὑπεριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν ἅπαντα φρονοῦντες διαμεμενήκασιν, ὧν ὁ θεὸς τὴν πίστιν καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μετέδωκε διὰ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν, ὡς καὶ τῆς καθ᾽ ἡμᾶς οἰκουμένης κρατεῖν.

πάλιν γοῦν οἱ ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι ἀθεμίτῳ τολμήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκας ἑαυτοὺς ἀνήγγειλαν καὶ ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα. ὡς γὰρ κατὰ τὸ σὸν πρόσταγμα τὸ συνέδριον τῆς συνόδου συγκεκρότητο, κἀκεῖνοι τῆς ἰδίας ἀπάτης ἐγύμνουν τὴν σκέψιν. ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν τῆς τοιαύτης ἑταιρίας τοὺς συναλισκομένους εὑρόντες Γερμίνιον, Αὐξέντιον καὶ Γάιον τοὺς τὴν ἔριν καὶ διχοστασίαν ἐμποιοῦντας, ὧν ἡ διδασκαλία μία μὲν οὖσα πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν. ὡς δὲ συνεῖδον οὐχὶ τῆς τοιαύτης προαιρέσεως ὄντας οὔτε ὁμογνωμονοῦντας ἐφ᾽ οἷς κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς ὡς δοκεῖν ἕτερόν τι γράφειν· ἦν δὲ ὁ καιρὸς βραχὺς ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων. ἵνα οὖν μὴ τοῖς αὐτοῖς ἀεὶ τὰ τῆς ἐκκλησίας περιπίπτῃ καὶ ταραχὴ καὶ θόρυβος καλινδούμενος ἅπαντα συγχέῃ, βέβαιον ἐφάνη τὰ πάλαι διωρισμένα ἔννομα καὶ ἀμετακίνητα διαφυλάττειν, τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι, δι᾽ ἣν αἰτίαν τοὺς ἀναδιδάξαντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας.

τοῖς δὲ πρέσβεσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα τὸ τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων καὶ δικαίων ὁρμωμένους· οἳ καὶ τὴν σὴν ἀναδιδάξουσιν ὁσιότητα ὅτι οὐχ ὥσπερ ἔφησαν Οὐρσάκιός τε καὶ Οὐάλης ἔσται εἰρήνη, εἴπερ τι τῶν δικαίων ἀνατραπείη. πῶς γὰρ εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ τῶν Ῥωμαίων ἐκκλησίᾳ γενήσεται.

Διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληναίῳ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας μήτε πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν ἐπιτρέψειας, ἀλλ᾽ ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις, οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ πνεύματος ἁγίου πεποιηκέναι φήσαιμεν ἄν. τὰ γὰρ νῦν παρ᾽ ἐκείνων καινοτομούμενα τοῖς μὲν πιστεύσασιν ἀπιστίαν ἐμποιεῖ, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα. ἱκετεύομεν δὲ ἔτι, ἵνα κελεύσῃς τοὺς ἐπισκόπους τοὺς ἐν ταῖς ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων ἀφωρισμένων, αἱ ἐκκλησίαι διαμένωσιν. ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τῶν προυπαρξάντων μήτε πλεονάζῃ, ἀλλὰ πάντα ἄρρηκτα διαμείνῃ ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα, μήτε λοιπὸν ἡμᾶς μοχθεῖν καὶ τῶν οἰκείων παροικήσεων ἀλλοτρίους ἐπιτρέψειας γίνεσθαι, ἀλλ᾽ ἵνα οἱ ἑπίσκοποι σὺν τοῖς ἰδίοις λαοῖς μετ᾽ εἰρήνης εἰς εὐχάς τε καὶ λατρείας σχολὴν ἄγοιεν ἱκετεύοντες ὑπὲρ τῆς σῆς βασιλείας καὶ σωτηρίας καὶ εἰρήνης, ἣν ἡ θειότης σοι εἰς τὸ διηνεκὲς χαριεῖται.

οἱ δὲ ἡμέτεροι πρέσβεις τάς τε ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵτινες καὶ ἐξ αὐτῶν τῶν θείων γραφῶν τὴν σὴν ἀναδιδάξουσιν ὁσιότητα.

Ἀπόφασις τῆς συνόδου Ἕως προσῆκον ἦν καὶ δυνατόν, ἀδελφοὶ τιμιώτατοι, ἡ καθολικὴ σύνοδος καὶ ἡ ἁγία ἐκκλησία τῇ ἰδίᾳ ὑπομονῇ καὶ ἀνεξικακίᾳ ἤνεγκεν οὐκ ἀγενῶς Οὐρσάκιον καὶ Οὐάλην καὶ Γάιον καὶ Γερμίνιον καὶ Αὐξέντιον, οἵτινες ἄλλοτε ἄλλα φρονοῦντες πάσας τὰς ἐκκλησίας συνετάραξαν, οἳ καὶ νῦν ἐπιχειρῆσαι τετολμήκασι τὸν αἱρετικὸν λογισμὸν τῇ τῶν ὀρθοδόξων πίστει συνάψαι καὶ διαλῦσαι τὴν ἐν Νικαίᾳ σύνοδον, ἥτις ἀντίμαχος ὑπάρχει τῇ τῶν Ἀρειανῶν αἱρέσει, ἔξωθεν ἰδίαν τινὰ καὶ ἀλλοτριωτάτην τῆς ἁγιωτάτης ἐκκλησίας συγγραφεῖσαν πίστιν προσφέροντες, ἥντινα ἡμᾶς δέξασθαι ἀθέμιτον ἡγησάμεθα. ἔκπαλαι γὰρ οὗτοι αἱρετικοὶ ὄντες καὶ τἀναντία φρονοῦντες καὶ νῦν ἀπεδείχθησαν, οὓς πρὸς τὴν ἡμετέραν κοινωνίαν συνελθεῖν οὐκ ἐπιτρέπομεν τῇ ἰδίᾳ φωνῇ παρόντας αὐτοὺς κατακρίναντες καὶ καθαιροῦντες. νῦν τοίνυν ὅπερ δοκεῖ ἀποφήνασθε, ἵνα ἑνὸς ἑκάστου ἡ γνῶσις ἐκ τῆς ὑπογραφῆς εἴη βέβαιος. ὁμοθυμαδὸν οἱ ἐπίσκοποι φάσκομεν· ’οἱ προειρημένοι ἐχθροὶ καθαιρεθῶσιν, ἵνα ἡ καθολικὴ πίστις ἐν εἰρήνῃ διαμείνῃ‘.