Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ συνόδων

Μέγας Αθανάσιος

Ιστορική αναδρομή στη διδασκαλία του Αρείου και των πρώτων υποστηρικτών του

Παράθεση αποσπασμάτων από τη «Θάλεια» του Αρείου, επιστολών των οπαδών του προ της Νικαίας και χωρίων του Αστερίου, προς ανάδειξη της αιρετικής τους διδασκαλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 10

Ἄρειος καὶ οἱ σὺν αὐτῷ φρονήσαντες καὶ λέγοντες ‘ἐξ οὐκ ὄντων πεποίηκε τὸν υἱὸν ὁ θεὸς καὶ κέκληκεν ἑαυτῷ υἱόν, καὶ ἓν τῶν κτισμάτων ἐστὶν ὁ τοῦ θεοῦ λόγος, καὶ ἦν ποτε ὅτε οὐκ ἦν, τρεπτὸς δέ ἐστι δυνάμενος, ὅτε βούλεται, τραπῆναι’ ἐξεβλήθησαν τῆς ἐκκλησίας παρὰ τοῦ μακαρίτου Ἀλεξάνδρου. ἀλλ᾽ ἐκβληθεὶς καὶ ἐπιτριβεὶς Ἄρειος παρὰ τῶν περὶ Εὐσέβιον συνέθηκεν ἑαυτοῦ τὴν αἵρεσιν ἐν χάρτῃ καὶ ὡς ἐν ‘Θαλίᾳ’ ζηλώσας οὐδένα τῶν φρονίμων, ἀλλὰ τὸν Αἰγύπτιον Σωσάτην ἐν τῷ ἤθει καὶ τῇ ἐκλύσει τοῦ μέλους γράφει μὲν πολλά, ἀπὸ μέρους δέ ἐστιν αὐτοῦ ταῦτα·

Βλασφημίαι Ἀρείου Αὐτὸς γοῦν ὁ θεὸς καθό ἐστιν ἄρρητος ἅπασιν ὑπάρχει. ἴσον οὐδὲ ὅμοιον, οὐχ ὁμόδοξον ἔχει μόνος οὗτος. ἀγέννητον δὲ αὐτόν φαμεν διὰ τὸν τὴν φύσιν γεννητόν· τοῦτον ἄναρχον ἀνυμνοῦμεν διὰ τὸν ἀρχὴν ἔχοντα, ἀίδιον δὲ αὐτὸν σέβομεν διὰ τὸν ἐν χρόνοις γεγαότα. ἀρχὴν τὸν υἱὸν ἔθηκε τῶν γενητῶν ὁ ἄναρχος καὶ ἤνεγκεν εἰς υἱὸν ἑαυτῷ τόνδε τεκνοποιήσας, ἴδιον οὐδὲν ἔχει τοῦ θεοῦ καθ᾽ ὑπόστασιν ἰδιότητος, οὐδὲ γάρ ἐστιν ἴσος, ἀλλ᾽ οὐδὲ ὁμοούσιος αὐτῷ. σοφὸς δέ ἐστιν ὁ θεός, ὅτι τῆς σοφίας διδάσκαλος αὐτός. ἱκανὴ δὲ ἀπόδειξις ὅτι ὁ θεὸς ἀόρατος ἅπασι, τοῖς τε διὰ υἱοῦ καὶ αὐτῷ τῷ υἱῷ ἀόρατος ὁ αὐτός. ῥητῶς δὲ λέξω, πῶς τῷ υἱῷ ὁρᾶται ὁ ἀόρατος· τῇ δυνάμει ᾗ δύναται ὁ θεὸς ἰδεῖν· ἰδίοις τε μέτροις ὑπομένει ὁ υἱὸς ἰδεῖν τὸν πατέρα, ὡς θέμις ἐστίν. ἤγουν τριάς ἐστι δόξαις οὐχ ὁμοίαις, ἀνεπίμικτοι ἑαυταῖς εἰσιν αἱ ὑποστάσεις αὐτῶν, μία τῆς μιᾶς ἐνδοξοτέρα δόξαις ἐπ᾽ ἄπειρον. ξένος τοῦ υἱοῦ κατ᾽ οὐσίαν ὁ πατήρ, ὅτι ἄναρχος ὑπάρχει. σύνες ὅτι ἡ μονὰς ἦν, ἡ δυὰς δὲ οὐκ ἦν, πρὶν ὑπάρξῃ. αὐτίκα γοῦν υἱοῦ μὴ ὄντος ὁ πατὴρ θεός ἐστι. λοιπὸν ὁ υἱὸς οὐκ ὢν (ὑπῆρξε δὲ θελήσει πατρῴᾳ) μονογενὴς θεός ἐστι καὶ ἑκατέρων ἀλλότριος οὗτος. ἡ σοφία σοφία ὑπῆρξε σοφοῦ θεοῦ θελήσει. ἐπινοεῖται γοῦν μυρίαις ὅσαις ἐπινοίαις πνεῦμα, δύναμις, σοφία, δόξα θεοῦ, ἀλήθειά τε καὶ εἰκὼν καὶ λόγος οὗτος.

σύνες ὅτι καὶ ἀπαύγασμα καὶ φῶς ἐπινοεῖται. ἴσον μὲν τοῦ υἱοῦ γεννᾶν δυνατός ἐστιν ὁ κρείττων, διαφορώτερον δὲ ἢ κρείττονα ἢ μείζονα οὐχί. θεοῦ θελήσει ὁ υἱὸς ἡλίκος καὶ ὅσος ἐστίν, ἐξ ὅτε καὶ ἀφ᾽ οὗ καὶ ἀπὸ τότε ἐκ τοῦ θεοῦ ὑπέστη, ἰσχυρὸς θεὸς ὢν τὸν κρείττονα ἐκ μέρους ὑμνεῖ. συνελόντι εἰπεῖν τῷ υἱῷ ὁ θεὸς ἄρρητος ὑπάρχει· ἔστι γὰρ ἑαυτῷ ὅ ἐστι τοῦτ᾽ ἔστιν ἄλεκτος, ὥστε οὐδὲν τῶν λεγομένων κατά τε κατάληψιν συνίει ἐξειπεῖν ὁ υἱός. ἀδύνατα γὰρ αὐτῷ τὸν πατέρα τε ἐξιχνιάσει, ὅς ἐστιν ἐφ᾽ ἑαυτοῦ. αὐτὸς γὰρ ὁ υἱὸς τὴν ἑαυτοῦ οὐσίαν οὐκ οἶδεν, υἱὸς γὰρ ὢν θελήσει πατρὸς ὑπῆρξεν ἀληθῶς. τίς γοῦν λόγος συγχωρεῖ τὸν ἐκ πατρὸς ὄντα αὐτὸν τὸν γεννήσαντα γνῶναι ἐν καταλήψει; δῆλον γὰρ ὅτι τὸ ἀρχὴν ἔχον, τὸν ἄναρχον, ὡς ἔστιν, ἐμπερινοῆσαι ἢ ἐμπεριδράξασθαι οὐχ οἷόν τέ ἐστιν.

Ἃ δὲ καὶ δι᾽ ἐπιστολῆς ἔγραψαν πρὸς τὸν μακαρίτην Ἀλέξανδρον τὸν ἐπίσκοπον, ἔστι ταῦτα· Μακαρίῳ πάπᾳ καὶ ἐπισκόπῳ ἡμῶν Ἀλεξάνδρῳ οἱ πρεσβύτεροι καὶ οἱ διάκονοι ἐν κυρίῳ χαίρειν.

Ἡ πίστις ἡμῶν ἡ ἐκ προγόνων, ἣν καὶ ἀπὸ σοῦ μεμαθήκαμεν, μακάριε πάπα, ἔστιν αὕτη· οἴδαμεν ἕνα θεόν, μόνον ἀγέννητον, μόνον ἀίδιον, μόνον ἄναρχον, μόνον ἀληθινόν, μόνον ἀθανασίαν ἔχοντα, μόνον σοφόν, μόνον ἀγαθόν, μόνον δυνάστην, πάντων κριτήν, διοικητήν, οἰκονόμον, ἄτρεπτον καὶ ἀναλλοίωτον, δίκαιον καὶ ἀγαθόν, νόμου καὶ προφητῶν καὶ καινῆς διαθήκης τοῦτον θεὸν γεννήσαντα υἱὸν μονογενῆ πρὸ χρόνων αἰωνίων, «δι᾽ οὗ καὶ τοὺς αἰῶνας καὶ τὰ ὅλα πεποίηκε», γεννήσαντα δὲ οὐ δοκήσει, ἀλλὰ ἀληθείᾳ· ὑποστήσαντα ἰδίῳ θελήματι ἄτρεπτον καὶ ἀναλλοίωτον κτίσμα τοῦ θεοῦ τέλειον, ἀλλ᾽ οὐχ ὡς ἓν τῶν κτισμάτων· γέννημα, ἀλλ᾽ οὐχ ὡς ἓν τῶν γεγεννημένων, οὐδ᾽ ὡς Οὐαλεντῖνος προβολὴν τὸ γέννημα τοῦ πατρὸς ἐδογμάτισεν, οὐδ᾽ ὡς Μανιχαῖος μέρος ὁμοούσιον τοῦ πατρὸς τὸ γέννημα εἰσηγήσατο, οὐδ᾽ ὡς Σαβέλλιος τὴν μονάδα διαιρῶν υἱοπάτορα εἶπεν, οὐδ᾽ ὡς Ἱέρακας λύχνον ἀπὸ λύχνου ἢ ὡς λαμπάδα εἰς δύο, οὐδὲ τὸν ὄντα πρότερον ὕστερον γεννηθέντα ἢ ἐπικτισθέντα εἰς υἱόν, ὡς καὶ σὺ αὐτός, μακάριε πάπα, κατὰ μέσην τὴν ἐκκλησίαν καὶ ἐν συνεδρίῳ πλειστάκις τοὺς ταῦτα εἰσηγησαμένους ἀπηγόρευσας, ἀλλ᾽ ὥς φαμεν θελήματι τοῦ θεοῦ πρὸ χρόνων καὶ πρὸ αἰώνων κτισθέντα καὶ τὸ ζῆν καὶ τὸ εἶναι παρὰ τοῦ πατρὸς εἰληφότα καὶ τὰς δόξας, συνυποστήσαντος αὐτῷ τοῦ πατρός.

οὐ γὰρ ὁ πατὴρ δοὺς αὐτῷ πάντων τὴν κληρονομίαν ἐστέρησεν ἑαυτὸν ὧν ἀγεννήτως ἔχει ἐν ἑαυτῷ· πηγὴ γάρ ἐστι πάντων. ὥστε τρεῖς εἰσιν ὑποστάσεις. καὶ ὁ μὲν θεὸς αἴτιος τῶν πάντων τυγχάνων ἔστιν ἄναρχος μονώτατος, ὁ δὲ υἱὸς ἀχρόνως γεννηθεὶς ὑπὸ τοῦ πατρὸς καὶ πρὸ αἰώνων κτισθεὶς καὶ θεμελιωθεὶς οὐκ ἦν πρὸ τοῦ γεννηθῆναι, ἀλλὰ ἀχρόνως πρὸ πάντων γεννηθεὶς μόνος ὑπὸ τοῦ πατρὸς ὑπέστη. οὐδὲ γάρ ἐστιν ἀίδιος ἢ συναίδιος ἢ συναγέννητος τῷ πατρί, οὐδὲ ἅμα τῷ πατρὶ τὸ εἶναι ἔχει, ὥς τινες λέγουσι τὰ πρός τι δύο ἀγεννήτους ἀρχὰς εἰσηγούμενοι, ἀλλ᾽ ὡς μονὰς καὶ ἀρχὴ πάντων, οὕτως ὁ θεὸς πρὸ πάντων ἐστί. διὸ καὶ πρὸ τοῦ υἱοῦ ἔστιν, ὡς καὶ παρὰ σοῦ μεμαθήκαμεν κατὰ μέσην τὴν ἐκκλησίαν κηρύξαντος. καθὸ οὖν παρὰ τοῦ θεοῦ τὸ εἶναι ἔχει καὶ τὰς δόξας καὶ τὸ ζῆν καὶ τὰ πάντα αὐτῷ παρεδόθη, κατὰ τοῦτο ἀρχὴ αὐτοῦ ἐστιν ὁ θεός. ἄρχει γὰρ αὐτοῦ ὡς θεὸς αὐτοῦ καὶ πρὸ αὐτοῦ ὤν. εἰ δὲ τὸ «ἐξ αὐτοῦ» καὶ τὸ «ἐκ γαστρὸς» καὶ τὸ «ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω» ὡς μέρος αὐτοῦ ὁμοουσίου καὶ ὡς προβολὴ ὑπό τινων νοεῖται, σύνθετος ἔσται ὁ πατὴρ καὶ διαιρετὸς καὶ τρεπτὸς καὶ σῶμα κατ᾽ αὐτοὺς καὶ τὸ ὅσον ἐπ᾽ αὐτοῖς τὰ ἀκόλουθα σώματι πάσχων ὁ ἀσώματος θεός.

Ταῦτα ἀπὸ μέρους ὧν ἤμεσαν ἐκ τῆς ἑαυτῶν αἱρετικῆς καρδίας οἱ περὶ Ἄρειον ἐστί· πρὸ δὲ τοῦ γενέσθαι τὴν ἐν Νικαίᾳ σύνοδον ἔγραψαν καὶ οἱ περὶ Εὐσέβιον Νάρκισσόν τε καὶ Πατρόφιλον καὶ Μάριν Παυλῖνόν τε καὶ Θεόδοτον καὶ Ἀθανάσιον τὸν ἀπὸ Ναζαρβῶν τὰ ὅμοια αὐτοῖς. καὶ ὁ μὲν ἀπὸ τῆς Νικομηδείας Εὐσέβιος κατὰ περιττὸν ἔγραψεν Ἀρείῳ ὅτι «καλῶς φρονῶν εὔχου πάντας οὕτως φρονεῖν· παντὶ γὰρ »δῆλόν ἐστιν ὅτι τὸ πεποιημένον οὐκ ἦν πρὶν γενέσθαι. τὸ γενόμενον δὲ ἀρχὴν ἔχει τοῦ «εἶναι»· ὁ δὲ ἀπὸ Καισαρείας τῆς Παλαιστίνης Εὐσέβιος γράφων πρὸς Εὐφρατίωνα τὸν ἐπίσκοπον οὐκ ἐφοβήθη φανερῶς εἰπεῖν ὅτι ‘ὁ Χριστὸς οὐκ ἔστιν ἀληθινὸς θεός’. καὶ Ἀθανάσιος δὲ ὁ ἀπὸ Ναζαρβῶν ἔτι γυμνότερον ἀπεκάλυπτε τὴν αἵρεσιν ἕνα τῶν ἑκατὸν προβάτων λέγων εἶναι τὸν υἱὸν τοῦ θεοῦ. γράφων γὰρ πρὸς Ἀλέξανδρον τὸν ἐπίσκοπον ἀπετόλμησεν οὕτως εἰπεῖν· «τί μέμφῃ τοῖς περὶ Ἄρειον, εἰ λέγουσιν· ἐξ οὐκ »ὄντων κτίσμα πεποίηται ὁ υἱὸς τοῦ θεοῦ καὶ ἓν τῶν πάντων ἐστίν; ἐν ἑκατὸν γὰρ προ«βάτοις παραβαλλομένων πάντων τῶν πεποιημένων εἷς ἐστι καὶ ὁ υἱὸς ἐξ αὐτῶν. εἰ μὲν »οὖν τὰ ἑκατὸν οὐκ ἔστι κτίσματα καὶ γενητὰ ἢ ἔνι πλέον τι τῶν ἑκατόν, δηλονότι μηδὲ «ὁ υἱὸς ἔστω κτίσμα καὶ εἷς τῶν πάντων.

εἰ δὲ τὰ ἑκατὸν πάντα γενητὰ καὶ οὐδέν ἐστιν ἐκτὸς »τῶν ἑκατὸν πλὴν μόνου τοῦ θεοῦ, τί ἄτοπον λέγουσιν οἱ περὶ Ἄρειον, εἰ ἓν ἐν τοῖς ἑκατὸν «περιλαβόντες καὶ ἀριθμοῦντες τὸν Χριστὸν ἕνα τῶν πάντων αὐτὸν εἰρήκασι»; Γεώργιος δὲ ὁ νῦν ἐν Λαοδικείᾳ, πρεσβύτερος ὢν τότε τῆς Ἀλεξανδρείας καὶ ἐν Ἀντιοχείᾳ διατρίβων, πρὸς μὲν Ἀλέξανδρον τὸν ἐπίσκοπον ἔγραφεν ὅτι· «μὴ μέμφου τοῖς περὶ Ἄρειον, »εἰ λέγουσιν· ἦν ποτε, ὅτε οὐκ ἦν ὁ υἱὸς τοῦ θεοῦ. καὶ γὰρ ὁ Ἡσαίας υἱὸς γέγονεν Ἀμώς, «καὶ ὅμως ὁ μὲν Ἀμὼς ἦν πρὸ τοῦ γενέσθαι τὸν Ἡσαίαν, ὁ δὲ Ἡσαίας οὐκ ἦν πρότερον, »ἀλλὰ μετὰ ταῦτα γέγονε.» πρὸς δὲ τοὺς Ἀρειανοὺς ἔγραφε· «τί μέμφεσθε Ἀλεξάνδρῳ »τῷ πάπᾳ λέγοντι ἐκ τοῦ πατρὸς τὸν υἱόν; καὶ γὰρ καὶ ὑμεῖς μὴ φοβηθῆτε εἰπεῖν καὶ ἐκ «τοῦ θεοῦ τὸν υἱόν. εἰ γὰρ ὁ ἀπόστολος ἔγραψε· ‘τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ’, καὶ ἔστι δῆλον »ἐξ οὐκ ὄντων πεποιῆσθαι τὰ πάντα, ἔστι δὲ καὶ ὁ υἱὸς κτίσμα καὶ τῶν πεποιημένων εἷς. λεχ«θείη ἂν καὶ ὁ υἱὸς ἐκ τοῦ θεοῦ οὕτως, ὥσπερ καὶ τὰ πάντα λέγεται ἐκ τοῦ θεοῦ.» ἐξ ἐκείνου γοῦν ἔμαθον οἱ τὰ Ἀρείου φρονοῦντες ὑποκρίνεσθαι τὴν λέξιν τὴν ‘ἐκ τοῦ θεοῦ’, καὶ λέγειν μὲν τὴν λέξιν, μὴ φρονεῖν δὲ καλῶς. αὐτὸς δὲ ὁ Γεώργιος καθῃρέθη ὑπὸ Ἀλεξάνδρου καὶ δι᾽ ἄλλα μέν, ὅτι δὲ καὶ ἀσεβὴς ἐφάνη· πρεσβύτερος γὰρ ἦν αὐτός, καθὰ προείρηται.

Καὶ ὅλως ἔγραφον οὗτοι τοιαῦτα ὡς ἕκαστον ἐρίζειν καὶ φιλοτιμεῖσθαι, τίς πλέον αὐξήσει τὴν ἀσέβειαν τῆς αἱρέσεως καὶ μᾶλλον αὐτὴν δείξει γυμνότερον. καὶ τὰς μὲν ἐπιστολὰς αὐτῶν οὐκ ἔσχον ἐν ἑτοίμῳ, ὥστε καὶ ἀποστεῖλαι, εἰ δ᾽ οὖν, καὶ ἀντίγραφα καὶ αὐτῶν ὑμῖν ἔπεμψα ἄν, τοῦ δὲ κυρίου θέλοντος, ἐὰν εὐπορήσω καὶ τοῦτο ποιήσω. καὶ Ἀστέριος δέ τις ἀπὸ Καππαδοκίας, πολυκέφαλος σοφιστής, εἷς ὢν τῶν περὶ Εὐσέβιον, ἐπειδὴ θύσας ἐν τῷ προτέρῳ διωγμῷ τῷ κατὰ τὸν πάππον Κωνσταντίου οὐκ ἠδύνατο παρ᾽ αὐτῶν εἰς κλῆρον προαχθῆναι, ποιεῖ μετὰ γνώμης τῶν περὶ Εὐσέβιον συνταγμάτιον, ὁποῖον μὲν ἤθελον αὐτοί, ἴσον δὲ τῷ τῆς θυσίας αὐτοῦ τολμήματι. ἐν γὰρ τούτῳ τὴν ἀκρίδα καὶ τὴν κάμπην τῷ Χριστῷ συγκρίνας, μᾶλλον δὲ προτιμήσας αὐτοῦ, καὶ λέγων ἄλλην εἶναι παρὰ τὸν Χριστὸν ἐν τῷ θεῷ σοφίαν τὴν τοῦ Χριστοῦ καὶ τοῦ κόσμου δημιουργικὴν περιήρχετο τὰς ἐν τῇ Συρίᾳ καὶ τὰς ἄλλας ἐκκλησίας κατὰ σύστασιν τῶν περὶ Εὐσέβιον, ἵνα ἅπαξ ἀρνεῖσθαι μελετήσας οὕτω καὶ νῦν θρασύνηται κατὰ τῆς ἀληθείας. ἐπέβαινεν οὖν εἰς τοὺς μὴ ἐξὸν αὐτῷ τόπους ὁ πάντα τολμηρός, καὶ εἰς τὸν τῶν κληρικῶν τόπον καθεζόμενος ἀνεγίνωσκε δημοσίᾳ τὸ συνταγμάτιον, καίτοι τῶν ἄλλων δυσανασχετούντων ἐπ᾽ αὐτῷ.

καὶ τὸ μὲν συνταγμάτιον διὰ πολλῶν ἐστι γεγραμμένον, μέρη δὲ αὐτοῦ ἐστι ταῦτα· «οὐ γὰρ εἶπεν ὁ μακάριος Παῦλος Χριστὸν κηρύσσειν τὴν ἰδίαν αὐτοῦ »δύναμιν ἢ τὴν σοφίαν αὐτοῦ, τουτέστι τοῦ θεοῦ, ἀλλὰ δίχα τῆς προσθήκης ‹δύναμιν «θεοῦ καὶ θεοῦ σοφίαν›, ἄλλην μὲν εἶναι τὴν ἰδίαν αὐτοῦ τοῦ θεοῦ δύναμιν, τὴν ἔμφυτον »αὐτῷ καὶ συνυπάρχουσαν αὐτῷ ἀγενήτως κηρύσσων, γεννητικὴν μὲν οὖσαν, δηλονότι «τοῦ Χριστοῦ, δημιουργικὴν δὲ τοῦ παντὸς κόσμου. περὶ ἧς ἐν τῇ πρὸς Ῥωμαίους »ἐπιστολῇ διδάσκων ἔλεγε· ‹τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νο«ούμενα καθορᾶται ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης›. ὥσπερ γὰρ τὴν εἰρημένην ἐνταυθοῖ» θεότητα οὐκ ἄν τις φαίη Χριστὸν εἶναι, ἀλλ᾽ αὐτὸν ὑπάρχειν τὸν πατέρα, οὕτως, «οἶμαι, καὶ ἡ ἀίδιος αὐτοῦ δύναμις οὐχ ὁ μονογενὴς θεός, ἀλλ᾽ ὁ γεννήσας ὑπάρχει πατήρ. »ἄλλην δὲ δύναμιν καὶ σοφίαν διδάσκει θεοῦ τὴν διὰ τοῦ Χριστοῦ δεικνυμένην δηλονότι «καὶ διὰ τῶν ἔργων αὐτῶν τῆς διακονίας αὐτοῦ γνωριζομένην».

καὶ πάλιν· «καίτοιγε ἡ »μὲν ἀίδιος αὐτοῦ δύναμις καὶ σοφία, ἣν ἄναρχόν τε καὶ ἀγέννητον οἱ τῆς ἀληθείας ἀποφαί«νονται λογισμοί, μία ἂν εἴη δήπουθεν καὶ ἡ αὐτή, πολλαὶ δὲ αἱ καθ᾽ ἕκαστον ὑπ᾽ αὐτοῦ »κτισθεῖσαι, ὧν πρωτότοκος καὶ μονογενὴς ὁ Χριστός· πᾶσαί γε μὴν ὁμοίως εἰς τὸν κεκτη«μένον ἀνήρτηνται καὶ πᾶσαι αἱ δυνάμεις αὐτοῦ τοῦ κτίσαντος καὶ χρωμένου καλοῦνται »δικαίως. οἷον ὁ μὲν προφήτης ‹τὴν ἀκρίδα› δίκην τῶν ἀνθρωπίνων ἁμαρτημάτων «θεήλατον γινομένην οὐ ‹δύναμιν› μόνον θεοῦ, ἀλλὰ καὶ ‹μεγάλην› φησὶν ὑπ᾽ αὐτοῦ προσαγορεύεσθαι» τοῦ θεοῦ, ὁ δέ γε μακάριος Δαυὶδ ἐν πλείοσι τῶν ψαλμῶν οὐκ ἀγγέλοις μόνον, «ἀλλὰ καὶ ‹δυνάμεσιν› αἰνεῖν παρακελεύεται τὸν θεόν· καὶ πάσας γε ἐπὶ τὸν ὕμνον παρακαλῶν» καὶ τὸ πλῆθος παρίστησι καὶ ‹λειτουργοὺς θεοῦ› καλεῖν οὐ παραιτεῖται καὶ ‹ποιεῖν «αὐτοῦ τὸ θέλημα› διδάσκει».

Τοιαῦτα τολμήσας κατὰ τοῦ σωτῆρος οὐκ ἠρκέσθη, ἀλλὰ καὶ πλέον ἐπεκτείνει τὰς βλασφημίας αὐτοῦ λέγων ὅτι εἷς τῶν πάντων ἐστὶν ὁ υἱός· «πρῶτον γάρ ἐστι τῶν γενητῶν καὶ εἷς τῶν νοητῶν φύσεών ἐστι, καὶ ὥσπερ ἥλιος ἐν τοῖς βλεπομένοις εἷς μὲν ἔστι τῶν φαινομένων, λάμπει δὲ παντὶ τῷ κόσμῳ κατὰ πρόσταξιν τοῦ πεποιηκότος, οὕτως ὁ υἱὸς εἷς ὢν τῶν νοητῶν φύσεων φωτίζει καὶ λάμπει καὶ αὐτὸς πᾶσι τοῖς ἐν τῷ νοητῷ κόσμῳ». πάλιν τέ φησιν· ‘ἦν ποτε, ὅτε οὐκ ἦν’ οὕτω γράφων· «καὶ πρὶν τῆς γενέσεως τοῦ υἱοῦ ὁ πατὴρ προυπάρχουσαν εἶχε τὴν τοῦ γεννᾶν ἐπιστήμην, ἐπεὶ καὶ ἰατρὸς πρὸ τοῦ ἰατρεύειν εἶχε τὴν τοῦ ἰατρεύειν ἐπιστήμην». καὶ πάλιν φησίν· «εὐεργετικῇ φιλοτιμίᾳ ἐκτίσθη ὁ υἱός, καὶ περιουσίᾳ δυνάμεως ἐποίησεν αὐτὸν ὁ πατήρ» καὶ πάλιν· «εἰ τὸ θέλειν τοῦ θεοῦ διὰ πάντων ἐφεξῆς τῶν ποιημάτων διελήλυθε, δηλονότι καὶ ὁ υἱὸς ποίημα ὢν βουλήσει γέγονε καὶ πεποίηται.» ταῦτα δὲ Ἀστέριος ἔγραφε μόνος, οἱ δὲ περὶ Εὐσέβιον ἐφρόνουν αὐτὰ κοινῇ μετ᾽ αὐτοῦ.

Ταῦτά ἐστιν ὑπὲρ ὧν ἀγωνίζονται, διὰ ταῦτα μάχονται πρὸς τὴν ἀρχαίαν σύνοδον, ὅτι μὴ τὰ ὅμοια αὐτῶν ἔγραψαν οἱ συνελθόντες ἐν αὐτῇ, ἀλλὰ μᾶλλον ἀνεθεμάτισαν τὴν ἀρειανὴν αἵρεσιν, ἣν ἐσπούδαζον οὗτοι συστῆσαι. διὰ τοῦτο καὶ Ἀστέριον τὸν θύσαντα, σοφιστὴν ὄντα, συνήγορον τῆς ἀσεβείας ἑαυτῶν προὐβάλλοντο, ἵνα μὴ φείδηται μήτε κατὰ τοῦ κυρίου φθέγγεσθαι μήτε τοὺς ἀκεραίους τῇ πιθανολογίᾳ πλανᾶν. καὶ ἠγνόησάν γε οἱ ἀμαθεῖς ὅτι καθ᾽ ἑαυτῶν εἰργάζοντο τοῦτο. ἡ γὰρ δυσωδία τῆς εἰς τὰ εἴδωλα θυσίας τοῦ συνηγόρου ἔτι πλέον τὴν αἵρεσιν Χριστομάχον ἐδείκνυε. διὰ τοῦτο καὶ νῦν πάντα κινοῦσι καὶ θορυβοῦσι νομίζοντες ὅτι, κἂν πλείονας ἀποκτείνωσι καὶ συνόδους κατὰ μῆνα συγκροτήσωσι, παύσεταί ποτε ἡ κατὰ τῆς ἀρειανῆς αἱρέσεως ἀπόφασις. ἐοίκασι δὲ πάλιν ἀγνοεῖν ἢ εἰδέναι μέν, ἀποπροσποιεῖσθαι δέ, ὅτι καὶ πρὸ τῆς Νικαίας ἡ αἵρεσις ἦν βδελυκτή, ὅτε ταύτην Ἀρτεμᾶς κατεβάλλετο καὶ πρὸ αὐτοῦ τὸ τοῦ Καιάφα καὶ τὸ τῶν τότε Φαρισαίων συνέδριον. καὶ ἀεὶ δὲ τὸ χριστομάχον ἐργαστήριον βδελυκτόν ἐστι, καὶ οὐ παύσεται τοῦ εἶναι μισητὸν ἐρασμίου ὄντος τοῦ κυριακοῦ ὀνόματος καὶ καμπτούσης πάσης τῆς κτίσεως τὰ γόνατα καὶ ἐξομολογουμένης «ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός».