Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Νικαίᾳ συνόδων

Μέγας Αθανάσιος

Η αρειανική πολεμική και η ασυνέπεια των αιρετικών

Ανάδειξη της παραπλανητικής τακτικής των Αρειανών έναντι της Συνόδου της Νικαίας και αντιπαραβολή της φιλονικίας τους με τη διαχρονική συμφωνία της θείας διδασκαλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 11

Τοῦ ἁγίου Ἀθανασίου· ὅτι ἡ ἐν Νικαίᾳ σύνοδος ἑωρακυῖα τὴν πανουργίαν τῶν περὶ Εὐσέβιον ἐξέθετο πρεπόντως καὶ εὐσεβῶς κατὰ τῆς ἀρειανῆς αἱρέσεως τὰ ὁρισθέντα. Καλῶς ἐποίησας δηλώσας μοι τὴν γενομένην παρὰ σοῦ ζήτησιν πρὸς τοὺς τὰ Ἀρείου πρεσβεύοντας, ἐν οἷς ἦσαν καὶ τῶν Εὐσεβίου τινὲς ἑταίρων καὶ πλεῖστοι δὲ τῶν τὰ τῆς ἐκκλησίας φρονούντων ἀδελφῶν. τὴν μὲν οὖν σὴν φιλόχριστον νῆψιν ἀπεδεξάμην καλῶς διελέγξασαν τὴν τῆς αἱρέσεως ἀσέβειαν, τὴν δ᾽ ἐκείνων ἀναισχυντίαν τεθαύμακα, ὅτι καίτοι τῶν Ἀρειανῶν λογισμῶν δειχθέντων σαθρῶν τε καὶ ματαίων, ἀλλὰ καὶ παρὰ πάντων αὐτοὶ καταγνωσθέντες ἐπὶ πάσῃ κακοφροσύνῃ, ὅμως καὶ μετὰ ταῦτα διεγόγγυζον κατὰ τοὺς Ἰουδαίους λέγοντες· διατί οἱ ἐν τῇ Νικαίᾳ συνελθόντες ἔγραψαν ἀγράφους λέξεις τὸ ἐκ τῆς οὐσίας καὶ τὸ ὁμοούσιον; σὺ μὲν οὖν ὡς λόγιος ἀνὴρ καὶ οὕτως αὐτοὺς σχηματιζομένους οὐδὲν ἧττον ἀπέδειξας κενολογοῦντας. ἐκεῖνοι δὲ οὐδὲν ξένον τῆς ἑαυτῶν κακονοίας πράττουσι πλαττόμενοι προφάσεις. εἰσὶ γὰρ ποικίλοι καὶ παλίμβολοι τὰς γνώμας ὡς οἱ χαμαιλέοντες ἐν τοῖς χρώμασι, καὶ ἐλεγχόμενοι μὲν ἐρυθριῶσιν, ἀνακρινόμενοι δὲ ἀποροῦσι καὶ λοιπὸν ἀναιδευόμενοι προφασίζονται. ἂν δέ τις αὐτοὺς καὶ ἐν τούτοις διελέγξῃ, κάμνουσιν ἕως ἂν ἐπινοήσωσι τὰ μὴ ὄντα καὶ κατὰ τὸ γεγραμμένον λογίσωνται μάταια, ἵνα μόνον διαμείνωσιν ἀσεβοῦντες.

τὸ δὲ τοιοῦτον ἐπιχείρημα οὐδὲν ἕτερόν ἐστιν ἢ γνώρισμα μὲν ἄντικρυς τῆς ἀλογίας αὐτῶν, μίμησις δὲ καθὰ προεῖπον τῆς ἰουδαικῆς κακοηθείας. καὶ γὰρ ἐλεγχόμενοι κἀκεῖνοι παρὰ τῆς ἀληθείας καὶ μὴ δυνάμενοι πρὸς αὐτὴν ἀντιβλέπειν ἐπροφασίζοντο λέγοντες· «τί ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ;» καίτοι σημείων τοσούτων γενομένων, ὥστε λέγειν καὶ αὐτούς· «τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;» νεκροὶ γὰρ ἠγείροντο, χωλοὶ περιεπάτουν, τυφλοὶ ἀνέβλεπον, λεπροὶ ἐκαθαρίζοντο, καὶ τὸ ὕδωρ οἶνος ἐγίνετο, καὶ ἀπὸ πέντε ἄρτων ἐκορέσθησαν πεντακισχίλιοι. καὶ οἱ μὲν πάντες ἐθαύμαζον καὶ προσεκύνουν τὸν κύριον, ὁμολογοῦντες ἐν αὐτῷ πληροῦσθαι τὰς προφητείας καὶ αὐτὸν εἶναι θεὸν τοῦ θεοῦ τὸν υἱόν· μόνοι δὲ οἱ Φαρισαῖοι, εἰ καὶ λαμπρότερα ἡλίου φαινόμενα ἦν τὰ σημεῖα, ὅμως πάλιν ἐγόγγυζον ὡς ἀμαθεῖς καὶ ἔλεγον· «διατί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν;» ἄφρονες καὶ τῷ ὄντι τυφλοὶ τὴν διάνοιαν. δέον τὸ ἔμπαλιν αὐτοὺς λέγειν· διατί σὺ θεὸς ὢν ἄνθρωπος γέγονας; τὰ γὰρ ἔργα θεὸν αὐτὸν ἐδείκνυεν, ἵνα τὴν μὲν ἀγαθότητα τοῦ πατρὸς προσκυνήσωσι, τὴν δὲ δι᾽ ἡμᾶς αὐτοῦ οἰκονομίαν θαυμάσωσι. τοῦτο μὲν οὔτε ἔλεγον, ἀλλ᾽ οὔτε τὰ γινόμενα βλέπειν ἐβούλοντο.

ἢ ἔβλεπον μέν—ἐξ ἀνάγκης γὰρ ἦν ὁρᾶν αὐτά—πάλιν δὲ ἐγόγγυζον μεταβαλλόμενοι· διατί ἐν τῷ σαββάτῳ θεραπεύεις τὸν παραλυτικόν, καὶ τὸν ἐκ γενετῆς τυφλὸν τότε ποιεῖς ἀναβλέπειν; τοῦτο δὲ πρόφασις πάλιν ἦν καὶ μόνον γογγυσμός. καὶ γὰρ ἐν ταῖς ἄλλαις ἡμέραις θεραπεύοντος τοῦ κυρίου πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐκεῖνοι συνήθως ἐμέμφοντο καὶ μᾶλλον ἤθελον ἀθεότητος ἔχειν ὑπόνοιαν τὸν Βεελζεβοὺλ ὀνομάζοντες ἢ ἀρνήσασθαι τὴν ἰδίαν πονηρίαν. ἀλλὰ καὶ οὕτως τοῦ σωτῆρος πολυμερῶς καὶ πολυτρόπως δεικνύοντος ἑαυτοῦ τὴν θεότητα καὶ εὐαγγελιζομένου πᾶσι τὸν πατέρα οὐδὲν ἧττον ὥσπερ εἰς κέντρα λακτίζοντες ἀντέλεγον ἐκεῖνοι μωρολογοῦντες, ἵνα μόνον κατὰ τὴν θείαν παροιμίαν προφάσεις ἐφευρίσκοντες χωρίσωσιν ἑαυτοὺς ἀπὸ τῆς ἀληθείας.

Ἰουδαῖοι μὲν οὖν οἱ τότε τοιαῦτα πονηρευόμενοι καὶ ἀρνούμενοι τὸν κύριον εἰκότως τῶν τε νόμων καὶ τῆς πρὸς τοὺς πατέρας ἐπαγγελίας ἔξω γεγόνασι. καὶ Ἀρειανοὶ δὲ νῦν ἰουδαίζοντες ταὐτόν μοι δοκοῦσι πάσχειν τῷ Καιάφᾳ καὶ τοῖς τότε Φαρισαίοις· οὐδὲν γὰρ ὁρῶντες εὔλογον ἔχουσαν ἑαυτῶν τὴν αἵρεσιν προφάσεις ἐπινοοῦσι, διατί τοῦτο καὶ μὴ τοῦτο γέγραπται; καὶ μήτοι θαυμάσῃς, εἰ τοιαῦτα νῦν μηχανῶνται. μετ᾽ ὀλίγον γὰρ καὶ εἰς ὕβρεις ἐκτραπήσονται καὶ μετὰ ταῦτα τὴν σπείραν καὶ τὸν χιλίαρχον ἀπειλήσουσιν· ἐν τούτοις γάρ ἐστιν αὐτῶν ἡ δοκοῦσα σύστασις τῆς κακοδοξίας. τὸν γὰρ τοῦ θεοῦ λόγον ἀρνούμενοι εἰκότως καὶ λόγου παντός εἰσιν ἔρημοι. ταῦτα γοῦν εἰδὼς οὐδὲν ἂν ἀπεκρινάμην ἐρωτῶσιν ἐκείνοις. ἐπειδὴ δὲ ἡ σὴ διάθεσις ἀπῄτησε γνῶναι τὰ ἐν τῇ συνόδῳ πραχθέντα, οὐχ ὑπερεθέμην· ἀλλ᾽ εὐθύς, ὡς τότε γέγονε, δεδήλωκα δείξας δι᾽ ὀλίγων, ὅσον εὐσεβοῦς φρονήσεως ἡ ἀρειανὴ αἵρεσις ἐστέρηται καὶ μόνον προφάσεις πλάττονται. σκόπει δὲ καὶ σύ, ἀγαπητέ, εἰ μὴ οὕτως ἔχει. εἰ θαρροῦσιν οἷς ἐφεῦρον αὐτοὶ κακοῖς ἐπισπείραντος αὐτοῖς τοῦ διαβόλου τὴν κακοφροσύνην, ἀπολογείσθωσαν περὶ ὧν ἐγκληθέντες ἀπεδείχθησαν αἱρετικοί, καὶ τότε λοιπὸν αἰτιάσθωσαν, εἰ δύνανται, τὰ κατ᾽ αὐτῶν ὁρισθέντα.

οὐδεὶς γὰρ ἐλεγχθεὶς ἐπὶ φόνῳ καὶ μοιχείᾳ μετὰ τὴν δίκην χώραν ἔχει τὴν ἀπόφασιν τοῦ κρίναντος αἰτιᾶσθαι, διατί μὴ οὕτως ἀλλ᾽ ἐκείνως ἐλάλησε. τοῦτο γὰρ οὐκ ἐλευθεροῖ τὸν κριθέντα, ἀλλὰ καὶ μᾶλλον αὐτοῦ τὸ ἔγκλημα διὰ τὴν προπέτειαν καὶ τὴν τόλμαν ἐπαυξάνει. οὐκοῦν καὶ οὗτοι ἢ δεικνύτωσαν τὸ φρόνημα ἑαυτῶν εὐσεβές—κατηγορηθέντες γὰρ ἠλέγχθησαν, οὐ μεμψάμενοι πρότερον· καὶ δίκαιόν ἐστι τοὺς αἰτιαθέντας μηδὲν ἕτερον ποιεῖν ἢ ἀπολογεῖσθαι—ἢ εἰ τὸ συνειδὸς ἔχουσι ῥυπαρὸν καὶ συνορῶσιν ἑαυτοὺς ἀσεβοῦντας, μὴ αἰτιάσθωσαν ἃ ἀγνοοῦσιν, ἵνα μὴ καὶ διπλοῦν ἀσεβείας ἔγκλημα καὶ ἀπαιδευσίας ἀπενέγκωνται μέμψιν. ἐξεταζέτωσαν δὲ μᾶλλον φιλομαθῶς, ἵν᾽ ἐπιγνόντες ἃ πρότερον ἠγνόουν, ἀπονίψωνται τὰς ἑαυτῶν ἀσεβεῖς ἀκοὰς τῷ τῆς ἀληθείας νάματι καὶ τοῖς τῆς εὐσεβείας δόγμασιν. οὕτω γὰρ καὶ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ γέγονε τοῖς περὶ Εὐσέβιον.

Ὡς ἐφιλονείκουν ἀσεβοῦντες καὶ θεομαχεῖν ἐπεχείρουν, τὰ μὲν λεγόμενα παρ᾽ αὐτῶν ἀσεβείας ἦν μεστά, οἱ δὲ συνελθόντες ἐπίσκοποι, ἦσαν δὲ πλέον ἢ ἔλαττον τριακόσιοι, πρᾴως καὶ φιλανθρώπως ἀπῄτουν αὐτούς, περὶ ὧν ἔλεγον διδόναι λόγον καὶ ἀποδείξεις εὐσεβεῖς. ὡς δὲ καὶ μόνον φθεγγόμενοι κατεγινώσκοντο καὶ πρὸς ἑαυτοὺς διεμάχοντο πολλὴν ὁρῶντες τῆς ἑαυτῶν αἱρέσεως τὴν ἀπορίαν, ἀχανεῖς μὲν ἔμενον οὗτοι καὶ διὰ τῆς σιωπῆς ὡμολόγουν τὴν ἐπὶ τῇ κενοδοξίᾳ αὐτῶν αἰσχύνην. οἱ τοίνυν ἐπίσκοποι λοιπὸν ἀνελόντες τὰ παρ᾽ αὐτῶν ἐπινοηθέντα ῥήματα οὕτως ἐξέθεντο κατ᾽ αὐτῶν τὴν ὑγιαίνουσαν καὶ ἐκκλησιαστικὴν πίστιν· πάντων τε ὑπογραψάντων ὑπέγραψαν καὶ οἱ περὶ Εὐσέβιον τούτοις τοῖς ῥήμασιν, οἷς αἰτιῶνται νῦν οὗτοι· λέγω δὴ τῷ ἐκ τῆς οὐσίας καὶ τῷ ὁμοουσίῳ, καὶ ὅτι μήτε κτίσμα ἢ ποίημα μήτε τῶν γενητῶν ἐστιν ὁ τοῦ θεοῦ υἱός, ἀλλὰ γέννημα ἐκ τῆς οὐσίας τοῦ πατρός ἐστιν ὁ λόγος. καὶ τό γε παράδοξον, Εὐσέβιος ὁ ἀπὸ Καισαρείας τῆς Παλαιστίνης, καίτοι πρὸ μιᾶς ἀρνούμενος, ὅμως ὕστερον ὑπογράψας ἐπέστειλε τῇ ἐκκλησίᾳ ἑαυτοῦ, λέγων ταύτην εἶναι τῆς ἐκκλησίας τὴν πίστιν καὶ τῶν πατέρων τὴν παράδοσιν, πᾶσί τε φανερῶς ἔδειξεν, ὅτι πρότερον ἐσφάλλοντο καὶ μάτην ἐφιλονείκουν πρὸς τὴν ἀλήθειαν.

εἰ γὰρ καὶ ᾐσχύνθη τότε ταύταις ταῖς λέξεσι γράψαι καὶ ὡς ἠθέλησεν αὐτὸς ἀπελογήσατο τῇ ἐκκλησίᾳ, ἀλλά γε διὰ τῆς ἐπιστολῆς τὸ ὁμοούσιον καὶ τὸ ἐκ τῆς οὐσίας μὴ ἀρνησάμενος φανερῶς τοῦτο σημᾶναι βούλεται. καὶ πέπονθέ τι δεινόν· ὡς γὰρ ἀπολογούμενος κατηγόρησε λοιπὸν τῶν Ἀρειανῶν, ὅτι γράψαντες ‘οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῆναι’ οὐκ ἤθελον αὐτὸν εἶναι οὐδὲ πρὸ τῆς κατὰ σάρκα γεννήσεως. καὶ τοῦτο οἶδε καὶ Ἀκάκιος, ἂν μὴ καὶ αὐτὸς φοβηθεὶς νῦν διὰ τὸν καιρὸν ὑποκρίνηται καὶ ἀρνήσηται τὴν ἀλήθειαν. ὑπέταξα γοῦν ἐν τῷ τέλει τὴν ἐπιστολὴν Εὐσεβίου, ἵνα ἐκ ταύτης γνῷς τῶν τε χριστομάχων καὶ κατὰ περιττὸν τὴν Ἀκακίου πρὸς τοὺς ἑαυτῶν διδασκάλους ἀγνωμοσύνην.

Πῶς τοίνυν οὐκ ἀδικοῦσιν οὗτοι κἂν ἐνθυμούμενοι μόνον ἀντιλέγειν τῇ τοσαύτῃ καὶ οἰκουμενικῇ συνόδῳ; πῶς οὐ παρανομοῦσι τολμῶντες ἀντιβλέπειν τοῖς καλῶς ὁρισθεῖσι κατὰ τῆς ἀρειανῆς αἱρέσεως καὶ μαρτυρουμένοις ὑπὸ τῶν αὐτοὺς πρότερον ἀσεβεῖν διδαξάντων; εἰ δὲ καὶ μετὰ τὸ ὑπογράψαι μετεβάλοντο οἱ περὶ Εὐσέβιον καὶ ὡς κύνες εἰς τὸ ἴδιον ἐξέραμα τῆς ἀσεβείας ἐπέστρεψαν, πῶς οὐχὶ καὶ μᾶλλον ἄξιοι μίσους οἱ νῦν ἀντιλέγοντες, ὅτι τὴν ἐλευθερίαν τῆς ἑαυτῶν ψυχῆς ἄλλοις προπίνοντες τούτους καὶ καθηγεμόνας τῆς αἱρέσεως ἔχειν ἐθέλουσιν, ἀνθρώπους, ὡς εἶπεν ὁ Ἰάκωβος, «διψύχους καὶ ἀκαταστάτους ὄντας ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν», καὶ μὴ μίαν μὲν ἔχοντας γνώμην, ἄλλοτε δὲ ἄλλως μεταβαλλομένους, καὶ νῦν μὲν ἐπαινοῦντας ὃ λέγουσι, μετ᾽ ὀλίγον δὲ ψέγοντας ὅπερ εἰρήκασι, καὶ πάλιν ἐπαινοῦντας ὅπερ πρὸ μικροῦ διέβαλλον. τοῦτο δέ, ὡς ὁ Ποιμὴν εἴρηκεν, ἔκγονόν ἐστι διαβόλου καὶ καπήλων δὲ μᾶλλον καὶ οὐ διδασκάλων ἐστὶ γνώρισμα. ἔστι γάρ, ὡς οἱ πατέρες παραδεδώκασιν, ὄντως διδασκαλία καὶ διδασκάλων ἀληθῶν τοῦτο τεκμήριον τὸ τὰ αὐτὰ ἀλλήλοις ὁμολογεῖν καὶ μὴ ἀμφισβητεῖν μήτε πρὸς ἑαυτοὺς μήτε πρὸς τοὺς ἑαυτῶν πατέρας. οἱ γὰρ μὴ τοῦτον διακείμενοι τὸν τρόπον μοχθηροὶ μᾶλλον καὶ οὐκ ἀληθεῖς ἂν καλοῖντο διδάσκαλοι.

Ἕλληνες γοῦν οὐχ ὁμολογοῦντες τὰ αὐτά, ἀλλὰ καὶ πρὸς ἀλλήλους ἀμφισβητοῦντες, οὐκ ἀληθῆ τὴν διδασκαλίαν ἔχουσιν· οἱ δὲ ἅγιοι καὶ τῷ ὄντι τῆς ἀληθείας κήρυκες ἀλλήλοις τε συμφωνοῦσι καὶ οὐ διαφέρονται πρὸς ἑαυτούς. εἰ γὰρ καὶ διαφόροις χρόνοις γεγόνασιν, ἀλλ᾽ εἰς ταὐτὸν ἀλλήλοις ὁρμῶσιν ἑνὸς ὄντες τοῦ θεοῦ προφῆται καὶ τὸν αὐτὸν συμφώνως εὐαγγελιζόμενοι λόγον.

Ἃ γοῦν Μωσῆς ἐδίδασκε, ταῦθ᾽ Ἁβραὰμ ἐφύλαττεν· ἃ δὲ Ἁβραὰμ ἐφύλαττε, ταῦτα Νῶε καὶ Ἐνὼχ ἐγίνωσκον διακρίναντες καθαρὰ καὶ ἀκάθαρτα καὶ εὐάρεστοι γινόμενοι τῷ θεῷ. καὶ γὰρ καὶ Ἄβελ οὕτως ἐμαρτύρησεν ἐπιστάμενος ταῦτα, ἅπερ ἦν μαθὼν παρὰ τοῦ Ἀδὰμ τοῦ καὶ αὐτοῦ μαθόντος παρὰ κυρίου, ὃς καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐλθὼν εἰς ἀθέτησιν τῆς ἁμαρτίας ἔλεγεν· «οὐκ ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἀλλ᾽ ἐντολὴν παλαιάν, ἣν ἠκούσατε ἀπ᾽ ἀρχῆς». διὰ τοῦτο καὶ ὁ παρ᾽ αὐτοῦ μαθὼν ὁ μακάριος ἀπόστολος Παῦλος τὰ μὲν ἐκκλησιαστικὰ διατυπῶν οὐδὲ διακόνους ἠθέλησεν εἶναι διλόγους, μήτι γε ἐπισκόπους, τοῖς δὲ Γαλάταις ἐπιπλήττων ἀπεφήνατο καθόλου λέγων· «εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω, καθὼς προείρηκα, καὶ πάλιν λέγω· ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμᾶς παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω». τοῦ τοίνυν ἀποστόλου ταῦτα λέγοντος ἢ καὶ οὗτοι τοὺς περὶ Εὐσέβιον μεταβαλλομένους καὶ λέγοντας ἕτερα παρὰ τὰ ὑπέγραψαν ἀνάθεμα ποιείτωσαν, ἢ εἰ γινώσκουσιν αὐτοὺς καλῶς ὑπογράψαντας, μὴ γογγυζέτωσαν κατὰ τῆς τηλικαύτης συνόδου. εἰ δὲ μήτε τοῦτο μήτ᾽ ἐκεῖνο ποιοῦσι, δῆλοί εἰσι καὶ αὐτοὶ παντὶ ἀνέμῳ καὶ κλύδωνι περιφερόμενοι καὶ μὴ ταῖς ἰδίαις ἀλλὰ ἀλλοτρίαις ἑλκόμενοι γνώμαις.

τοιοῦτοι δὲ ὄντες οὐδὲ νῦν τοιαύτας προβαλλόμενοι προφάσεις ἀξιόπιστοί εἰσιν, ἀλλὰ καὶ παυέσθωσαν αἰτιώμενοι ἃ μὴ γινώσκουσι· τάχα δὲ οὐδὲ διακρίνειν εἰδότες ἁπλῶς «τὸ μὲν πονηρὸν λέγουσι καλόν, τὸ δὲ καλὸν πονηρόν, καὶ νομίζουσι τὸ μὲν πικρὸν εἶναι γλυκύ, τὸ δὲ γλυκὺ πικρόν». ἀμέλει τὰ μὲν κριθέντα κακὰ καὶ ἀποδοκιμασθέντα κρατεῖν ἐθέλουσι, τὰ δὲ καλῶς ὁρισθέντα βιάζονται διαβάλλειν. ἔδει μὲν οὖν μήθ᾽ ἡμᾶς ἔτι τινὰ τούτων ἀπόλογον ποιεῖσθαι καὶ πρὸς τὰς ματαίας αὐτῶν προφάσεις ἀποκρίνεσθαι μήτ᾽ ἐκείνους ἔτι φιλονεικεῖν, ἀλλὰ συντίθεσθαι, οἷς ὑπέγραψαν οἱ ἡγεμόνες τῆς αἱρέσεως αὐτῶν, εἰδότας ὡς ἡ μὲν μετὰ ταῦτα μεταβολὴ τῶν περὶ Εὐσέβιον ὕποπτός ἐστι καὶ κακοήθης. τὸ δὲ ὑπογράψαι μετὰ τὸ δυνηθῆναι κἂν τὸ βραχύτατον ἀπολογήσασθαι τοῦτο δείκνυσιν ἀληθῶς ἀσεβῆ τὴν ἀρειανὴν αἵρεσιν. καὶ γὰρ οὐ πρότερον ὑπέγραψαν, εἰ μὴ κατέγνωσαν αὐτῆς· καὶ οὐ πρότερον κατέγνωσαν, εἰ μὴ πανταχόθεν ἀπορήσαντες ᾐσχύνθησαν· ὥστε τὸ μεταβάλλεσθαι τῆς εἰς ἀσέβειαν φιλονεικίας ἔλεγχός ἐστι. διὸ ἔδει μέν, καθάπερ εἴρηται, καὶ τούτους ἠρεμεῖν. ἐπειδὴ δὲ δεινοὶ πρὸς ἀναισχυντίαν εἰσί, καὶ νομίζουσιν ἴσως αὐτοὶ μᾶλλον ἐκείνων δύνασθαι προστῆναι τῆς διαβολικῆς ταύτης ἀσεβείας.