Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Νικαίᾳ συνόδων

Μέγας Αθανάσιος

Θεολογική αναίρεση των αρειανικών θέσεων περί της κτιστότητας του Υιού

Αναλυτική ανασκευή της διδασκαλίας ότι ο Λόγος είναι κτίσμα ή μεσίτης κατά χάριν, και ορθή ερμηνεία του χωρίου των Παροιμιών σε σχέση με την ενανθρώπηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 11

εἰ καὶ ἔφθασα διὰ τῆς προτέρας ἐπιστολῆς τῆς πρὸς σὲ γραφείσης πλατυτέρῳ τῷ κατ᾽ αὐτῶν ἐλέγχῳ κεχρημένος, ὅμως φέρε καὶ νῦν τούτους ὥσπερ ἐκείνους καθ᾽ ἕκαστον τῶν ὑπ᾽ αὐτῶν λεγομένων ἐξετάσωμεν. δειχθήσεται γὰρ οὐδὲν ἧττον καὶ νῦν οὐχ ὑγιής, ἀλλά τις δαιμονιώδης αὐτῶν ἡ αἵρεσις.

Φασὶ τοίνυν, ὥσπερ κἀκείνοις ἐδόκει, καὶ τετολμήκασι λέγειν· ‘οὐκ ἀεὶ πατήρ, οὐκ ἀεὶ υἱός· οὐκ ἦν γὰρ ὁ υἱὸς πρὶν γεννηθῇ, ἀλλ᾽ ἐξ οὐκ ὄντων γέγονε καὶ αὐτός· διὸ καὶ οὐκ ἀεὶ πατὴρ ὁ θεὸς γέγονε τοῦ υἱοῦ, ἀλλ᾽ ὅτε γέγονε καὶ ἐκτίσθη ὁ υἱός, τότε καὶ ὁ θεὸς ἐκλήθη πατὴρ αὐτοῦ. κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ λόγος καὶ ξένος καὶ ἀνόμοιος κατ᾽ οὐσίαν τοῦ πατρός ἐστιν· οὔτε δὲ φύσει καὶ ἀληθινὸς λόγος τοῦ πατρός ἐστιν ὁ υἱὸς οὔτε ἡ μόνη καὶ ἀληθινὴ σοφία αὐτοῦ ἐστιν, ἀλλὰ κτίσμα καὶ εἷς τῶν ποιημάτων ὢν καταχρηστικῶς λέγεται λόγος καὶ σοφία. λόγῳ γὰρ τῷ ὄντι ἐν τῷ θεῷ γέγονε καὶ αὐτὸς ὥσπερ καὶ τὰ πάντα· διὸ οὐδὲ ἀληθινὸς θεός ἐστιν ὁ υἱός’. ἐγὼ δὲ τοῦτο πρῶτον καὶ τούτους ἐρωτῆσαι βούλομαι, τί ἐστιν ὅλως υἱός, καὶ τίνος ἐστὶ τὸ ὄνομα τοῦτο σημαντικόν, ἵν᾽ οὕτως αὐτοὶ τὰ λεγόμενα παρ᾽ αὐτῶν κἂν οὕτως νοῆσαι δυνηθῶσιν.

ἡ μὲν γὰρ θεία γραφὴ διπλῆν τὴν ἐκ τοῦ ὀνόματος τούτου διάνοιαν ἡμῖν σημαίνει, μίαν μὲν περὶ ὧν Μωυσῆς ἐν τῷ νόμῳ φησίν· «ἐὰν εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν, φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ καλὸν καὶ ἀρεστὸν ἐνώπιον κυρίου τοῦ θεοῦ σου, υἱοί ἐστε κυρίου τοῦ θεοῦ ἡμῶν», καθὼς καὶ ἐν τῷ εὐαγγελίῳ φησὶν ὁ Ἰωάννης· «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»· ἑτέραν δὲ διάνοιαν, καθ᾽ ἣν Ἰσαὰκ τοῦ Ἁβραάμ ἐστιν υἱὸς καὶ ὁ Ἰακὼβ τοῦ Ἰσαὰκ καὶ οἱ πατριάρχαι τοῦ Ἰακώβ. αὐτοὶ δὲ κατὰ ποίαν ἄρα τούτων νομίσαντες εἶναι τὸν τοῦ θεοῦ υἱὸν τοιαῦτα περὶ αὐτοῦ μυθολογοῦσιν; εἰς γὰρ τὴν αὐτὴν ἀσέβειαν εὖ οἶδ᾽ ὅτι συνδραμοῦνται τοῖς περὶ Εὐσέβιον. εἰ μὲν οὖν κατὰ τὴν πρώτην, οἷοί εἰσιν οἱ ἐκ βελτιώσεως τρόπων ἐπικτώμενοι τὴν τοῦ ὀνόματος χάριν καὶ λαμβάνοντες ἐξουσίαν, ἵνα υἱοὶ θεοῦ γένωνται (τοῦτο γὰρ ἔλεγον κἀκεῖνοι), οὐδὲν διαφέρειν ἡμῶν δόξειεν οὐδὲ μονογενὴς ἂν εἴη ἐξ ἀρετῆς καὶ αὐτὸς ἐσχηκὼς τὴν τοῦ υἱὸς προσηγορίαν. κἂν γάρ, ὥς φασι, προγνωσθεὶς ἔσεσθαι τοιοῦτος προλαμβάνῃ καὶ ἅμα τῷ γενέσθαι δέχηται τό τε ὄνομα καὶ τὴν τοῦ ὀνόματος δόξαν, ἀλλ᾽ οὐδὲν διοίσει τῶν μετὰ τὰς πράξεις λαμβανόντων τὸ ὄνομα, ἕως οὕτω καὶ αὐτὸς υἱὸς εἶναι μεμαρτύρηται.

καὶ γὰρ Ἀδὰμ προλαμβάνων τὴν χάριν καὶ ἅμα τῷ γενέσθαι τεθεὶς ἐν τῷ παραδείσῳ οὐδὲν διήνεγκεν οὔτε τοῦ Ἐνώχ, ὃς μετὰ χρόνον τῆς γενέσεως εὐαρεστήσας μετετέθη, οὔτε τοῦ ἀποστόλου καὶ αὐτοῦ μετὰ τὰς πράξεις ἁρπαγέντος εἰς τὸν παράδεισον, ἀλλ᾽ οὐδὲ τοῦ ποτε λῃστοῦ, ὃς διὰ τὴν ὁμολογίαν ἐπαγγελίαν ἔλαβεν εὐθὺς εἰς τὸν παράδεισον ἔσεσθαι.

Ἀλλ᾽ ἐν τούτοις διωκόμενοι λέξουσιν ἴσως, ὃ πολλάκις λέγοντες ᾐσχύνθησαν· ‘οὕτως νομίζομεν τὸν υἱὸν πλέον ἔχειν παρὰ τὰ ἄλλα καὶ διὰ τοῦτο μονογενῆ λέγεσθαι, ὅτι μόνος μὲν αὐτὸς ὑπὸ μόνου τοῦ θεοῦ γέγονε, τὰ δ᾽ ἄλλα πάντα παρὰ τοῦ θεοῦ διὰ τοῦ υἱοῦ ἐκτίσθη’. τίς ἄρα ταύτην ὑμῖν τὴν μωρὰν καὶ καινὴν ἐπίνοιαν ὑπέβαλεν, ἵνα εἴπητε· ‘τὸν μὲν υἱὸν μόνον μόνος ὁ πατὴρ αὐτούργησε, τὰ δ᾽ ἄλλα πάντα διὰ τοῦ υἱοῦ γέγονεν ὡς δι᾽ ὑπουργοῦ’; εἰ μὲν γὰρ διὰ τὸ κάμνειν ἠρκέσθη μόνον αὐτουργῆσαι τὸν υἱὸν ὁ θεός, τὰ δ᾽ ἄλλα οὐκέτι, ἀσεβὲς τοιαῦτα περὶ τοῦ θεοῦ λογίζεσθαι μάλιστα τοὺς ἀκούσαντας Ἡσαίου λέγοντος· «θεὸς αἰώνιος, θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ». καὶ γὰρ μᾶλλον αὐτὸς τοῖς πεινῶσι δίδωσιν ἰσχὺν καὶ διὰ τοῦ λόγου ἑαυτοῦ τοὺς κάμνοντας ἀναπαύει. εἰ δὲ ὡς ταπεινὸν ἀπηξίωσεν αὐτὸς τὰ μετὰ τὸν υἱὸν αὐτουργῆσαι, καὶ τοῦτο μὲν ἀσεβές. οὐκ ἔστι γὰρ τύφος ἐν τῷ θεῷ, ὅς γε μετὰ τοῦ Ἰακὼβ εἰς Αἴγυπτον κατέρχεται, καὶ διὰ μὲν τὸν Ἁβραὰμ διορθοῦται τὸν Ἀβιμέλεχ χάριν τῆς Σάρρας, τῷ δὲ Μωυσῇ ἀνθρώπῳ ὄντι στόμα κατὰ στόμα λαλεῖ, καὶ εἰς μὲν τὸ Σινᾶ ὄρος κατέρχεται, τῷ δὲ λαῷ συνεπολέμει κρυφαίᾳ χάριτι τὸν Ἀμαλήκ.

ψεύδεσθε δὲ ὅμως καὶ τοῦτο λέγοντες· «αὐτὸς γὰρ ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς»· αὐτός τέ ἐστιν ὁ διὰ τοῦ λόγου ἑαυτοῦ τὰ πάντα τά τε μικρὰ καὶ τὰ μεγάλα ποιήσας, καὶ οὐκ ἔστι διελεῖν τὴν κτίσιν, ὥστε εἰπεῖν τοῦτο μὲν τοῦ πατρός, τοῦτο δὲ τοῦ υἱοῦ, ἀλλ᾽ ἑνός ἐστι θεοῦ ὡς χειρὶ χρωμένου τῷ ἰδίῳ λόγῳ καὶ ἐν αὐτῷ ποιοῦντος τὰ πάντα, καὶ τοῦτ᾽ αὐτὸς μὲν ὁ θεὸς δεικνὺς ἔλεγεν· «ἡ χείρ μου ἐποίησε ταῦτα πάντα». ὁ δὲ Παῦλος τοῦτο μαθὼν ἐδίδασκεν· «εἷς θεὸς ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς δι᾽ οὗ τὰ πάντα». αὐτὸς γοῦν ἀεὶ καὶ νῦν λέγει τῷ μὲν ἡλίῳ καὶ ἀνατέλλει, ταῖς δὲ νεφέλαις ἐντέλλεται καὶ βρέχει ἐπὶ μίαν μερίδα, ἐφ᾽ ἣν δὲ οὐ βρέχει, ξηραίνεται. καὶ τὴν μὲν γῆν κελεύει τοὺς καρποὺς ἀποδιδόναι, τὸν δὲ Ἰερεμίαν ἐν τῇ κοιλίᾳ πλάττει. εἰ δὲ ταῦτα νῦν αὐτὸς ποιεῖ, οὐκ ἔστιν ἀμφίβολον, ὅτι καὶ κατὰ τὴν ἀρχὴν οὐκ ἀπηξίωσεν αὐτὸς τὰ πάντα διὰ τοῦ λόγου ποιῆσαι· μέρη γὰρ τῶν ὅλων ἐστὶ ταῦτα.

Εἰ δὲ ὅτι μὴ ἐδύνατο τὰ λοιπὰ κτίσματα τῆς ἀκράτου χειρὸς τοῦ ἀγενήτου τὴν ἐργασίαν βαστάξαι, μόνος ὁ υἱὸς ὑπὸ μόνου τοῦ θεοῦ γέγονε, τὰ δ᾽ ἄλλα ὡς δι᾽ ὑπουργοῦ καὶ βοηθοῦ τοῦ υἱοῦ γέγονε· καὶ τοῦτο γὰρ Ἀστέριος ὁ θύσας ἔγραψεν, ὁ δὲ Ἄρειος μεταγράψας δέδωκε τοῖς ἰδίοις καὶ λοιπὸν ὡς καλάμῳ τεθραυσμένῳ χρῶνται τῷ ῥηματίῳ τούτῳ ἀγνοοῦντες τὸ ἐν αὐτῷ σαθρὸν οἱ παράφρονες. εἰ γὰρ ἀδύνατον ἦν τὰ γενητὰ βαστάξαι τὴν χεῖρα τοῦ θεοῦ—ἔστι δὲ καθ᾽ ὑμᾶς ὁ υἱὸς εἷς τῶν γενητῶν—πῶς αὐτὸς ἠδυνήθη γενέσθαι παρὰ μόνου τοῦ θεοῦ; καὶ εἰ ἵνα τὰ γενητὰ γένηται, μεσίτου γέγονε χρεία, γενητὸς δὲ καθ᾽ ὑμᾶς ἐστιν ὁ υἱός, ἔδει καὶ πρὸ αὐτοῦ μέσον τινὰ εἶναι, ἵνα κτισθῇ. τοῦ δὲ μεσίτου πάλιν καὶ αὐτοῦ κτίσματος τυγχάνοντος ἄραρεν ὅτι κἀκεῖνος ἐδέετο μεσίτου ἑτέρου πρὸς τὴν ἰδίαν σύστασιν. κἄν τις ἄλλον ἐπινοήσῃ, προεπινοήσει τὸν ἐκείνου μεσίτην, ὥστε καὶ εἰς ἄπειρον ἐκπεσεῖν. οὕτω δὲ ἀεὶ τοῦ μεσίτου ζητουμένου οὐδὲ ἡ κτίσις συστῆναι δυνήσεται διὰ τὸ μὴ δύνασθαι, ὡς λέγετε, μηδένα τῶν γενητῶν βαστάξαι τὴν ἄκρατον χεῖρα τοῦ ἀγενήτου. εἰ δὲ τὸ ἄτοπον τοῦτο συνορῶντες ἄρχεσθε λέγειν, ὅτι ὁ υἱὸς κτίσμα ὢν ἱκανὸς γέγονεν, ὥστε ὑπὸ τοῦ ἀγενήτου γενέσθαι, ἐξ ἀνάγκης καὶ τὰ ἄλλα πάντα γενητὰ ὄντα δυνατὰ ἦν παρὰ τοῦ ἀγενήτου ὑπουργηθῆναι· κτίσμα γὰρ καθ᾽ ὑμᾶς κἀκεῖνος ὥσπερ οὖν καὶ ταῦτα πάντα ἐστί.

καὶ περιττὴ λοιπὸν τοῦ λόγου ἡ γένεσις κατὰ τὴν ἀσεβῆ καὶ μωρὰν ὑμῶν ἐπίνοιαν, αὐτάρκους ὄντος τοῦ θεοῦ τὰ πάντα αὐτουργεῖν πάντων τε τῶν γενητῶν δυναμένων τὴν ἄκρατον χεῖρα βαστάξαι τοῦ θεοῦ. ἀνοήτου δὴ οὔσης αὐτῶν τῆς τοιαύτης φρενοβλαβείας, ἴδωμεν εἰ μὴ καὶ τὸ λεγόμενον τοῦτο τῶν ἀσεβῶν τὸ σόφισμα πλέον τῶν ἄλλων αὐτῶν ἀλογώτερον ἀναφανείη. Ἀδὰμ μόνος ὑπὸ μόνου τοῦ θεοῦ διὰ τοῦ λόγου γέγονεν. ἀλλ᾽ οὐκ ἐν τῷ πάλιν τὸν Ἀδὰμ πλέον τι τῶν πάντων ἀνθρώπων ἔχειν ἢ διαφέρειν τῶν μετ᾽ αὐτὸν ἄν τις φήσειεν, εἰ μόνος μὲν αὐτὸς ὑπὸ μόνου τοῦ θεοῦ πεποίηται καὶ πέπλασται, ἡμεῖς δὲ πάντες ἐκ τοῦ Ἀδὰμ γεννώμεθα καὶ κατὰ διαδοχὴν τοῦ γένους συνιστάμεθα, ἕως μόνον καὶ αὐτὸς ἐκ γῆς ἐπλάσθη, καὶ μὴ ὢν πρότερον ὕστερον γέγονεν.

Εἰ δὲ καὶ πλέον τις τῷ πρωτοπλάστῳ δοίη διὰ τὸ κατηξιῶσθαι τῆς τοῦ θεοῦ χειρὸς αὐτόν, ἀλλ᾽ ἐν τιμῇ καὶ μὴ τῇ φύσει τὸ πλέον εἰς αὐτὸν ὁ τοιοῦτος λογιζέσθω. ἐκ γῆς γὰρ γέγονεν ὥσπερ καὶ πάντες· καὶ ἡ χεὶρ δὲ ἡ πλάσασα τότε τὸν Ἀδὰμ αὕτη καὶ νῦν καὶ ἀεὶ τοὺς μετ᾽ ἐκεῖνον πάλιν πλάττει καὶ διασυνίστησι. καὶ τοῦτο ὁ θεὸς αὐτὸς τῷ μὲν Ἰερεμίᾳ, ὡς προεῖπον, φησίν· «πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε». περὶ δὲ τῶν πάντων ἔλεγεν· «ἡ χείρ μου ἐποίησε ταῦτα πάντα». καὶ πάλιν διὰ Ἡσαίου φησίν· «οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ πλάσσων σε ἐν κοιλίᾳ· ἐγὼ κύριος ὁ συντελῶν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν». ὁ δὲ Δαυὶδ τοῦτο γινώσκων ἔψαλλεν· «αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με». καὶ ὁ ἐν τῷ Ἡσαίᾳ λέγων· «οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ» τοῦτο σημαίνει. οὐκοῦν κατὰ τὴν φύσιν οὐδὲν ἡμῶν διαφέρει, κἂν προάγῃ τῷ χρόνῳ, ἕως καὶ τῇ αὐτῇ χειρὶ συνιστάμεθα καὶ κτιζόμεθα πάντες. εἰ τοίνυν οὕτως, ὦ Ἀρειανοί, καὶ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ φρονεῖτε, ὅτι οὕτως καὶ αὐτὸς ὑπέστη καὶ γέγονεν, οὐδὲν καθ᾽ ὑμᾶς τῶν ἄλλων κατὰ τὴν φύσιν διοίσει, ἕως καὶ αὐτὸς οὐκ ἦν καὶ γέγονε καὶ ἐξ ἀρετῆς καὶ αὐτῷ συνεκτίσθη τοῦ ὀνόματος ἡ χάρις.

εἷς γάρ ἐστι καὶ αὐτός, ἀφ᾽ ὧν λέγετε, περὶ ὧν ἐν Ψαλμοῖς τὸ πνεῦμά φησιν· «αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν». τίς τοίνυν ἐστίν, ᾧ ὁ θεὸς ἐνετείλατο, ἵνα καὶ οὗτος κτισθῇ; εἶναι γὰρ δεῖ λόγον, ᾧ ἐντέλλεται ὁ θεὸς καὶ ἐν ᾧ τὰ ποιήματα κτίζεται. ἀλλ᾽ οὐκ ἂν ἔχοιτε δεῖξαι ἕτερον παρὰ τὸν ἀρνεῖσθε λόγον, εἰ μὴ ἄρα τινὰ πάλιν ἔννοιαν ἐπινοήσητε. ναὶ γάρ, φήσουσιν, εὕρομεν· ἥν ποτε λεγόντων καὶ τῶν περὶ Εὐσέβιον ἤκουσα· ‘διὰ τοῦτο πλέον τῶν ἄλλων ἔχειν τὸν τοῦ θεοῦ υἱὸν καὶ λέγεσθαι μονογενῆ τοῦτον νομίζομεν, ἐπειδὴ μόνος μὲν αὐτὸς μετέχει τοῦ πατρός, τὰ δ᾽ ἄλλα πάντα τοῦ υἱοῦ μετέχει’. κεκμήκασι μὲν οὖν ἤδη μεταβαλλόμενοι καὶ μεταλλάσσοντες τὰ ῥήματα ὡς τὰ χρώματα, δειχθήσονται δὲ ὅμως καὶ οὕτως ὡς οἱ ἐκ τῆς γῆς κενολογοῦντες καὶ κυλιόμενοι ὡς ἐν βορβόρῳ ταῖς ἰδίαις ἐννοίαις.

Εἰ μὲν γὰρ ἐκεῖνος μὲν τοῦ θεοῦ υἱός, ἡμεῖς δὲ τοῦ υἱοῦ υἱοὶ καλούμεθα, πιθανὸν ἦν αὐτῶν τὸ πλάσμα· εἰ δὲ τοῦ θεοῦ καὶ ἡμεῖς υἱοὶ λεγόμεθα, οὗ καὶ αὐτός ἐστιν υἱός, δηλονότι καὶ ἡμεῖς τοῦ πατρὸς μετέχομεν τοῦ λέγοντος· «υἱοὺς ἐγέννησα καὶ ὕψωσα». εἰ μὴ γὰρ μετείχομεν αὐτοῦ, οὐκ ἔλεγεν· ‘ἐγέννησα’· εἰ δὲ αὐτὸς ἐγέννησεν, οὐχ ἕτερος ἀλλ᾽ αὐτὸς ἡμῶν ἐστι πατήρ. καὶ οὐ διαφέρει πάλιν, εἰ πλέον ἐκεῖνος ἔχει καὶ πρῶτον γέγονεν· ἡμεῖς δὲ εἰ ἔλαττον καὶ ὕστερον γεγόναμεν, ἕως τοῦ αὐτοῦ πάντες μετέχομεν καὶ τοῦ αὐτοῦ πατρὸς υἱοὶ λεγόμεθα. τὸ γὰρ πλέον καὶ ἔλαττον οὐ τὴν φύσιν ἄλλην δείκνυσιν· ἑκάστῳ γὰρ τῆς ἀρετῆς ἡ πρᾶξις τοῦτο προστίθησι. καὶ ὁ μὲν ἐπὶ δέκα πόλεων, ὁ δὲ ἐπὶ πέντε καθίσταται· καὶ οἱ μὲν καθέζονται «ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ», οἱ δὲ ἀκούουσι· «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου»· καί· «εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ». τοιαῦτα μὲν οὖν ἐκεῖνοι φρονοῦντες εἰκότως φαντάζονται τοιούτου υἱοῦ ἀεὶ μὴ εἶναι τὸν θεὸν πατέρα μηδὲ τὸν τοιοῦτον υἱὸν ἀεὶ εἶναι, ἀλλ᾽ ἐξ οὐκ ὄντων κτίσμα γεγενῆσθαι καὶ μὴ εἶναι πρὶν γεννηθῇ· ἄλλος γάρ ἐστιν οὗτος παρὰ τὸν ἀληθινὸν τοῦ θεοῦ υἱόν.

ἐπειδὴ δὲ ταῦτα λέγειν ἔτι τούτους οὐκ ἔστιν εὐαγές, μᾶλλον γὰρ Σαδδουκαίων καὶ τοῦ Σαμοσατέως ἐστὶ τοῦτο τὸ φρόνημα, λείπει ἄρα κατὰ τὴν ἑτέραν διάνοιαν, καθ᾽ ἣν Ἰσαὰκ τοῦ Ἁβραάμ ἐστιν υἱός, λέγειν εἶναι καὶ τὸν τοῦ θεοῦ υἱόν· τὸ γὰρ ἔκ τινος φύσει γεννώμενον καὶ μὴ ἔξωθεν ἐπικτώμενον υἱὸν οἶδεν ἡ φύσις, καὶ τοῦτο τοῦ ὀνόματός ἐστι τὸ σημαινόμενον. ἆρ᾽ οὖν ἀνθρωποπαθὴς ἡ τοῦ υἱοῦ γέννησις; τοῦτο γὰρ ἴσως κατ᾽ ἐκείνους καὶ αὐτοὶ θελήσουσιν ἀντιθεῖναι μὴ γινώσκοντες. οὐδαμῶς. οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός, ἐπεὶ μηδὲ οἱ ἄνθρωποι ὡς ὁ θεός. οἱ μὲν γὰρ ἐξ ὕλης καὶ ταύτης οὔσης παθητικῆς ἐκτίσθησαν, ὁ δὲ θεὸς ἄυλος καὶ ἀσώματος. εἰ δὲ αἱ αὐταὶ λέξεις ἐπὶ θεοῦ καὶ ἀνθρώπων ἐν ταῖς θείαις ποτὲ κεῖνται γραφαῖς, ἀλλ᾽ ἀνθρώπων ἐστὶ διορατικῶν, ὡς παρήγγειλεν ὁ Παῦλος, προσέχειν τῇ ἀναγνώσει καὶ οὕτω διακρίνειν καὶ κατὰ τὴν ἑκάστου τῶν σημαινομένων φύσιν τὰ γεγραμμένα διαγινώσκειν καὶ μὴ συγχέειν τὴν διάνοιαν, ὥστε τὰ τοῦ θεοῦ μὴ ἀνθρωπίνως νοεῖν μηδὲ τὰ τῶν ἀνθρώπων ὡς περὶ θεοῦ ποτε λογίζεσθαι. τοῦτο γάρ ἐστι τὸν οἶνον ὕδατι μίξαι καὶ πῦρ ἀλλότριον ἐπιβάλλειν ἐπὶ τὸ θυσιαστήριον τῷ θείῳ πυρί.

Καὶ γὰρ καὶ ὁ θεὸς κτίζει, καὶ ἐπ᾽ ἀνθρώπων δὲ τὸ κτίζειν εἴρηται. καὶ ὁ μὲν θεὸς ὤν ἐστι, λέγονται δὲ καὶ οἱ ἄνθρωποι εἶναι παρὰ θεοῦ καὶ τοῦτο λαβόντες ἔχειν. ἆρ᾽ οὖν οὕτως ὁ θεὸς κτίζει ὡς ἄνθρωποι; ἢ οὕτως ὤν ἐστιν ὡς ἄνθρωπος; μὴ γένοιτο. ἄλλως ἐπὶ θεοῦ τὰς λέξεις λαμβάνομεν καὶ ἑτέρως ἐπὶ τῶν ἀνθρώπων ταύτας διανοούμεθα. ὁ μὲν γὰρ θεὸς κτίζει καλῶν τὰ μὴ ὄντα εἰς τὸ εἶναι οὐδενὸς ἐπιδεόμενος, οἱ δὲ ἄνθρωποι τὴν ὑποκειμένην ὕλην ἐργάζονται εὐξάμενοι πρότερον καὶ τὴν ἐπιστήμην τοῦ ποιεῖν λαβόντες παρὰ τοῦ πάντα δημιουργήσαντος θεοῦ διὰ τοῦ ἰδίου λόγου. πάλιν τε οἱ μὲν ἄνθρωποι οὐ δυνάμενοι καθ᾽ ἑαυτοὺς εἶναι ἐν τόπῳ τυγχάνοντές εἰσι περιεχόμενοι καὶ συνεστῶτες ἐν τῷ τοῦ θεοῦ λόγῳ, ὁ δὲ θεὸς ὤν ἐστι καθ᾽ ἑαυτὸν περιέχων τὰ πάντα καὶ ὑπ᾽ οὐδενὸς περιεχόμενος, καὶ ἐν πᾶσι μέν ἐστι κατὰ τὴν ἑαυτοῦ ἀγαθότητα καὶ δύναμιν, ἔξω δὲ τῶν πάντων πάλιν ἐστὶ κατὰ τὴν ἰδίαν φύσιν. ὥσπερ οὖν οὐ τὸν αὐτὸν τρόπον οἱ ἄνθρωποι κτίζουσιν, ὅνπερ τρόπον ὁ θεὸς κτίζει, οὐδ᾽ οὕτως εἰσὶν οἱ ἄνθρωποι, ὥσπερ ἐστὶν ὁ θεός· οὕτως ἄλλως ἐστὶν ἡ τῶν ἀνθρώπων γένεσις καὶ ἄλλως ἐστὶν ὁ υἱὸς ἐκ τοῦ πατρός. τῶν μὲν γὰρ ἀνθρώπων τὰ γεννήματα μέρη πως τῶν γεννώντων εἰσίν, ἐπεὶ καὶ αὐτῶν τῶν σωμάτων ἡ φύσις οὐχ ἁπλῆ τίς ἐστιν, ἀλλὰ ῥευστή, καὶ ἐκ μερῶν ἔχει τὴν σύνθεσιν.

ἀπορρέουσί τε ἄνθρωποι γεννῶντες καὶ πάλιν ἐπιρρεῖ τὰ ἐκ τῶν τροφῶν εἰς αὐτοὺς εἰσαγόμενα· δι᾽ ἣν αἰτίαν καὶ πολλῶν κατὰ καιρὸν τέκνων γίνονται πατέρες οἱ ἄνθρωποι. ὁ δὲ θεὸς ἀμερὴς ὢν ἀμερίστως ἐστὶ καὶ ἀπαθὴς τοῦ υἱοῦ πατήρ. οὔτε γὰρ ἀπορροὴ τοῦ ἀσωμάτου ἔστιν οὔτ᾽ ἐπιρροή τις εἰς αὐτὸν γίνεται ὡς ἐπ᾽ ἀνθρώπων· ἁπλοῦς δὲ ὢν τὴν φύσιν ἑνὸς καὶ μόνου τοῦ υἱοῦ πατήρ ἐστι. διὰ τοῦτο γὰρ καὶ μονογενής ἐστι καὶ μόνος ἐν τοῖς κόλποις τοῦ πατρός ἐστι, μόνον τε αὐτὸν ἐξ ἑαυτοῦ δείκνυσιν ὁ πατὴρ λέγων· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα»· λόγος δέ ἐστιν οὗτος τοῦ πατρός, ἐν ᾧ τὸ ἀπαθὲς καὶ ἀμερὲς τοῦ πατρὸς νοεῖν δυνατόν. λόγος γὰρ οὐδὲ ὁ τῶν ἀνθρώπων κατὰ πάθος καὶ μέρος γεννᾶται, μήτι γε ὁ τοῦ θεοῦ. διὸ καὶ καθέζεται μὲν αὐτὸς ἐν δεξιᾷ τοῦ πατρὸς ὡς λόγος· ἔνθα γάρ ἐστιν ὁ πατήρ, ἐκεῖ καὶ ὁ τούτου λόγος ἐστίν· ἡμεῖς δὲ στήκομεν κρινόμενοι παρ᾽ αὐτοῦ ὡς ποιήματα. καὶ προσκυνεῖται μὲν αὐτὸς διὰ τὸ εἶναι αὐτὸν υἱὸν τοῦ προσκυνητοῦ πατρός, ἡμεῖς δὲ προσκυνοῦμεν κύριον καὶ θεὸν αὐτὸν ὁμολογοῦντες διὰ τὸ εἶναι ἡμᾶς κτίσματα καὶ ἄλλους παρ᾽ ἐκεῖνον.

Τούτων δὲ οὕτως ὄντων σκοπείτω λοιπὸν ὁ βουλόμενος αὐτῶν καὶ γενέσθω τις αὐτοὺς ἐντρέπων, εἰ τὸ ἐκ τοῦ θεοῦ καὶ ἴδιον αὐτοῦ γέννημα θέμις εἰπεῖν ἐξ οὐκ ὄντων ἢ λόγον ἔχει κἂν εἰς ἐνθύμησίν τινος ὅλως ἐλθεῖν, ὅτι τὸ ἐκ τοῦ θεοῦ ἐπισυμβέβηκεν αὐτῷ, ἵνα καὶ τολμήσας εἴπῃ, ὅτι οὐκ ἔστιν ἀεὶ ὁ υἱός. καὶ γὰρ ἐν τούτῳ πάλιν τὰς ἀνθρώπων ἐννοίας ὑπερεξῆλθε καὶ ὑπεραναβέβηκεν ἡ τοῦ υἱοῦ γέννησις. ἡμεῖς μὲν γὰρ τῶν ἰδίων τέκνων ἐν χρόνῳ γινόμεθα πατέρες, ἐπεὶ καὶ αὐτοὶ οὐκ ὄντες πρότερον ὕστερον γεγόναμεν· ὁ δὲ θεὸς ἀεὶ ὢν ἀεὶ τοῦ υἱοῦ πατήρ ἐστι. καὶ τῶν μὲν ἡ γένεσις ἐκ τῶν ὁμοίως ὄντων ἔχει τὴν πίστιν. ἐπειδὴ δὲ «οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ», διὰ τοῦτο οἱ ἅγιοι, οἷς ἀπεκάλυψεν ὁ υἱός, εἰκόνα τινὰ δεδώκασιν ἡμῖν ἐκ τῶν ὁρωμένων λέγοντες· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ»· καὶ πάλιν· «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς»· ὅτε καὶ μεμφόμενος τὸν Ἰσραὴλ ὁ λόγος φησίν· «ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας»· αὕτη δέ ἐστιν ἡ πηγὴ ἡ λέγουσα· «ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος». καὶ μικρὸν μέν ἐστι τὸ παράδειγμα καὶ λίαν ἀμυδρὸν πρὸς τὸ ποθούμενον, δυνατὸν δὲ ὅμως ἐξ αὐτοῦ πλέον τῆς ἀνθρώπου φύσεως κατανοεῖν καὶ μὴ νομίζειν ἴσην τὴν ἡμῶν εἶναι καὶ τὴν τοῦ υἱοῦ γέννησιν.

τίς γὰρ δύναται κἂν λογίσασθαι μὴ εἶναί ποτε τὸ ἀπαύγασμα, ἵνα καὶ τολμήσας εἴπῃ μὴ εἶναι ἀεὶ τὸν υἱόν, ἢ ὅτι οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ; ἢ τίς ἱκανὸς διελεῖν ἀπὸ τοῦ ἡλίου τὸ ἀπαύγασμα ἢ τὴν πηγὴν ἐπινοῆσαί ποτε τῆς ζωῆς ἔρημον, ἵνα καὶ μανεὶς εἴπῃ, ἐξ οὐκ ὄντων ἐστὶν ὁ υἱὸς ὁ λέγων· «ἐγώ εἰμι ἡ ζωή», ἢ ἀλλότριος τῆς τοῦ πατρὸς οὐσίας ὁ λέγων· «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα»; οὕτω γὰρ ἡμᾶς οἱ ἅγιοι βουλόμενοι νοεῖν τοιαῦτα καὶ παραδείγματα δεδώκασι, καὶ ἔστιν ἄτοπον καὶ λίαν ἀσεβὲς τοιαύτας ἐχούσης τῆς γραφῆς τὰς εἰκόνας ἐξ ἄλλων ἡμᾶς περὶ τοῦ κυρίου διανοεῖσθαι τῶν μήτε γεγραμμένων μήτε τινὰ διάνοιαν εἰς εὐσέβειαν ἐχόντων.

Οὐκοῦν λοιπὸν λεγέτωσαν, πόθεν ἄρα καὶ οὗτοι μαθόντες ἢ τίνος αὐτοῖς παραδεδωκότος τοιαῦτα περὶ τοῦ σωτῆρος ὑπονοεῖν ἤρξαντο. ἀνέγνωμεν, φήσουσιν, ἐν ταῖς Παροιμίαις· «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». καὶ γὰρ καὶ οἱ περὶ Εὐσέβιον τοῦτο λέγειν ἐδόκουν, καὶ σὺ δὲ γράφων ἐδήλωσας, ὅτι διὰ πολλῶν μὲν ἀποδείξεων ἀνατρεπόμενοι καὶ οὗτοι κατεγινώσκοντο, τοῦτο δὲ ὅμως αὐτοὶ τὸ ῥητὸν ἄνω καὶ κάτω περιφέροντες ἓν τῶν κτισμάτων τὸν υἱὸν εἶναι ἔλεγον καὶ τοῖς γενητοῖς αὐτὸν συνηρίθμουν. ἀλλὰ καὶ τοῦτο δοκοῦσί μοι μὴ νενοηκέναι καλῶς· ἔχει γὰρ τὴν διάνοιαν εὐσεβῆ καὶ λίαν ὀρθήν, ἣν εἰ καὶ αὐτοὶ νενοήκεισαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐβλασφήμησαν. τὰ γὰρ προειρημένα εἰς τὸ ῥητὸν τοῦτο συμβαλλέτωσαν, καὶ ὄψονται πολλὴν ἐν αὐτοῖς οὖσαν τὴν διαφοράν. τίς γὰρ οὐ συνορᾷ διάνοιαν ἔχων ὀρθήν, ὅτι τὰ μὲν κτιζόμενα καὶ ποιούμενα ἔξωθεν τοῦ ποιοῦντος, ὁ δὲ υἱός, ὡς ἐν τοῖς ἔμπροσθεν ἔδειξεν ὁ λόγος, οὐκ ἔξωθεν ἀλλ᾽ ἐκ τοῦ γεννῶντος πατρὸς ὑπάρχει; καὶ γὰρ ἄνθρωπος κτίζει μὲν οἰκίαν, γεννᾷ δὲ υἱόν, καὶ οὐκ ἄν τις ἀναστρέφων εἴποι τὴν μὲν οἰκίαν καὶ τὴν ναῦν γεννᾶσθαι παρὰ τοῦ κατασκευάζοντος, τὸν δὲ υἱὸν κτίζεσθαι καὶ ποιεῖσθαι παρὰ τοῦ αὐτοῦ, οὐδὲ πάλιν τὴν μὲν οἰκίαν εἰκόνα τοῦ κτίζοντος, τὸν δὲ υἱὸν ἀνόμοιον τοῦ γεννῶντος.

ἀλλὰ μᾶλλον τὸν μὲν υἱὸν εἰκόνα τοῦ πατρὸς ὁμολογήσει, τὴν δὲ οἰκίαν τέχνης εἶναι δημιούργημα, εἰ μή τις ἄρα τὴν διάνοιαν νοσοίη καὶ τὰς φρένας παρεξεστηκὼς τυγχάνοι. ἀμέλει πάντων μᾶλλον ἡ θεία γραφὴ γινώσκουσα τὴν ἑκάστου φύσιν περὶ μὲν τῶν κτιζομένων διὰ Μωυσέος φησίν· «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»· περὶ δὲ τοῦ υἱοῦ οὐχ ἕτερον, ἀλλ᾽ αὐτὸν τὸν πατέρα σημαίνει λέγοντα· «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε»· καὶ πάλιν· «υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε»· αὐτός τε περὶ ἑαυτοῦ ὁ κύριος ἐν Παροιμίαις λέγει· «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με»· καὶ περὶ μὲν τῶν γενητῶν καὶ κτιστῶν ὁ Ἰωάννης φησί· «πάντα δι᾽ αὐτοῦ ἐγένετο»· περὶ δὲ τοῦ κυρίου εὐαγγελιζόμενος λέγει· «ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο». εἰ τοίνυν υἱός, οὐ κτίσμα, εἰ δὲ κτίσμα, οὐχ υἱός· πολλὴ γὰρ ἐν αὐτοῖς ἡ διαφορά. καὶ οὐκ ἂν εἴη αὐτὸς υἱὸς καὶ κτίσμα, ἵνα μὴ καὶ ἐκ τοῦ θεοῦ καὶ ἔξωθεν τοῦ θεοῦ ἡ οὐσία αὐτοῦ νομίζηται.

Ἆρ᾽ οὖν μάτην γέγραπται τοῦτο τὸ ῥητόν; τοῦτο γὰρ πάλιν ἐκεῖνοι περιβομβοῦσιν ὡς ἀγέλη κωνώπων. οὐχί γε, οὐ μάτην γέγραπται, ἀλλὰ καὶ μάλα ἀναγκαίως. καὶ γὰρ καὶ κτίζεσθαι λέγεται, ἀλλ᾽ ὅτε γέγονεν ἄνθρωπος· ἀνθρώπου γὰρ ἴδιον τοῦτο. τὴν δὲ διάνοιαν ταύτην εὑρήσει καλῶς ἐν τοῖς λογίοις κειμένην ὁ μὴ πάρεργον ἡγούμενος τὴν ἀνάγνωσιν, ἀλλὰ καὶ τὸν καιρὸν καὶ τὰ πρόσωπα καὶ τὴν χρείαν τῶν γεγραμμένων ἐρευνῶν καὶ οὕτω τὰ ἀναγνώσματα διακρίνων καὶ διανοούμενος. τὸν μὲν οὖν καιρὸν τοῦ ῥητοῦ τούτου εὑρήσει καὶ γνώσεται, ὅτι ἀεὶ ὢν ὁ κύριος ὕστερον ἐπὶ συντελείᾳ τῶν αἰώνων γέγονεν ἄνθρωπος, καὶ υἱὸς ὢν τοῦ θεοῦ γέγονε καὶ υἱὸς ἀνθρώπου. τὴν δὲ χρείαν νοήσειεν, ὅτι τὸν ἡμῶν θάνατον καταργῆσαι θέλων ἔλαβεν ἑαυτῷ σῶμα ἐκ τῆς παρθένου Μαρίας, ἵνα τοῦτο προσενέγκας θυσίαν ὑπὲρ πάντων τῷ πατρὶ «ἀπαλλάξῃ πάντας ἡμᾶς, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦμεν δουλείας». τὸ δὲ πρόσωπον τοῦ μὲν σωτῆρός ἐστι, τότε δὲ λέγεται, ὅτε λοιπὸν λαβὼν τὸ σῶμα λέγει· «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». ὡς γὰρ υἱῷ θεοῦ ὄντι ἁρμόζει καλῶς τὸ ἀιδίως εἶναι καὶ ἐν κόλποις εἶναι τοῦ πατρός, οὕτως καὶ ἀνθρώπῳ γενομένῳ πρέπουσα φωνὴ τὸ κύριος ἔκτισέ με. τότε γὰρ λέγεται περὶ αὐτοῦ· καὶ ἐπείνασε, καὶ ἐδίψησε, καὶ ἐπυνθάνετο ποῦ Λάζαρος κεῖται, καὶ πέπονθε, καὶ ἀνέστη.

καὶ ὥσπερ ἀκούοντες αὐτὸν κύριον καὶ θεὸν καὶ φῶς ἀληθινὸν νοοῦμεν αὐτὸν ὄντα ἐκ τοῦ πατρός, οὕτως δίκαιόν ἐστιν ἀκούοντας τὸ ἔκτισε καὶ τὸ δοῦλος καὶ τὸ πέπονθε μὴ τῇ θεότητι λογίζεσθαι, ἀνοίκειον γάρ, ἀλλὰ τῇ σαρκὶ ταῦτα μετρεῖν, ἣν δι᾽ ἡμᾶς ἐφόρεσε. ταύτης γὰρ ἴδια ταῦτα, καὶ αὐτὴ ἡ σὰρξ οὐχ ἑτέρου, ἀλλὰ τοῦ λόγου ἐστίν. εἰ δὲ καὶ τὸ ἐκ τούτου χρήσιμον ἐθέλοι τις μαθεῖν, εὑρήσει καὶ τοῦτο· «ὁ γὰρ λόγος σὰρξ ἐγένετο», ἵνα καὶ προσενέγκῃ τοῦτο ὑπὲρ πάντων καὶ ἡμεῖς ἐκ τοῦ πνεύματος αὐτοῦ μεταλαβόντες θεοποιηθῆναι δυνηθῶμεν ἄλλως οὐκ ἂν τούτου τυχόντες, εἰ μὴ τὸ κτιστὸν ἡμῶν αὐτὸς ἐνεδύσατο σῶμα· οὕτω γὰρ καὶ ἄνθρωποι θεοῦ λοιπὸν καὶ ἐν Χριστῷ ἄνθρωποι χρηματίζειν ἠρξάμεθα. ἀλλ᾽ ὥσπερ ἡμεῖς τὸ πνεῦμα λαμβάνοντες οὐκ ἀπόλλυμεν τὴν ἰδίαν ἑαυτῶν οὐσίαν, οὕτως ὁ κύριος γενόμενος δι᾽ ἡμᾶς ἄνθρωπος καὶ σῶμα φορέσας οὐδὲν ἧττον ἦν θεός· οὐ γὰρ ἠλαττοῦτο τῇ περιβολῇ τοῦ σώματος, ἀλλὰ καὶ μᾶλλον ἐθεοποιεῖτο τοῦτο καὶ ἀθάνατον ἀπετέλει.