Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Νικαίᾳ συνόδων

Μέγας Αθανάσιος

Ο Υιός ως αληθινός Λόγος και Δημιουργός

Βιβλική τεκμηρίωση ότι ο Υιός ταυτίζεται με τον Λόγο και τη Σοφία του Θεού Πατέρα, αποτελώντας τον δημιουργό της κτίσεως έναντι των αρειανικών διαιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 11

Ἱκανὰ μὲν οὖν ταῦτα στηλιτεῦσαι τὴν αἵρεσιν τῶν Ἀρειανῶν. καὶ γάρ, ὡς ὁ κύριος δέδωκεν, ἐξ ὧν ἔλεγον αὐτοὶ διηλέγχθησαν ἀσεβοῦντες. φέρε δὴ καὶ ἡμεῖς προτείνωμεν καὶ ἀπαιτήσωμεν καὶ αὐτοὺς ἀποκρίνασθαι· καιρὸς γάρ ἐστιν ἀπορήσαντας αὐτοὺς ἐν τοῖς ἰδίοις ἐρωτᾶσθαι λοιπὸν παρ᾽ ἡμῶν· τάχα κἂν οὕτως ἐντραπέντες ἀναβλέψωσιν, ὅθεν κατέπεσαν, οἱ κακόφρονες. τὸν υἱὸν τοῦ θεοῦ μεμαθήκαμεν ἐκ τῶν θείων γραφῶν, ὡς προείπομεν, αὐτὸν εἶναι τὸν λόγον καὶ τὴν σοφίαν τοῦ πατρός. ὁ μὲν γὰρ ἀπόστολός φησι· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία»· ὁ δὲ Ἰωάννης εἰρηκώς· «καὶ ὁ λόγος σὰρξ ἐγένετο», ἐπήγαγεν εὐθύς· «καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας»· ὡς τοῦ λόγου ὄντος μονογενοῦς υἱοῦ ἔν τε τούτῳ τῷ λόγῳ καὶ τῇ σοφίᾳ γεγενῆσθαι τόν τε οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς. καὶ ταύτης τῆς σοφίας πηγὴν εἶναι τὸν θεὸν ἐν τῷ Βαροὺχ μεμαθήκαμεν, αἰτιαθέντος τοῦ Ἰσραήλ, ὅτι «ἐγκατέλιπε τὴν πηγὴν τῆς σοφίας». εἰ μὲν οὖν ἀρνοῦνται τὰ γεγραμμένα αὐτόθεν ἀλλότριοι καὶ τοῦ ὀνόματος ὄντες, οἰκείως ἂν καλοῖντο καὶ παρὰ πάντων ἄθεοι καὶ χριστομάχοι· οὕτω γὰρ ἑαυτοὺς ἐπωνόμασαν καὶ αὐτοί.

εἰ δὲ συνομολογοῦσιν ἡμῖν εἶναι θεόπνευστα τὰ τῆς γραφῆς ῥήματα, τολμησάτωσαν φανερῶς εἰπεῖν, ἃ κεκρυμμένως φρονοῦσιν, ὅτι ἄλογος καὶ ἄσοφος ἦν ὁ θεός ποτε, καὶ μανέντες εἴπωσιν· ‘ἦν ὅτε οὐκ ἦν’ καὶ ‘πρὶν γεννηθῆναι οὐκ ἦν ὁ Χριστός’· πάλιν τε ἀποφηνάσθωσαν τὴν πηγὴν μὴ ἐξ ἑαυτῆς γεγεννηκέναι τὴν σοφίαν, ἀλλ᾽ ἔξωθεν ἑαυτῆς κεκτῆσθαι ταύτην, ἵνα καὶ τολμήσωσιν εἰπεῖν· ‘ἐξ οὐκ ὄντων γέγονεν ὁ υἱός’. τοῦτο γὰρ οὐκ ἔτι πηγὴν ταύτην δείκνυσιν, ἀλλά τινα λάκκον ὥσπερ ἔξωθεν ὕδωρ λαβόντα κεχρημένον τῷ ὀνόματι τῆς πηγῆς.

Ὅσης μὲν οὖν ἀσεβείας ἐστὶ τοῦτο μεστόν, οὐδένα τῶν κἂν βραχεῖαν αἴσθησιν ἐχόντων ἀμφιβάλλειν ἡγοῦμαι. ἐπειδὴ δὲ τονθορύζοντες λέγουσιν, ὀνόματα μόνον εἶναι τοῦ υἱοῦ λόγος καὶ σοφία, ἀναγκαῖον ἐρωτῆσαι τούτους· εἰ ὀνόματα μόνον ἐστὶ ταῦτα τοῦ υἱοῦ, ἄλλος ἂν αὐτὸς εἴη παρὰ ταῦτα. καὶ εἰ μὲν βελτίων ἐστὶ τῶν ὀνομάτων, οὐχ ὅσιον ἐκ τῶν ἐλαττόνων τὸν βελτίονα σημαίνεσθαι· εἰ δὲ ἐλάττων ἐστὶ τῶν ὀνομάτων, πάντως ἔχει καὶ τὴν αἰτίαν τῆς ἐπὶ τὸ κάλλιον προσηγορίας· τοῦτο δὲ πάλιν προκοπὴν αὐτοῦ σημαίνει, καὶ οὐ μεῖόν ἐστι τῶν προτέρων καὶ τοῦτο τὸ ἀσέβημα. τὸν γὰρ ἐν τῷ πατρὶ ὄντα, ἐν ᾧ καὶ ὁ πατήρ ἐστι, τὸν λέγοντα· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», ὃν καὶ «ὁ ἑωρακὼς ἑώρακε τὸν πατέρα», ὀνομάζειν ὑπό τινος ἔξωθεν βελτιοῦσθαι, πᾶσαν ὑπερβάλλει μανίαν. ἀλλὰ τούτων ἐκπίπτοντες καὶ κατὰ τοὺς περὶ Εὐσέβιον ὑπὸ πολλῆς συνεχόμενοι τῆς ἀπορίας ἐκεῖνο λοιπὸν ἔχουσιν ὑπολειπόμενον, ὃ καὶ ἐν ᾀσματίοις Ἄρειος καὶ ἐν τῇ ἑαυτοῦ Θαλίᾳ ὡς ἐπαπορῶν μυθολογεῖ· ‘πολλοὺς λαλεῖ λόγους ὁ θεός’. ποῖον αὐτῶν ἄρα λέγομεν ἡμεῖς υἱὸν καὶ λόγον μονογενῆ τοῦ πατρός, ἀνόητοι καὶ πάντα μᾶλλον ἢ Χριστιανοί;

πρῶτον μὲν γὰρ τοιαῦτα λαλοῦντες περὶ θεοῦ μικροῦ δεῖν ἄνθρωπον τὸν θεὸν ὑπολαμβάνουσιν, οὕτω λαλοῦντα καὶ παραμείβοντα τοὺς προτέρους τοῖς δευτέροις λόγοις, ὥσπερ οὐκ ἀρκοῦντος ἑνὸς τοῦ ἐκ τοῦ θεοῦ λόγου πᾶσαν τὴν ἐκ τοῦ βουλήματος τοῦ πατρὸς δημιουργίαν καὶ τὴν τούτου πρόνοιαν πληρῶσαι. τὸ μὲν γὰρ πολλοὺς αὐτὸν λαλεῖν λόγους ἀσθένεια τῶν πάντων ἐστίν, ἑκάστου λειπομένου τῆς τοῦ ἑτέρου χρείας, τὸ δὲ ἑνὶ κεχρῆσθαι λόγῳ τὸν θεόν, ὡς καὶ ἔστιν ἀληθῶς, τοῦτο καὶ τοῦ θεοῦ τὴν δύναμιν δείκνυσι καὶ τοῦ ἐξ αὐτοῦ λόγου τὴν τελειότητα καὶ τῶν οὕτω φρονούντων τὴν εὐσεβῆ σύνεσιν.

Εἴθε δὲ καὶ οὗτοι κἂν ἐξ ὧν λέγουσι νῦν ἐθελήσουσιν ὁμολογεῖν τὴν ἀλήθειαν. εἰ γὰρ ἅπαξ διδόασι τὸν θεὸν προφέροντα λόγους, ἴσασιν ὅλως αὐτὸν πατέρα. τοῦτο δὲ γινώσκοντες σκοπείτωσαν, ὅτι μὴ θέλοντες ἕνα διδόναι τοῦ θεοῦ λόγον πολλῶν αὐτὸν εἶναι πατέρα φαντάζονται. καὶ τὸ μὲν ὅλως εἶναι τοῦ θεοῦ λόγον οὐ θέλουσιν ἀρνεῖσθαι, τὸ δὲ εἶναι τοῦτον τοῦ θεοῦ υἱὸν οὐχ ὁμολογοῦσιν. ἔστι δὲ τοῦτο τῆς ἀληθείας ἀγνωσία καὶ τῶν θείων γραφῶν ἀπειρία. εἰ γὰρ ὅλως ὁ θεὸς πατήρ ἐστι λόγου, διατί μὴ καὶ ὁ γεννώμενος υἱός ἐστιν; υἱὸς δὲ πάλιν τοῦ θεοῦ τίς ἂν εἴη ἢ ὁ λόγος αὐτοῦ; καὶ γὰρ οὐ πολλοὶ λόγοι, ἵνα μὴ ἕκαστος ἐνδεής, ἀλλὰ εἷς ὁ λόγος, ἵνα τέλειος μόνος αὐτός, καὶ ὅτι ἑνὸς ὄντος τοῦ θεοῦ μίαν ἔδει καὶ τὴν εἰκόνα εἶναι αὐτοῦ, ἥτις ἐστὶν ὁ υἱός. καὶ γὰρ ὁ τοῦ θεοῦ υἱός, ὡς ἐξ αὐτῶν τῶν λογίων ἐστὶ μαθεῖν, αὐτός ἐστιν ὁ τοῦ θεοῦ λόγος καὶ ἡ σοφία καὶ ἡ εἰκὼν καὶ ἡ χεὶρ καὶ ἡ δύναμις· ἓν γάρ ἐστι τὸ τοῦ θεοῦ γέννημα, καὶ ταῦτα τῆς ἐκ τοῦ πατρὸς γεννήσεώς εἰσι γνωρίσματα.

ἄν τε γὰρ τὸν υἱὸν εἴπῃς, τὸ ἐξ αὐτοῦ φύσει δεδήλωκας· ἄν τε τὸν λόγον ἐνθυμηθῇς, τὸ ἐξ αὐτοῦ πάλιν καὶ τὸ ἀδιαίρετον αὐτοῦ λογίζῃ· καὶ τὴν σοφίαν δὲ λέγων οὐδὲν ἧττον τὸ μὴ ἔξωθεν, ἀλλὰ τὸ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ πάλιν φρονεῖς· ἂν δὲ καὶ τὴν δύναμιν καὶ τὴν χεῖρα ὀνομάσῃς, τὸ ἴδιον πάλιν τῆς οὐσίας λέγεις· καὶ τὴν εἰκόνα δὲ λέγων, τὸν υἱὸν σημαίνεις. τί γὰρ ἂν εἴη ὅμοιον τῷ θεῷ ἢ τὸ ἐξ αὐτοῦ γέννημα; ἀμέλει ἅπερ διὰ τοῦ λόγου γέγονε, ταῦτα τῇ σοφίᾳ τεθεμελίωται· καὶ ἃ ἐν τῇ σοφίᾳ τεθεμελίωται, ταῦτα πάντα ἐν τῇ χειρὶ πεποίηται καὶ διὰ τοῦ υἱοῦ γέγονε. καὶ τούτων οὐκ ἔξωθεν ἡμεῖς, ἀλλ᾽ ἐκ τῶν γραφῶν ἔχομεν τὴν πίστιν. ὁ μὲν γὰρ θεὸς αὐτὸς διὰ Ἡσαίου τοῦ προφήτου λέγει· «ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν», καὶ πάλιν· «καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν». ὁ δὲ Δαυὶδ τοῦτο μαθὼν καὶ εἰδὼς τὴν χεῖρα αὐτὴν οὖσαν τὴν σοφίαν ἔψαλλε· «πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου»· ὡς καὶ Σαλομὼν παρὰ θεοῦ λαβὼν ἔλεγεν· «ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν». Ἰωάννης τε γινώσκων τὴν χεῖρα καὶ τὴν σοφίαν εἶναι τὸν λόγον εὐηγγελίζετο· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν».

ὁ δὲ ἀπόστολος βλέπων τὴν χεῖρα, τὴν σοφίαν, τὸν λόγον αὐτὸν ὄντα τὸν υἱόν φησι· «πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων· δι᾽ οὗ καὶ ἐποίησε τοὺς αἰῶνας», καὶ πάλιν· «εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾽ αὐτοῦ». εἰδὼς δὲ πάλιν τὸν λόγον, τὴν σοφίαν, τὸν υἱὸν αὐτὸν ὄντα τὴν εἰκόνα τοῦ πατρός φησιν ἐν τῇ πρὸς Κολασσαεῖς ἐπιστολῇ· «εὐχαριστοῦντες τῷ θεῷ καὶ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι, τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν». ὡς γὰρ διὰ τοῦ λόγου, οὕτως εἰκόνος αὐτοῦ ὄντος ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. οὕτως δέ τις περὶ τοῦ κυρίου διανοούμενος οὐ προσκόψει τῷ λίθῳ τοῦ προσκόμματος, ἀλλὰ μᾶλλον πορεύσεται πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς τῆς ἀληθείας.

τοῦτο γὰρ ὄντως ἐστὶ τῆς εὐσεβείας τὸ φρόνημα, κἂν διαρραγῶσιν οὗτοι φιλονεικοῦντες μήτε τὸν θεὸν σεβόμενοι μήτε τοὺς ἐκ τῶν ἀποδείξεων ἐλέγχους ἐντρεπόμενοι.