Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Νικαίᾳ συνόδων

Μέγας Αθανάσιος

Η αναγκαιότητα και η ορθόδοξη ερμηνεία των συνοδικών όρων

Δικαιολόγηση της χρήσης των μη αγιογραφικών φράσεων «εκ της ουσίας» και «ομοούσιον», και επεξήγηση του πνευματικού και θεολογικού τους νοήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 11

Οἱ μὲν οὖν περὶ Εὐσέβιον οὕτως ἐξεταζόμενοι τότε διὰ πολλῶν καὶ καταγνόντες ἑαυτῶν, καθὰ προεῖπον, ὑπέγραψαν καὶ μεταγνόντες ἠρέμησαν καὶ ἀνεχώρησαν. ἐπειδὴ δὲ οὗτοι νεανιευόμενοι ταῖς ἀσεβείαις καὶ σκοτοδινιῶντες περὶ τὴν ἀλήθειαν οὐδὲν ἕτερον ἢ κακηγορεῖν τὴν σύνοδον ἐπιχειροῦσιν, εἰπάτωσαν ἡμῖν, ἐκ ποίων αὐτοὶ γραφῶν μαθόντες ἢ παρὰ τίνος τῶν ἁγίων ἀκούσαντες συμπεφορήκασιν ἑαυτοῖς ῥημάτια, τὸ ‘ἐξ οὐκ ὄντων’ καὶ ‘οὐκ ἦν πρὶν γεννηθῇ’ καὶ τὸ ‘ἦν ποτε ὅτε οὐκ ἦν’ καὶ τὸ ‘τρεπτόν’ καὶ τὸ ‘προυπάρχειν’ καὶ τὸ ‘θελήματι’, ἐν οἷς κατὰ τοῦ κυρίου παίζοντες μυθολογοῦσιν. ὁ μὲν γὰρ μακάριος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους φησί· «πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι». ἀλλ᾽ οὐδὲν κοινὸν τῷ λόγῳ πρὸς τοὺς αἰῶνας· αὐτὸς γάρ ἐστιν ὁ προυπάρχων πρὸ τῶν αἰώνων, δι᾽ οὗ καὶ οἱ αἰῶνες γεγόνασιν. ἐν δὲ τῷ Ποιμένι γέγραπται, ἐπειδὴ καὶ τοῦτο καίτοι μὴ ὂν ἐκ τοῦ κανόνος προφέρουσι· «πρῶτον πάντων πίστευσον, ὅτι εἷς ἐστιν ὁ θεός, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα». ἀλλὰ καὶ τοῦτο πάλιν οὐδὲν πρὸς τὸν υἱόν ἐστι· περὶ γὰρ τῶν πάντων λέγει τῶν δι᾽ αὐτοῦ γενομένων, ὧν καὶ ἄλλος ἐστὶν αὐτός.

οὐ γὰρ οἷόν τε τὸν δημιουργοῦντα τοῖς ὑπ᾽ αὐτοῦ γενομένοις συγκαταριθμεῖν, εἰ μὴ καὶ τὸν ἀρχιτέκτονα τοῖς ὑπ᾽ αὐτοῦ γενομένοις οἰκοδομήμασι τὸν αὐτὸν ἄν τις παραφρονῶν λέγοι. διατί τοίνυν ἀγράφους αὐτοὶ λέξεις πρὸς ἀσέβειαν ἐφευρόντες, αἰτιῶνται τοὺς ἀγράφοις λέξεσιν εὐσεβοῦντας; τὸ μὲν γὰρ ἀσεβεῖν παντελῶς κεκώλυται, κἂν ποικίλοις ῥήμασι καὶ πιθανοῖς σοφίσμασι περιβάλλειν αὐτό τις ἐπιχειρῇ· τὸ δὲ εὐσεβεῖν ὅσιον παρὰ πᾶσιν ὡμολόγηται, κἂν ξενιζούσαις λέξεσί τις χρήσηται, ἕως μόνον ὁ λέγων εὐσεβὲς ἔχοι τὸ φρόνημα καὶ δι᾽ αὐτῶν, ὃ νενόηκεν, εὐσεβῶς βούλεται σημαίνειν. τὰ μὲν οὖν προειρημένα τῶν χριστομάχων χαμαίζηλα ῥημάτια προαπέδειξεν ὁ λόγος καὶ τότε καὶ νῦν πάσης ἀσεβείας ὄντα μεστά, τὰ δὲ παρὰ τῆς συνόδου γραφέντα καὶ ὁρισθέντα κατ᾽ αὐτῶν ἐὰν ἐρευνήσῃ τις ἀκριβῶς, εὑρήσει πάντως ἐν αὐτοῖς τὸν τῆς ἀληθείας νοῦν περιεχόμενον, ἂν μάλιστα καὶ τὴν πρόφασιν τῶν τοιούτων λέξεων ἔχουσαν τὸ εὔλογον φιλομαθῶς ἐρωτήσας ἀκούσῃ· ἔστι γὰρ αὕτη.

Τῆς συνόδου βουλομένης τὰς μὲν τῶν Ἀρειανῶν τῆς ἀσεβείας λέξεις ἀνελεῖν, τὰς δὲ τῶν γραφῶν ὁμολογουμένας φωνὰς γράψαι, ὅτι τε υἱός ἐστιν οὐκ ἐξ οὐκ ὄντων, ἀλλ᾽ ἐκ τοῦ θεοῦ, καὶ λόγος ἐστὶ καὶ σοφία, ἀλλ᾽ οὐ κτίσμα οὐδὲ ποίημα, ἴδιον δὲ ἐκ τοῦ πατρὸς γέννημα, οἱ περὶ Εὐσέβιον ὑπὸ τῆς πολυχρονίου κακοδοξίας ἑαυτῶν ἑλκόμενοι ἐβούλοντο τὸ ἐκ τοῦ θεοῦ κοινὸν εἶναι πρὸς ἡμᾶς καὶ τὸν τοῦ θεοῦ λόγον μηδέν τε ἐν τούτῳ διαφέρειν ἡμῶν αὐτὸν διὰ τὸ γεγράφθαι· «εἷς θεὸς ἐξ οὗ τὰ πάντα», καὶ πάλιν· «τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά, τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ». ἀλλ᾽ οἱ πατέρες θεωρήσαντες ἐκείνων τὴν πανουργίαν καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν ἠναγκάσθησαν λοιπὸν λευκότερον εἰπεῖν τὸ ἐκ τοῦ θεοῦ καὶ γράψαι ‘ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν υἱὸν’ ὑπὲρ τοῦ μὴ τὸ ἐκ τοῦ θεοῦ κοινὸν καὶ ἴσον τοῦ τε υἱοῦ καὶ τῶν γενητῶν νομίζεσθαι, ἀλλὰ τὰ μὲν ἄλλα πάντα κτίσμα, τὸν δὲ λόγον μόνον ἐκ τοῦ πατρὸς πιστεύεσθαι. κἂν γὰρ ἐκ τοῦ θεοῦ τὰ πάντα λέγηται, ἀλλὰ ἄλλως ἢ ὡς ἔστιν ὁ υἱὸς εἴρηται.

τὰ μὲν γὰρ κτίσματα διὰ τὸ μὴ εἶναι εἰκῆ καὶ ἐκ ταὐτομάτου μηδὲ κατὰ τύχην ἔχειν τὴν γένεσιν κατὰ τοὺς λέγοντας ἐξ ἀτόμων συμπλοκῆς καὶ ὁμοιομερῶν, ἢ ὥς τινες τῶν αἱρετικῶν ἄλλον δημιουργὸν λέγουσιν, ἢ ὡς πάλιν ἄλλοι ὑπό τινων ἀγγέλων λέγουσιν εἶναι τὴν τῶν πάντων σύστασιν, ἀλλ᾽ ὅτι τοῦ θεοῦ ὄντος τὰ πάντα παρ᾽ αὐτοῦ διὰ τοῦ λόγου οὐκ ὄντα πρότερον εἰς τὸ εἶναι γέγονε, διὰ τοῦτο εἴρηται τὸ ἐκ τοῦ θεοῦ. ὁ δὲ λόγος, ἐπεὶ μὴ κτίσμα ἐστίν, εἴρηται καὶ ἔστι μόνος ἐκ τοῦ πατρός, τῆς δὲ τοιαύτης διανοίας γνώρισμα τὸ εἶναι τὸν υἱὸν ἐκ τῆς οὐσίας τοῦ πατρός· οὐδενὶ γὰρ τῶν γενητῶν ὑπάρχει τοῦτο. ἀμέλει τὰ πάντα λέγων ὁ Παῦλος ἐκ τοῦ θεοῦ εὐθὺς ἐπήγαγε· «καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα», ἵνα δείξῃ πᾶσιν, ὅτι ἄλλος μέν ἐστιν ὁ υἱὸς τῶν πάντων τῶν ἐκ τοῦ θεοῦ γενομένων· τὰ γὰρ ἐκ τοῦ θεοῦ γενόμενα διὰ υἱοῦ γέγονε· τῆς δὲ δημιουργίας χάριν τῆς παρὰ θεοῦ γενομένης ταῦτ᾽ εἴρηκε καὶ οὐ διὰ τὸ εἶναι καὶ τὰ πάντα ὡς ἔστιν ὁ υἱὸς ἐκ τοῦ πατρός. οὔτε γὰρ τὰ πάντα ὡς ὁ υἱὸς οὔτε ὁ λόγος εἷς τῶν πάντων ἐστί· τῶν γὰρ πάντων κύριος καὶ δημιουργός ἐστι.

διὰ τοῦτο γὰρ καὶ ἡ ἁγία σύνοδος λευκότερον εἴρηκεν ἐκ τῆς οὐσίας αὐτὸν εἶναι τοῦ πατρός, ἵνα καὶ ἄλλος παρὰ τὴν τῶν γενητῶν φύσιν ὁ λόγος εἶναι πιστευθῇ μόνος ὢν ἀληθῶς ἐκ τοῦ θεοῦ, καὶ μηκέτι πρόφασις πρὸς ἀπάτην ὑπολείπηται τοῖς ἀσεβοῦσι. περὶ μὲν οὖν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη.

Τῶν δὲ ἐπισκόπων πάλιν λεγόντων δεῖν γραφῆναι δύναμιν ἀληθινὴν καὶ εἰκόνα τοῦ πατρὸς τὸν λόγον ὅμοιόν τε καὶ ἀπαράλλακτον αὐτὸν κατὰ πάντα τῷ πατρὶ καὶ ἄτρεπτον καὶ ἀεὶ καὶ ἐν αὐτῷ εἶναι ἀδιαιρέτως—οὐδέποτε γὰρ οὐκ ἦν, ἀλλὰ ἦν ὁ λόγος ἀεὶ ὑπάρχων ἀιδίως παρὰ τῷ πατρὶ ὡς ἀπαύγασμα φωτός—οἱ περὶ Εὐσέβιον ἠνείχοντο μὲν μὴ τολμῶντες ἀντιλέγειν διὰ τὴν αἰσχύνην, ἣν εἶχον ἐφ᾽ οἷς ἠλέγχθησαν, κατελήφθησαν δὲ πάλιν πρὸς ἑαυτοὺς τονθορύζοντες καὶ διανεύοντες τοῖς ὀφθαλμοῖς, ὅτι καὶ τὸ ὅμοιον καὶ τὸ ἀεὶ καὶ τὸ τῆς δυνάμεως ὄνομα καὶ τὸ ἐν αὐτῷ κοινὰ πάλιν ἐστὶ πρὸς ἡμᾶς καὶ τὸν υἱόν, καὶ οὐδὲν λυπεῖ τούτοις ἡμᾶς συνθέσθαι. τὸ μὲν ὅμοιον, ὅτι καὶ περὶ ἡμῶν ἐγράφη· «εἰκών ἐστιν ὁ ἄνθρωπος καὶ δόξα θεοῦ ὑπάρχει», τὸ δὲ ἀεί, ὅτι γέγραπται· «ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες», τὸ δὲ ἐν αὐτῷ, ὅτι «ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν», καὶ τὸ ἄτρεπτον δέ, ὅτι γέγραπται· «οὐδὲν ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ», περὶ δὲ τῆς δυνάμεως, ὅτι καὶ ἡ κάμπη καὶ ὁ βροῦχος μὲν λέγονται δύναμις καὶ δύναμις μεγάλη, πολλάκις δὲ καὶ περὶ τοῦ λαοῦ γέγραπται, ὥσπερ· «ἐξῆλθε πᾶσα ἡ δύναμις κυρίου ἐκ γῆς Αἰγύπτου», καὶ ἄλλαι δὲ οὐρανίαι δυνάμεις εἰσί· «κύριος γάρ», φησί, «τῶν δυνάμεων μεθ᾽ ἡμῶν· ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ».

τοιαῦτα γὰρ καὶ Ἀστέριος ὁ λεγόμενος σοφιστὴς παρ᾽ αὐτῶν μαθὼν ἔγραψε καὶ παρ᾽ αὐτοῦ δὲ Ἄρειος μαθών, ὥσπερ εἴρηται. ἀλλ᾽ οἱ ἐπίσκοποι καὶ ἐν τούτῳ θεωρήσαντες τὴν ὑπόκρισιν ἐκείνων καὶ ὅτι κατὰ τὸ γεγραμμένον «ἐν καρδίαις τῶν ἀσεβῶν δόλος ἐστὶ τεκταινομένων κακά», ἠναγκάσθησαν καὶ αὐτοὶ αὖθις συναγαγεῖν ἐκ τῶν γραφῶν τὴν διάνοιαν καί, ἅπερ πρότερον ἔλεγον, ταῦτα πάλιν λευκότερον εἰπεῖν καὶ γράψαι, ὁμοούσιον εἶναι τῷ πατρὶ τὸν υἱόν, ἵνα μὴ μόνον ὅμοιον τὸν υἱόν, ἀλλὰ ταὐτὸν τῇ ὁμοιώσει ἐκ τοῦ πατρὸς εἶναι σημαίνωσι καὶ ἄλλην οὖσαν τὴν τοῦ υἱοῦ ὁμοίωσιν καὶ ἀτρεψίαν δείξωσι παρὰ τὴν ἐν ἡμῖν λεγομένην μίμησιν, ἣν ἐξ ἀρετῆς διὰ τὴν τῶν ἐντολῶν τήρησιν ἡμεῖς προσλαμβάνομεν. τὰ μὲν γὰρ τῶν σωμάτων ὅμοια πρὸς ἑαυτὰ τυγχάνοντα δυνατόν πως διίστασθαι καὶ μακρὰν ἀπ᾽ ἀλλήλων γίνεσθαι, οἷοί εἰσιν οἱ τῶν ἀνθρώπων υἱοὶ πρὸς τοὺς γεννήσαντας, ὡς γέγραπται περὶ τοῦ Ἀδὰμ καὶ τοῦ ἐξ αὐτοῦ γεννηθέντος Σήθ, ὃς ἦν ὅμοιος αὐτῷ «κατὰ τὴν ἰδέαν αὐτοῦ».

ἐπειδὴ δὲ ἡ ἐκ πατρὸς τοῦ υἱοῦ γέννησις ἄλλη παρὰ τὴν ἀνθρώπων φύσιν ἐστὶ καὶ οὐ μόνον ὅμοιος, ἀλλὰ καὶ ἀδιαίρετός ἐστι τῆς τοῦ πατρὸς οὐσίας καὶ ἓν μέν εἰσιν αὐτὸς καὶ ὁ πατήρ, ὡς αὐτὸς εἴρηκεν, ἀεὶ δὲ ἐν τῷ πατρί ἐστιν ὁ λόγος καὶ ὁ πατὴρ ἐν τῷ λόγῳ, ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς—τοῦτο γὰρ καὶ ἡ λέξις σημαίνει—, διὰ τοῦτο ἡ σύνοδος τοῦτο νοοῦσα καλῶς ὁμοούσιον ἔγραψεν, ἵνα τήν τε τῶν αἱρετικῶν κακοήθειαν ἀνατρέψωσι καὶ δείξωσιν ἄλλον εἶναι τῶν γενητῶν τὸν λόγον. καὶ γὰρ τοῦτο γράψαντες εὐθὺς ἐπήγαγον· «τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν υἱὸν τοῦ θεοῦ ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ποίημα ἢ ἐξ ἑτέρας οὐσίας τούτους ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία». ταῦτα δὲ εἰρηκότες ἐδήλωσαν φανερῶς, ὅτι τὸ ἐκ τῆς οὐσίας καὶ τὸ ὁμοούσιον ἀναιρετικὰ τῶν τῆς ἀσεβείας λογαρίων εἰσίν, ἅπερ ἐστὶ κτίσμα καὶ ποίημα καὶ γενητὸν καὶ τρεπτὸν καὶ οὐκ ἦν πρὶν γεννηθῇ. ὁ γὰρ ταῦτα φρονῶν ἀντιλέγει τῇ συνόδῳ, ὁ δὲ τὰ Ἀρείου μὴ φρονῶν ἐξ ἀνάγκης τὰ τῆς συνόδου φρονεῖ καὶ διανοεῖται καλῶς αὐτὰ βλέπων, ὅπως ἐστὶ τὸ ἀπαύγασμα πρὸς τὸ φῶς, καὶ ἐξ αὐτοῦ τὴν εἰκόνα τῆς ἀληθείας λαμβάνων.

Οὐκοῦν εἰ τὰ ῥήματα καὶ οὗτοι ὡς ξένα προφασίζονται, φρονείτωσαν τὴν διάνοιαν, καθ᾽ ἣν ἡ σύνοδος οὕτως ἔγραψεν, ἀναθεματίζοντες ἅπερ ἀνεθεμάτισεν ἡ σύνοδος καὶ λοιπόν, εἰ δύνανται, μεμφέσθωσαν τὰς λέξεις. εὖ δὲ οἶδα, ὅτι φρονήσαντες τὴν διάνοιαν τῆς συνόδου καὶ τὰ ῥήματα τῆς διανοίας πάντως ἀποδέξονται. ἂν δὲ καὶ ταύτην αἰτιᾶσθαι θελήσωσι, δῆλοι πᾶσίν εἰσι μάτην καὶ περὶ ἐκείνων λέγοντες καὶ μόνον ἀφορμὰς ἑαυτοῖς εἰς ἀσέβειαν ἐπινοοῦντες. ἡ μὲν οὖν πρόφασις τῶν τοιούτων λέξεων αὕτη· εἰ δ᾽ ὅτι καὶ μὴ ἔγγραφοί εἰσι πάλιν γογγύζουσιν, αὐτόθεν μὲν αὐτοὶ ἐκβαλλέσθωσαν ὡς κενολογοῦντες καὶ τὸν νοῦν οὐχ ὑγιαίνοντες· ἑαυτοὺς δὲ καὶ ἐν τούτοις αἰτιάσθωσαν, ὅτι πρῶτοι παρασχόντες τὴν τοιαύτην πρόφασιν ἐξ ἀγράφων θεομαχεῖν ἤρξαντο. γινωσκέτω δὲ ὅμως, εἴ τίς ἐστι φιλομαθής, ὅτι εἰ καὶ μὴ οὕτως ἐν ταῖς γραφαῖς εἰσιν αἱ λέξεις, ἀλλά, καθάπερ εἴρηται πρότερον, τὴν ἐκ τῶν γραφῶν διάνοιαν ἔχουσι καὶ ταύτην ἐκφωνούμεναι σημαίνουσι τοῖς ἔχουσιν εἰς εὐσέβειαν τὴν ἀκοὴν ὁλόκληρον. σκοπεῖν δὲ τοῦτό σε μὲν ἔξεστιν, ἐκείνους δὲ κατακούειν τοὺς ἀπαιδεύτους. δέδεικται ἐν τοῖς ἔμπροσθεν, καὶ τοῦτ᾽ ἔστιν ἀληθὲς πιστεύειν, τὸν λόγον ἐκ τοῦ πατρὸς εἶναι καὶ μόνον ἴδιον αὐτοῦ καὶ φύσει γέννημα. πόθεν γὰρ ἄλλοθεν νοήσειέ τις τὸν υἱόν, ὅς ἐστιν ἡ σοφία καὶ ὁ λόγος, ἐν ᾧ τὰ πάντα γέγονεν, ἢ ἐξ αὐτοῦ τοῦ θεοῦ;

ὅμως δὲ τοῦτο καὶ παρὰ τῶν γραφῶν μεμαθήκαμεν, τοῦ μὲν πατρὸς διὰ τοῦ Δαυὶδ λέγοντος· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», καί· «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», τοῦ δὲ υἱοῦ περὶ ἑαυτοῦ δεικνύντος τοῖς Ἰουδαίοις «εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ πατρὸς ἐξῆλθον», καὶ πάλιν· «οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα», καὶ μὴν καὶ τό· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καί· «ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί» ἴσον ἐστὶ τῷ λέγειν· ἐγὼ ἐκ τοῦ πατρός εἰμι καὶ ἀδιαίρετος αὐτοῦ. καὶ ὁ Ἰωάννης δὲ λέγων· «ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο», μαθὼν ταῦτα παρὰ τοῦ πατρὸς εἴρηκε. τί γὰρ ἄλλο τὸ ἐν κόλποις σημαίνει ἢ τὴν γνησίαν ἐκ τοῦ πατρὸς τοῦ υἱοῦ γέννησιν;

Εἰ μὲν οὖν τὸν θεὸν ἡγεῖταί τις εἶναι σύνθετον ὡς ἐν τῇ οὐσίᾳ τὸ συμβεβηκὸς ἢ ἔξωθέν τινα περιβολὴν ἔχειν καὶ καλύπτεσθαι ἢ εἶναί τινα περὶ αὐτὸν τὰ συμπληροῦντα τὴν οὐσίαν αὐτοῦ, ὥστε λέγοντας ἡμᾶς θεὸν ἢ ὀνομάζοντας πατέρα μὴ αὐτὴν τὴν ἀόρατον αὐτοῦ καὶ ἀκατάληπτον οὐσίαν σημαίνειν, ἀλλά τι τῶν περὶ αὐτόν, μεμφέσθωσαν μὲν τὴν σύνοδον γράψασαν ἐκ τῆς οὐσίας εἶναι τοῦ θεοῦ τὸν υἱόν, κατανοείτωσαν δέ, ὅτι δύο ταῦτα βλασφημοῦσιν οὕτω διανοούμενοι. τόν τε γὰρ θεὸν σωματικόν τινα εἰσάγουσι καὶ τὸν κύριον οὐκ αὐτοῦ τοῦ πατρός, ἀλλὰ τῶν περὶ αὐτὸν εἶναι υἱὸν καταψεύδονται. εἰ δὲ ἁπλοῦν τί ἐστιν ὁ θεός, ὥσπερ οὖν καὶ ἔστι, δηλονότι λέγοντες τὸν θεὸν καὶ ὀνομάζοντες τὸν πατέρα οὐδέν τι ὡς περὶ αὐτὸν ὀνομάζομεν, ἀλλ᾽ αὐτὴν τὴν οὐσίαν αὐτοῦ σημαίνομεν. κἂν γὰρ καταλαβεῖν ὅ, τί ποτέ ἐστιν ἡ τοῦ θεοῦ οὐσία, μὴ ᾖ δυνατόν, ἀλλὰ μόνον νοοῦντες εἶναι τὸν θεὸν καὶ τῆς γραφῆς ἐν τούτοις αὐτὸν σημαινούσης οὐκ ἄλλον τινὰ καὶ ἡμεῖς ἢ αὐτὸν σημᾶναι θέλοντες λέγομεν θεὸν καὶ πατέρα καὶ κύριον. ὅταν γοῦν λέγῃ· «ἐγώ εἰμι ὁ ὤν», καὶ τὸ «ἐγώ εἰμι κύριος ὁ θεός», καὶ ὅπου ποτὲ λέγει ἡ γραφὴ ‘ὁ θεός’, ἡμεῖς ἀναγινώσκοντες οὐδὲν ἕτερον ἢ αὐτὴν τὴν ἀκατάληπτον αὐτοῦ οὐσίαν σημαινομένην νοοῦμεν καὶ ὅτι ἔστιν ὅνπερ λέγουσιν.

οὐκοῦν μὴ ξενιζέσθω τις ἀκούων ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν υἱὸν τοῦ θεοῦ, ἀλλὰ καὶ μᾶλλον ἀποδεχέσθω τοὺς πατέρας διακαθάραντας τὸν νοῦν καὶ λευκότερον καὶ ὡς ἐκ παραλλήλου τὸ ἐκ τοῦ θεοῦ γράψαντας τὸ ἐκ τῆς οὐσίας. ταὐτὸν γὰρ ἡγήσαντο τὸ λέγειν ἐκ τοῦ θεοῦ καὶ τὸ λέγειν ἐκ τῆς οὐσίας τοῦ θεοῦ εἶναι τὸν λόγον, ἐπεὶ καὶ τὸ θεός, καθὰ προεῖπον, οὐδὲν ἕτερον ἢ τὴν οὐσίαν αὐτοῦ τοῦ ὄντος σημαίνει. εἰ μὲν οὖν μὴ ἐκ τοῦ θεοῦ ἐστιν ὁ λόγος, ὡς ἂν εἴη υἱὸς φύσει γνήσιος ἐκ πατρός, ἀλλ᾽ ὡς τὰ κτίσματα διὰ τὸ δεδημιουργῆσθαι λέγεται καὶ αὐτὸς ὡς τὰ πάντα ἐκ τοῦ θεοῦ, οὔτε ἐκ τῆς οὐσίας ἐστὶ τοῦ πατρὸς οὔτε αὐτὸς ὁ υἱὸς κατ᾽ οὐσίαν ἐστὶν υἱός, ἀλλ᾽ ἐξ ἀρετῆς, ὡς ἡμεῖς οἱ κατὰ χάριν καλούμενοι υἱοί. εἰ δὲ ἐκ τοῦ θεοῦ ἐστι μόνος ὡς υἱὸς γνήσιος, ὥσπερ οὖν καὶ ἔστι, λεχθείη ἂν εἰκότως καὶ ἐκ τῆς οὐσίας τοῦ θεοῦ ὁ υἱός.

Καὶ γὰρ καὶ τὸ παράδειγμα τοῦ φωτὸς καὶ τοῦ ἀπαυγάσματος τοιοῦτον ἔχει τὸν νοῦν. οὐ γὰρ κατὰ τὸ ἐξαπτόμενον ἐκ τῆς θέρμης τοῦ ἡλίου πῦρ, ὅπερ καὶ σβέννυσθαι πάλιν εἴωθεν, εἰρήκασιν οἱ ἅγιοι εἶναι τὸν λόγον πρὸς τὸν θεόν, τοῦτο γὰρ ἔργον ἔξωθεν καὶ κτίσμα τοῦ ποιοῦντος ἦν, ἀλλὰ ἀπαύγασμα αὐτὸν εὐηγγελίσαντο πάντες, ἵνα τὸ ἐκ τῆς οὐσίας ἴδιον καὶ ἀδιαίρετον καὶ τὴν πρὸς τὸν πατέρα ἑνότητα δηλώσωσι. καὶ γὰρ οὕτω καὶ τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον αὐτὸν ἀληθῶς εἶναι σωθήσεται· πῶς γὰρ ἂν ἄλλως εἴη τοιοῦτος, εἰ μὴ τῆς τοῦ πατρὸς οὐσίας ἴδιόν ἐστι γέννημα; ἀνάγκη γὰρ καὶ ἐν τούτῳ τὴν ταυτότητα πρὸς τὸν ἑαυτοῦ πατέρα σώζειν. οὕτω δὴ τοῦ λόγου φανέντος εὐσεβοῦς ἀκόλουθον ἂν εἴη μηδὲ ἐπὶ τῷ ὁμοουσίῳ ξενίζεσθαι τοὺς χριστομάχους, ἐχούσης καὶ τῆς λέξεως ταύτης ὑγιῆ τὴν διάνοιαν καὶ τὴν ἀπόδειξιν. εἰ γὰρ δή φαμεν ἐκ τῆς οὐσίας εἶναι τοῦ θεοῦ τὸν λόγον (λοιπὸν γὰρ ἡ λέξις ὁμολογείσθω καὶ παρ᾽ αὐτῶν), τί ἂν εἴη τοῦτο ἢ τὸ ἀληθῶς καὶ ἀίδιον τῆς οὐσίας, ἐξ ἧς καὶ γεγέννηται; οὐ γὰρ ἑτεροειδές, ἵνα μὴ ξένον καὶ ἀνόμοιον τῇ οὐσίᾳ τοῦ πατρὸς ἐπιμιγνύηται, οὐδὲ ἔξωθεν ἁπλῶς ὅμοιος, ἵνα μὴ καθ᾽ ἕτερον ἢ ὅλως ἑτεροούσιος φαίνηται, ὥσπερ χαλκὸς στίλβων καὶ χρυσὸς καὶ ἄργυρος καὶ κασσίτερος.

ταῦτα γὰρ ξένα καὶ ἑτεροφυῆ ἀλλήλων καὶ ἀπεσχοινισμένα τῇ φύσει καὶ τῇ δυνάμει τυγχάνουσι· καὶ οὔτε ὁ χαλκὸς ἴδιος τοῦ χρυσοῦ οὔτε ἡ φάσσα ἐκ τῆς περιστερᾶς, ἀλλὰ ὅμοια μὲν νομίζεται εἶναι, ἑτεροούσια δὲ ἀλλήλων ἐστίν. εἰ μὲν οὖν καὶ ὁ υἱὸς οὕτως ἐστίν, ἔστω κτίσμα ὥσπερ καὶ ἡμεῖς καὶ μὴ ὁμοούσιος· εἰ δὲ υἱός ἐστι λόγος, σοφία, εἰκὼν τοῦ πατρός, ἀπαύγασμα, εἰκότως ὁμοούσιος ἂν εἴη. εἰ 〈μὴ〉 γὰρ τὸ μὴ ἐκ τοῦ θεοῦ, ἀλλ᾽ ὡς ὄργανον ἑτεροφυὲς καὶ ἑτεροούσιον δείκνυται, καλῶς ἄρα ἡ σύνοδος ἔγραψε καὶ νενόηκεν ὀρθῶς.

Ἐξῃρήσθω δὲ πάλιν ἐν τούτοις πᾶς λογισμὸς σωματικός, φαντασίαν τε πάσης αἰσθήσεως ὑπερβάντες καθαρᾷ τῇ νοήσει καὶ μόνῳ τῷ νῷ νοῶμεν υἱοῦ πρὸς πατέρα τὸ γνήσιον καὶ λόγου τὴν πρὸς τὸν θεὸν ἰδιότητα καὶ τὴν ἀπαράλλακτον ὁμοιότητα τοῦ ἀπαυγάσματος πρὸς τὸ φῶς. ὡς γὰρ τὸ γέννημα καὶ τὸ υἱὸς οὐκ ἀνθρώπινον, ἀλλ᾽ ὡς θεῷ πρέπον ἐστίν, εἴρηταί τε καὶ ἔστι, τὸν αὐτὸν τρόπον τὴν λέξιν τοῦ ὁμοουσίου ἀκούοντες μὴ εἰς τὰς ἀνθρωπίνας αἰσθήσεις πίπτοντες μερισμοὺς καὶ διαιρέσεις τῆς θεότητος λογιζώμεθα· ἀλλ᾽ ὡς ἐπὶ ἀσωμάτων διανοούμενοι τὴν ἑνότητα τῆς φύσεως καὶ τὴν ταυτότητα τοῦ φωτὸς μὴ διαιρῶμεν. τοῦτο γὰρ ἴδιον υἱοῦ πρὸς πατέρα καὶ τοῦτο δείκνυσι τὸν θεὸν ἀληθῶς ὄντα πατέρα τοῦ λόγου. πάλιν γὰρ τὸ παράδειγμα τοῦ φωτὸς καὶ τοῦ ἀπαυγάσματος ἀναγκαῖον εἰς τοῦτο. τίς τολμήσει λέγειν τὸ ἀπαύγασμα ξένον καὶ ἀνόμοιον εἶναι τοῦ ἡλίου; ἢ τίς μᾶλλον ἐνορῶν οὕτως τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον καὶ τὴν ταυτότητα τοῦ φωτὸς οὐκ ἂν εἴποι θαρρήσας· ὄντως τὸ φῶς καὶ τὸ ἀπαύγασμα ἕν εἰσι καὶ τοῦτο ἐν ἐκείνῳ δείκνυται καὶ τὸ ἀπαύγασμα ἐν τῷ ἡλίῳ τυγχάνει ὄν, ὥστε τὸν ὁρῶντα τοῦτο βλέπειν κἀκεῖνο; τὴν δὲ τοιαύτην ἑνότητα καὶ φυσικὴν ἰδιότητα πῶς ἂν οἱ πιστεύοντες καὶ βλέποντες ὀρθῶς καλέσαιεν ἢ ὁμοούσιον γέννημα;

τὸ δὲ τοῦ θεοῦ γέννημα τί ἄν τις οἰκείως καὶ πρεπόντως νοήσειεν ἢ λόγον καὶ σοφίαν καὶ δύναμιν, ἥνπερ οὔτε τοῦ πατρὸς λέγειν ξένην ὅσιόν ἐστιν οὔτε μὴ ἀιδίως εἶναι παρὰ τῷ πατρὶ κἂν φαντάζεσθαι θέμις ἐστί; τούτῳ γὰρ τῷ γεννήματι τὰ πάντα πεποίηκεν ὁ πατὴρ καὶ τὴν εἰς πάντα πρόνοιαν ἐκτείνων δι᾽ αὐτοῦ φιλανθρωπεύεται. καὶ οὕτως ἓν αὐτὸς καὶ ὁ πατήρ εἰσιν, ὥσπερ εἴρηται, εἰ μὴ ἄρα οἱ κακόφρονες τολμήσαντες πάλιν εἴποιεν ἄλλην εἶναι τὴν τοῦ λόγου οὐσίαν καὶ ἄλλο τὸ ἐκ τοῦ πατρὸς ἐν αὐτῷ φῶς, ἵν᾽ ᾖ τὸ μὲν ἐν τῷ υἱῷ φῶς ἓν πρὸς τὸν πατέρα, αὐτὸς δὲ ξένος κατ᾽ οὐσίαν ὡς κτίσμα. ἀλλὰ τοῦτο τοῦ Καιάφα καὶ τοῦ Σαμοσατέως ἀτεχνῶς ἐστι τὸ φρόνημα, ὅπερ ἡ μὲν ἐκκλησία ἐξέβαλεν, οὗτοι δὲ νῦν ὑποκρίνονται, διὸ καὶ αὐτοὶ τῆς ἀληθείας ἐκπεσόντες ἀπεδείχθησαν αἱρετικοί. εἰ γὰρ ὅλως μετέχει τοῦ ἐκ τοῦ πατρὸς φωτός, διατί μὴ μᾶλλον αὐτός ἐστι τὸ μετεχόμενον, ἵνα μὴ μέσον αὐτοῦ τι καὶ τοῦ πατρὸς εὑρίσκηται; εἰ γὰρ μὴ οὕτως ἐστίν, οὐκέτι δείκνυται διὰ τοῦ υἱοῦ γεγενῆσθαι τὰ πάντα, ἀλλὰ δι᾽ ἐκείνου, οὗ καὶ αὐτὸς μετέχει. εἰ δὲ οὗτός ἐστιν ὁ λόγος, ἡ σοφία τοῦ πατρός, ἐν ᾧ ὁ πατὴρ ἀποκαλύπτεται καὶ γινώσκεται καὶ δημιουργεῖ καὶ οὗ ἄνευ οὐδὲν ὁ πατὴρ ποιεῖ, δηλονότι αὐτός ἐστι τὸ ἐκ τοῦ πατρός· αὐτοῦ γὰρ καὶ πάντα τὰ γενητὰ μετέχει, μετέχοντα τοῦ ἁγίου πνεύματος.

οὕτω δὲ ὢν οὐκ ἔσται ἐξ οὐκ ὄντων οὔτε ὅλως κτίσμα, ἀλλὰ μᾶλλον ἐκ τοῦ πατρὸς ἴδιον γέννημα ὡς ἐκ φωτὸς τὸ ἀπαύγασμα.