Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Νικαίᾳ συνόδων

Μέγας Αθανάσιος

Πατερικές μαρτυρίες υπέρ της ορθοδόξου ορολογίας

Παράθεση συγγραμμάτων προγενέστερων εκκλησιαστικών συγγραφέων, όπως ο Θεόγνωστος, ο Διονύσιος Ρώμης, ο Διονύσιος Αλεξανδρείας και ο Ωριγένης, για την υπεράσπιση της συνοδικής παράδοσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 11

Οἱ μὲν οὖν ἐν τῇ Νικαίᾳ συνελθόντες ταύτην ἔχοντες τὴν διάνοιαν τοιαύτας καὶ τὰς λέξεις ἔγραψαν. ὅτι δὲ οὐχ ἑαυτοῖς πλάσαντες ἐπενόησαν ταύτας, ἐπειδὴ καὶ τοῦτο προφασίζονται, ἀλλ᾽ ἄνωθεν παρὰ τῶν πρὸ αὐτῶν παραλαβόντες εἰρήκασι, φέρε καὶ τοῦτο διελέγξωμεν, ἵνα μηδὲ αὕτη αὐτοῖς ἡ πρόφασις περιλείπηται. μάθετε τοίνυν, ὦ χριστομάχοι Ἀρειανοί, ὅτι Θεόγνωστος μέν, ἀνὴρ λόγιος, οὐ παρῃτήσατο τὸ ἐκ τῆς οὐσίας εἰπεῖν. γράφων γὰρ περὶ υἱοῦ ἐν τῷ δευτέρῳ τῶν ὑποτυπώσεων οὕτως εἴρηκεν· «οὐκ ἔξωθέν τίς ἐστιν ἐφευρεθεῖσα ἡ τοῦ υἱοῦ οὐσία οὐδὲ ἐκ μὴ ὄντων ἐπεισήχθη, ἀλλὰ ἐκ τῆς τοῦ πατρὸς οὐσίας ἔφυ ὡς τοῦ φωτὸς τὸ ἀπαύγασμα, ὡς ὕδατος ἀτμίς. «οὔτε γὰρ τὸ ἀπαύγασμα οὔτε ἡ ἀτμὶς αὐτὸ τὸ ὕδωρ ἐστὶν ἢ αὐτὸς ὁ ἥλιος οὔτε ἀλλότριον», καὶ οὔτε 〈ἡ τοῦ υἱοῦ οὐσία〉 αὐτός ἐστιν ὁ πατὴρ οὔτε ἀλλότριος, ἀλλὰ ἀπόρροια «τῆς τοῦ πατρὸς οὐσίας, οὐ μερισμὸν ὑπομεινάσης τῆς τοῦ πατρὸς οὐσίας. ὡς γὰρ μένων »ὁ ἥλιος ὁ αὐτὸς οὐ μειοῦται ταῖς ἐκχεομέναις ὑπ᾽ αὐτοῦ αὐγαῖς, οὕτως οὐδὲ ἡ οὐσία «τοῦ πατρὸς ἀλλοίωσιν ὑπέμεινεν εἰκόνα ἑαυτῆς ἔχουσα τὸν υἱόν». ὁ μὲν οὖν Θεόγνωστος τὰ πρότερα ὡς ἐν γυμνασίᾳ ἐξετάσας, ὕστερον τὴν ἑαυτοῦ δόξαν τιθεὶς οὕτως εἴρηκεν.

Διονύσιος δὲ ὁ γενόμενος ἐπίσκοπος τῆς Ἀλεξανδρείας κατὰ Σαβελλίου γράφων τήν τε κατὰ σάρκα οἰκονομίαν τοῦ σωτῆρος διὰ πλειόνων ἐξηγούμενος καὶ ἐξ αὐτῆς διελέγχων τοὺς Σαβελλίζοντας, ὅτι μὴ ὁ πατήρ ἐστιν ὁ γενόμενος σάρξ, ἀλλ᾽ ὁ τούτου λόγος, ὡς εἶπεν ὁ Ἰωάννης, ἐπειδὴ ὑπενοήθη ὡς ποίημα καὶ γενητὸν λέγων τὸν υἱὸν καὶ μὴ ὁμοούσιον τῷ πατρί, γράφει πρὸς τὸν ὁμώνυμον αὐτῷ Διονύσιον τὸν ἐπίσκοπον Ῥώμης ἀπολογούμενος συκοφαντίαν εἶναι ταύτην κατ᾽ αὐτοῦ. μήτε γὰρ ποιητὸν εἰρηκέναι τὸν υἱόν, ἀλλὰ καὶ ὁμοούσιον αὐτὸν ὁμολογεῖν διεβεβαιώσατο. ἔχει δὲ αὐτοῦ ἡ λέξις οὕτως· «καὶ δι᾽ ἄλλης ἐπιστολῆς ἔγραψα, ἐν οἷς ἤλεγξα καὶ ὃ προφέρουσιν ἔγκλημα» κατ᾽ ἐμοῦ ψεῦδος ὄν, ὡς οὐ λέγοντος τὸν Χριστὸν ὁμοούσιον εἶναι τῷ θεῷ. εἰ γὰρ «καὶ τὸ ὄνομα τοῦτό φημι μὴ εὑρηκέναι που τῶν ἁγίων γραφῶν, ἀλλά γε τὰ ἐπιχειρήματά» μου τὰ ἑξῆς, ἃ σεσιωπήκασι, τῆς διανοίας ταύτης οὐκ ἀπᾴδει. καὶ γὰρ «ἀνθρωπίνην γονὴν παρεθέμην δῆλον ὡς οὖσαν ὁμογενῆ, φήσας πάντως τοὺς γονεῖς μόνον »ἑτέρους εἶναι τῶν τέκνων, ὅτι μὴ αὐτοὶ εἶεν τὰ τέκνα, ἢ μήτε γονεῖς ἀναγκαῖον «ὑπάρχειν εἶναι μήτε τέκνα. καὶ τὴν μὲν ἐπιστολήν, ὡς προεῖπον, διὰ τὰς περιστάσεις »οὐκ ἔχω προκομίσαι· εἰ δ᾽ οὖν, αὐτά σοι τὰ τότε ῥήματα, μᾶλλον δὲ καὶ πάσης ἂν «ἔπεμψα τὸ ἀντίγραφον· ὅπερ ἂν εὐπορήσω, ποιήσω.

οἶδα δὲ καὶ μέμνημαι πλείονα »προσθεὶς τῶν συγγενῶν ὁμοιώματα· καὶ γὰρ καὶ φυτὸν εἶπον ἀπὸ σπέρματος ἢ ἀπὸ «ῥίζης ἀνελθὸν ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάστησε, καὶ πάντως ἐκείνῳ καθέστηκεν ὁμοφυές. »καὶ ποταμὸν εἶπον ἀπὸ πηγῆς ῥέοντα ἕτερον ὄνομα μετειληφέναι· μήτε γὰρ τὴν «πηγὴν ποταμὸν μήτε τὸν ποταμὸν πηγὴν λέγεσθαι καὶ ἀμφότερα ὑπάρχειν καὶ τὸν »ποταμὸν εἶναι τὸ ἐκ τῆς πηγῆς ὕδωρ«.

Ὅτι δὲ οὐ ποίημα οὐδὲ κτίσμα ὁ τοῦ θεοῦ λόγος, ἀλλὰ ἴδιον τῆς τοῦ πατρὸς οὐσίας γέννημα ἀδιαίρετόν ἐστιν, ὡς ἔγραψεν ἡ μεγάλη σύνοδος, ἰδοὺ καὶ ὁ τῆς Ῥώμης ἐπίσκοπος Διονύσιος γράφων κατὰ τῶν τὰ Σαβελλίου φρονούντων σχετλιάζει κατὰ τῶν ταῦτα τολμώντων λέγειν καί φησιν οὕτως· »ἑξῆς δ᾽ ἂν εἰκότως λέγοιμι καὶ «πρὸς τοὺς διαιροῦντας καὶ κατατέμνοντας καὶ ἀναιροῦντας τὸ σεμνότατον κήρυγμα »τῆς ἐκκλησίας τοῦ θεοῦ, τὴν μοναρχίαν, εἰς τρεῖς δυνάμεις τινὰς καὶ μεμερισμένας «ὑποστάσεις καὶ θεότητας τρεῖς. πέπυσμαι γὰρ εἶναί τινας τῶν παρ᾽ ὑμῖν κατηχούντων »καὶ διδασκόντων τὸν θεῖον λόγον ταύτης ὑφηγητὰς τῆς φρονήσεως, οἳ κατὰ διάμετρον, «ὡς ἔπος εἰπεῖν, ἀντίκεινται τῇ Σαβελλίου γνώμῃ. ὁ μὲν γὰρ βλασφημεῖ αὐτὸν »τὸν υἱὸν εἶναι λέγων τὸν πατέρα καὶ ἔμπαλιν, οἱ δὲ τρεῖς θεοὺς τρόπον τινὰ κηρύττουσιν, «εἰς τρεῖς ὑποστάσεις ξένας ἀλλήλων παντάπασι κεχωρισμένας διαιροῦντες τὴν ἁγίαν »μονάδα. ἡνῶσθαι γὰρ ἀνάγκη τῷ θεῷ τῶν ὅλων τὸν θεῖον λόγον, ἐμφιλοχωρεῖν δὲ «τῷ θεῷ καὶ ἐνδιαιτᾶσθαι δεῖ τὸ ἅγιον πνεῦμα. ἤδη καὶ τὴν θείαν τριάδα εἰς ἕνα, ὥσπερ »εἰς κορυφήν τινα, τὸν θεὸν τῶν ὅλων τὸν παντοκράτορα λέγω, συγκεφαλαιοῦσθαί τε «καὶ συνάγεσθαι πᾶσα ἀνάγκη.

Μαρκίωνος γὰρ τοῦ ματαιόφρονος δίδαγμα εἰς τρεῖς »ἀρχὰς τῆς μοναρχίας τομὴ καὶ διαίρεσις, παίδευμα ὂν διαβολικόν, οὐχὶ δὲ τῶν ὄντως «μαθητῶν τοῦ Χριστοῦ καὶ τῶν ἀρεσκομένων τοῖς τοῦ σωτῆρος μαθήμασιν. οὗτοι γὰρ »τριάδα μὲν κηρυττομένην ὑπὸ τῆς θείας γραφῆς σαφῶς ἐπίστανται, τρεῖς δὲ θεοὺς οὔτε «παλαιὰν οὔτε καινὴν διαθήκην κηρύττουσαν. οὐ μεῖον δ᾽ ἄν τις καταμέμφοιτο καὶ »τοὺς ποίημα τὸν υἱὸν εἶναι δοξάζοντας καὶ γεγονέναι τὸν κύριον ὥσπερ ἕν τι τῶν ὄντως «γενομένων νομίζοντας, τῶν θείων λογίων γέννησιν αὐτῷ τὴν ἁρμόττουσαν καὶ πρέπουσαν», ἀλλ᾽ οὐχὶ πλάσιν τινὰ καὶ ποίησιν προσμαρτυρούντων. βλάσφημον οὖν οὐ «τὸ τυχόν, μέγιστον μὲν οὖν, χειροποίητον τρόπον τινὰ λέγειν τὸν κύριον. εἰ γὰρ γέγονεν» υἱός, ἦν ὅτε οὐκ ἦν· ἀεὶ δὲ ἦν, εἴ γε ‹ἐν τῷ πατρί› ἐστιν, ὡς αὐτός φησι, καὶ εἰ λόγος «καὶ σοφία καὶ δύναμις ὁ Χριστός. ταῦτα γὰρ εἶναι τὸν Χριστὸν αἱ θεῖαι λέγουσι γραφαί, »ὥσπερ ἐπίστασθε· ταῦτα δὲ δυνάμεις οὖσαι τοῦ θεοῦ τυγχάνουσιν. εἰ τοίνυν γέγονεν «ὁ υἱός, ἦν ὅτε οὐκ ἦν ταῦτα, ἦν ἄρα καιρός, ὅτε χωρὶς τούτων ἦν ὁ θεός. ἀτοπώτατον »δὲ τοῦτο. καὶ τί ἂν ἐπὶ πλέον περὶ τούτων πρὸς ὑμᾶς διαλεγοίμην, πρὸς ἄνδρας «πνευματοφόρους καὶ σαφῶς ἐπισταμένους τὰς ἀτοπίας τὰς ἐκ τοῦ ποίημα λέγειν τὸν »υἱὸν ἀνακυπτούσας;

αἷς μοι δοκοῦσι μὴ προσεσχηκέναι τὸν νοῦν οἱ καθηγησάμενοι «τῆς δόξης ταύτης καὶ διὰ τοῦτο κομιδῇ τοῦ ἀληθοῦς διημαρτηκέναι, ἑτέρως ἢ βούλεται »ταύτῃ ἡ θεία καὶ προφητικὴ γραφὴ τὸ ‹κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ› «ἐκδεξάμενοι. οὐ μία γὰρ ἡ τοῦ ἔκτισεν, ὡς ἴστε, σημασία· ἔκτισε γὰρ ἐνταῦθα ἀκουστέον »ἀντὶ τοῦ ἐπέστησε τοῖς ὑπ᾽ αὐτοῦ γεγονόσιν ἔργοις, γεγονόσι δὲ δι᾽ αὐτοῦ τοῦ υἱοῦ. «οὐχὶ δέ γε τὸ ἔκτισε νῦν λέγοιτ᾽ ἂν ἐπὶ τοῦ ἐποίησε· διαφέρει γὰρ τοῦ ποιῆσαι τὸ »κτίσαι. ‹οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔκτισέ σε;› τῇ «ἐν τῷ Δευτερονομίῳ μεγάλῃ ᾠδῇ ὁ Μωσῆς φησι. πρὸς οὓς καὶ εἴποι ἄν τις· ὦ ῥιψοκίνδυνοι» ἄνθρωποι, ποίημα ὁ πρωτότοκος πάσης κτίσεως, ὁ ἐκ γαστρὸς πρὸ ἑωσφόρου «γεννηθείς, ὁ εἰπὼν ὡς σοφία· ‹πρὸ δὲ πάντων βουνῶν γεννᾷ με›; καὶ πολλαχοῦ δὲ »τῶν θείων λογίων γεγεννῆσθαι, ἀλλ᾽ οὐ γεγονέναι τὸν υἱὸν λεγόμενον εὕροι τις ἄν. «ὑφ᾽ ὧν καταφανῶς ἐλέγχονται τὰ ψεύδη περὶ τῆς τοῦ κυρίου γεννήσεως ὑπολαμβάνοντες »οἱ ποίησιν αὐτοῦ τὴν θείαν καὶ ἄρρητον γέννησιν λέγειν τολμῶντες.

οὔτ᾽ οὖν «καταμερίζειν χρὴ εἰς τρεῖς θεότητας τὴν θαυμαστὴν καὶ θείαν μονάδα οὔτε ποιήσει κωλύειν »τὸ ἀξίωμα καὶ τὸ ὑπερβάλλον μέγεθος τοῦ κυρίου, ἀλλὰ πεπιστευκέναι εἰς θεὸν πατέρα «παντοκράτορα καὶ εἰς Χριστὸν Ἰησοῦν τὸν υἱὸν αὐτοῦ καὶ εἰς τὸ ἅγιον πνεῦμα, ἡνῶσθαι »δὲ τῷ θεῷ τῶν ὅλων τὸν λόγον· ‹ἐγὼ γάρ, φησί, καὶ ὁ πατὴρ ἕν ἐσμεν· καὶ ἐγὼ ἐν «τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί›. οὕτω γὰρ ἂν καὶ ἡ θεία τριὰς καὶ τὸ ἅγιον κήρυγμα »τῆς μοναρχίας διασώζοιτο«.

Περὶ δὲ τοῦ ἀιδίως συνεῖναι τὸν λόγον τῷ πατρὶ καὶ μὴ 〈ἐξ〉 ἑτέρας οὐσίας ἢ ὑποστάσεως, ἀλλὰ τῆς τοῦ πατρὸς ἴδιον 〈γέννημα〉 αὐτὸν εἶναι, ὡς εἰρήκασιν οἱ ἐν τῇ συνόδῳ, ἐξέστω πάλιν ὑμᾶς ἀκοῦσαι καὶ παρὰ τοῦ φιλοπόνου Ὠριγένους. ἃ μὲν γὰρ ὡς ζητῶν καὶ γυμνάζων ἔγραψε, ταῦτα μὴ ὡς αὐτοῦ φρονοῦντος δεχέσθω τις, ἀλλὰ τῶν πρὸς ἔριν φιλονεικούντων ἐν τῷ ζητεῖν· 〈ἃ δὲ〉 ἀδεῶς ὁρίζων ἀποφαίνεται, τοῦτο τοῦ φιλοπόνου τὸ φρόνημά ἐστι. μετὰ γοῦν τὰ ὡς ἐν γυμνασίᾳ λεγόμενα πρὸς τοὺς αἱρετικοὺς εὐθὺς αὐτὸς ἐπιφέρει τὰ ἴδια λέγων οὕτως· »εἰ ἔστιν εἰκὼν τοῦ θεοῦ τοῦ «ἀοράτου, ἀόρατος εἰκών· ἐγὼ δὲ τολμήσας προσθείην ἄν, ὅτι καὶ ὁμοιότης τυγχάνων »τοῦ πατρὸς οὐκ ἔστιν ὅτε οὐκ ἦν. πότε γὰρ ὁ θεὸς ὁ κατὰ τὸν Ἰωάννην φῶς λεγόμενος, «‹ὁ θεὸς γὰρ φῶς ἐστιν›, ἀπαύγασμα οὐκ εἶχε τῆς ἰδίας δόξης, ἵνα τολμήσας τις ἀρχὴν »δῷ εἶναι υἱοῦ πρότερον οὐκ ὄντος; πότε δὲ ἡ τῆς ἀρρήτου καὶ ἀκατονομάστου καὶ «ἀφθέγκτου ὑποστάσεως τοῦ πατρὸς εἰκών, ὁ χαρακτήρ, 〈ὁ〉 λόγος ὁ ‘γινώσκων τὸν »πατέρα’ οὐκ ἦν; κατανοείτω γὰρ ὁ τολμῶν καὶ λέγων· ‘ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱός’, «ὅτι ἐρεῖ καὶ τὸ σοφία ποτὲ οὐκ ἦν καὶ λόγος οὐκ ἦν καὶ ζωὴ οὐκ ἦν».

καὶ πάλιν ἐν ἑτέροις οὕτω λέγει· «ἀλλ᾽ οὐ θέμις ἐστὶν οὐδὲ ἀκίνδυνον διὰ τὴν ἀσθένειαν ἡμῶν τὸ »ὅσον ἐφ᾽ ἡμῖν ἀποστερεῖσθαι τὸν θεὸν τοῦ ἀεὶ συνόντος αὐτῷ λόγου μονογενοῦς, «σοφίας ὄντος ᾗ προσέχαιρεν· οὕτω γὰρ οὐδὲ ἀεὶ χαίρων νοηθήσεται».

Ἰδοὺ ἡμεῖς μὲν ἐκ πατέρων εἰς πατέρας διαβεβηκέναι τὴν τοιαύτην διάνοιαν ἀποδεικνύομεν, ὑμεῖς δέ, ὦ νέοι Ἰουδαῖοι καὶ τοῦ Καιάφα μαθηταί, τίνας ἄρα τῶν ῥημάτων ὑμῶν ἔχετε δεῖξαι πατέρας; ἀλλ᾽ οὐδένα τῶν φρονίμων καὶ σοφῶν ἂν εἴποιτε· πάντες γὰρ ὑμᾶς ἀποστρέφονται, πλὴν μόνου τοῦ διαβόλου. μόνος γὰρ ὑμῖν οὗτος τῆς τοιαύτης ἀποστασίας πατὴρ γέγονεν, ὁ καὶ κατὰ τὴν ἀρχὴν ὑμῖν ἐπισπείρας τὴν ἀσέβειαν ταύτην καὶ νῦν λοιδορεῖν τὴν οἰκουμενικὴν σύνοδον πείσας ὑμᾶς, ὅτι μὴ τὰ ὑμέτερα ἀλλὰ ταῦτα γεγράφασιν, ἅπερ οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι παραδεδώκασιν. ἣν γὰρ ἡ σύνοδος ἐγγράφως ὡμολόγησε πίστιν, αὕτη τῆς καθολικῆς ἐκκλησίας ἐστί. ταύτην ἐκδικοῦντες οἱ μακάριοι πατέρες οὕτως ἔγραψαν καὶ κατέκριναν τὴν ἀρειανὴν αἵρεσιν· διὸ μάλιστα καὶ διαβάλλειν τὴν σύνοδον ἐπιχειροῦσιν. οὐ γὰρ αἱ λέξεις αὐτοὺς λυποῦσιν, ἀλλ᾽ ὅτι ἐν αὐταῖς ἀπεδείχθησαν αἱρετικοὶ καὶ τῶν ἄλλων αἱρέσεων τολμηρότεροι.