Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Νικαίᾳ συνόδων

Μέγας Αθανάσιος

Η χρήση του όρου «αγένητος» και η υπεροχή του ονόματος «Πατήρ»

Κριτική στην προσπάθεια των Αρειανών να χρησιμοποιήσουν τον εξωγραφικό όρο «αγένητος», τονίζοντας την υπεροχή του ονόματος «Πατήρ» και ολοκλήρωση της κύριας θεολογικής πραγματείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 11

Ἀμέλει τῶν λεξειδίων αὐτῶν δειχθέντων τότε φαύλων καὶ ἀεὶ δὲ εὐελέγκτων ὄντων ὡς ἀσεβῶν ἐχρήσαντο παρ᾽ Ἑλλήνων λοιπὸν τὴν λέξιν τοῦ ἀγενήτου, ἵνα προφάσει καὶ τούτου τοῦ ὀνόματος ἐν τοῖς γενητοῖς πάλιν καὶ τοῖς κτίσμασι συναριθμῶσι τὸν τοῦ θεοῦ λόγον, δι᾽ οὗ αὐτὰ τὰ γενητὰ γέγονεν· οὕτως εἰσὶ πρὸς ἀσέβειαν ἀναίσχυντοι καὶ πρὸς τὰς τοῦ κυρίου βλασφημίας φιλόνεικοι. εἰ μὲν οὖν ἀγνοοῦντες τὸ ὄνομα οὕτως ἀναισχυντοῦσιν, ἔδει μαθεῖν αὐτοὺς παρὰ τῶν αὐτοῖς δεδωκότων αὐτό, ὅτι καὶ ὃν λέγουσιν ἐκ τοῦ ἀγαθοῦ νοῦν καὶ τὴν ἐκ τοῦ νοῦ ψυχήν, καίτοι γινώσκοντες τὸ ἐξ ὧν εἰσιν οὐκ ἐφοβήθησαν ὅμως καὶ αὐτὰ εἰπεῖν ἀγένητα εἰδότες, ὅτι καὶ τοῦτο λέγοντες οὐκ ἐλαττοῦσι τὸ πρῶτον ἐξ οὗ καὶ ταῦτα πέφυκε, καὶ ἢ καὶ αὐτοὺς οὕτω λέγειν ἢ μηδ᾽ ὅλως λέγειν περὶ ὧν οὐκ ἴσασιν. εἰ δὲ νομίζουσι γινώσκειν, ἀναγκαῖον αὐτοὺς ἐρωτῆσαι, ἐπεὶ μάλιστα καὶ οὐκ ἔστιν ἐκ τῶν θείων γραφῶν ἡ λέξις, ἀλλὰ πάλιν ἀγράφως λαλοῦντες φιλονεικοῦσιν. ἐγὼ μὲν γὰρ τὴν αἰτίαν καὶ τὴν διάνοιαν, καθ᾽ ἣν ἡ σύνοδος τὸ ἐκ τῆς οὐσίας καὶ τὸ ὁμοούσιον συμφώνως τοῖς ἐκ τῶν γραφῶν περὶ τοῦ σωτῆρος εἰρημένοις καὶ ὅσοι πρὸ αὐτῶν ἐξέθεντο πατέρες καὶ ἔγραψαν, διηγησάμην· καὶ αὐτοὶ δέ, εἴπερ ἄρα δύνανται, ἀποκρινέσθωσαν, πῶς εὗρον τὴν ἄγραφον ταύτην λέξιν, ἢ ποίᾳ διανοίᾳ τὸν θεὸν ἀγένητον λέγουσι. διαφόρους γὰρ σημασίας ἔχειν τὸ ὄνομα ἀκήκοα.

λέγεσθαι γάρ φασιν ἀγένητον τὸ μήπω μὲν γενόμενον, δυνάμενον δὲ γενέσθαι, καὶ πάλιν τὸ μήτε ὑπάρχον μήτε δυνάμενον εἰς τὸ εἶναι γενέσθαι, καὶ τρίτον ἐστὶν αὐτοῦ σημαινόμενον τὸ ὑπάρχον μέν, μήτε δὲ γενητὸν μήτε ἀρχὴν ἐσχηκὸς εἰς τὸ εἶναι, ἀλλ᾽ ἀίδιον ὂν καὶ ἀδιάφθορον. ἴσως μὲν οὖν τὰς πρώτας δύο διανοίας παρελθεῖν ἐθελήσουσι διὰ τὸ ἐκεῖθεν ἄτοπον· κατὰ γὰρ τὴν πρώτην ἔσται τά τε ἤδη γινόμενα καὶ τὰ προσδοκώμενα γενέσθαι ἀγένητα· τὸ γὰρ δεύτερον πλέον ἔχει τούτου τὸ ἄτοπον. ἐπὶ δὲ τὴν τρίτην λοιπὸν βαδιοῦνται κατ᾽ αὐτὴν ὀνομάζοντες τὸ ἀγένητον. ἀλλὰ καὶ τοῦτο λέγοντες οὐδὲν ἧττόν εἰσιν ἀσεβεῖς. εἰ γὰρ τὸ μὴ ἔχον ἀρχὴν εἰς τὸ εἶναι μηδὲ γενητὸν ἢ κτιστόν, ἀλλ᾽ ἀίδιον ὄν, τοῦτο λέγουσιν ἀγένητον, τοὐναντίον δὲ τούτων εἶναι τὸν τοῦ θεοῦ λόγον, τίς οὐ συνορᾷ τὴν πανουργίαν τῶν θεομάχων; τίς οὐκ ἂν αὐτοὺς οὕτω μαινομένους καταλιθώσειεν; ἐπειδὴ γὰρ αἰσχύνονται προφέρειν ἔτι τὰ πρῶτα τῶν μύθων ἑαυτῶν λογάρια, ἐφ᾽ οἷς κατεγνώσθησαν, ἄλλως πάλιν αὐτὰ σημαίνειν ἐπενόησαν οἱ δείλαιοι διὰ τοῦ ὀνόματος τοῦ ὡς αὐτοὶ λέγουσιν ἀγενήτου. εἰ γὰρ ὁ υἱὸς τῶν γενητῶν ἐστι, δηλονότι ἐξ οὐκ ὄντων καὶ αὐτὸς γέγονε, καὶ εἰ ἀρχὴν ἔχει τοῦ εἶναι, οὐκ ἦν ἄρα πρὶν γεννηθῇ, καὶ εἰ μή ἐστιν ἀίδιος, ἦν ποτε ὅτε οὐκ ἦν.

Ἔδει οὖν ταῦτα πάλιν αὐτοὺς φρονοῦντας ἐν αὐτοῖς τοῖς ἰδίοις αὐτῶν ῥήμασι σημαίνειν ἑαυτῶν τὴν ἑτεροδοξίαν καὶ μὴ τῇ λέξει δῆθεν τοῦ ἀγενήτου σκέπειν ἑαυτῶν τὴν κακόνοιαν. ἀλλ᾽ οὐ ποιοῦσι τοῦτο οἱ κακοήθεις, πάντα δὲ κατὰ τὸν πατέρα ἑαυτῶν τὸν διάβολον μετὰ πανουργίας πράττουσιν. ὡς γὰρ ἐκεῖνος μετὰ ἀλλοτρίων ἐνδυμάτων ἀπατᾶν ἐπιχειρεῖ, οὕτως οὗτοι τὸ ἀγένητον ἐπενόησαν ὀνομάζειν, ἵνα προσποιούμενοι τὸν θεὸν εὐφημεῖν κεκρυμμένην ἔχωσι τὴν κατὰ τοῦ κυρίου βλασφημίαν καὶ μετὰ καλύμματος αὐτὴν ἄλλοις σημαίνωσιν. ἀλλὰ καὶ τούτου τοῦ σοφίσματος αὐτῶν γνωσθέντος, τί ἄρα πάλιν αὐτοῖς ἕτερον περιλείπεται, λεγέτωσαν. εὕρομεν, φασὶν οἱ κακοῦργοι καὶ προστιθέντες τοῖς προτέροις λέγουσιν, ἀγένητον εἶναι τοῦτο τὸ μὴ ἔχον τοῦ εἶναι τὸν αἴτιον, ἀλλὰ καὶ τοῖς γενητοῖς αὐτὸν αἴτιον εἰς τὸ γενέσθαι τυγχάνοντα. ἀχάριστοι καὶ τῷ ὄντι τῶν γραφῶν ἀνήκοοι, οἱ μὴ διὰ τιμὴν τὴν εἰς τὸν θεόν, ἀλλὰ διὰ τὴν εἰς τὸν υἱὸν ἀτιμίαν πάντα καὶ ποιοῦντες καὶ λαλοῦντες οὐκ εἰδότες, ὅτι ὁ τὸν υἱὸν ἀτιμάζων ἀτιμάζει τὸν πατέρα. πρῶτον μὲν γὰρ κἂν οὕτω τὸν θεὸν ὀνομάζωσιν, οὐ δείκνυται τῶν γενητῶν ὁ λόγος. τῆς γὰρ οὐσίας τοῦ πατρὸς ὡς γέννημα πάλιν οὕτως παρ᾽ αὐτῷ ἐστιν ἀιδίως.

οὐ γὰρ τὸ ὄνομα τοῦτο παραιρεῖ τὴν τοῦ λόγου φύσιν, οὐδὲ πάλιν τὸ ἀγένητον πρὸς τὸν υἱὸν ἔχει τὸ σημαινόμενον, ἀλλὰ πρὸς τὰ διὰ τοῦ υἱοῦ γενόμενα. καὶ ὥσπερ ὁ τὸν ἀρχιτέκτονα προσφωνῶν καὶ λέγων δημιουργὸν οἰκίας ἢ πόλεως οὐ συναριθμεῖ τῷ ὀνόματι τούτῳ τὸν ἐξ αὐτοῦ γεννηθέντα υἱόν, ἀλλὰ διὰ μὲν τὴν εἰς τὰ ἔργα τέχνην καὶ τὴν ἐπιστήμην σημαίνων μὴ εἶναι αὐτὸν τοιοῦτον, οἷά ἐστι τὰ παρ᾽ αὐτοῦ γενόμενα, δημιουργὸν αὐτὸν καλεῖ, τὴν δὲ φύσιν τοῦ ποιήσαντος εἰδὼς οἶδεν ἄλλον εἶναι παρὰ ταῦτα τὸν ἐξ αὐτοῦ γεννηθέντα καὶ διὰ μὲν τὸν υἱὸν πατέρα αὐτὸν καλεῖ, διὰ δὲ τὰ ἔργα κτίστην καὶ ποιητήν. τὸν αὐτὸν τρόπον ὁ λέγων οὕτως τὸν θεὸν ἀγένητον ἐκ τῶν ἔργων αὐτὸν ὀνομάζει σημαίνων μὴ μόνον μὴ εἶναι αὐτὸν γενητόν, ἀλλ᾽ ὅτι καὶ τῶν γενητῶν ποιητής ἐστιν, οἶδε μέντοι τὸν λόγον ἄλλον ὄντα τῶν καὶ μόνον ἴδιον τοῦ πατρὸς γέννημα, δι᾽ οὗ καὶ τὰ πάντα γέγονε καὶ συνέστηκε.

Καὶ γὰρ καὶ παντοκράτορα τὸν θεὸν οἱ προφῆται λέγοντες οὐ διὰ τὸ εἶναι τὸν λόγον ἕνα τῶν πάντων οὕτως αὐτὸν ἐπεκαλοῦντο—ᾔδεισαν γὰρ τὸν υἱὸν ἄλλον ὄντα τῶν γενητῶν καὶ πάντων καὶ αὐτὸν κρατοῦντα κατὰ τὴν τοῦ πατρὸς ὁμοιότητα—ἀλλ᾽ ὅτι πάντων, ὧν διὰ τοῦ υἱοῦ πεποίηκεν, αὐτὸς κρατεῖ, τούτων τε τὴν ἐξουσίαν τῷ υἱῷ δέδωκε καὶ δεδωκὼς πάλιν αὐτὸς τῶν πάντων διὰ τοῦ λόγου κυριεύει. πάλιν τε κύριον τῶν δυνάμεων λέγοντες τὸν θεὸν οὐ διὰ τὸ εἶναι καὶ τὸν λόγον ἕνα τούτων τῶν δυνάμεων τοῦτ᾽ ἔλεγον, ἀλλ᾽ ὅτι τοῦ μὲν υἱοῦ πατήρ ἐστι, τῶν δὲ διὰ τοῦ υἱοῦ γενομένων δυνάμεων κύριός ἐστι. καὶ γὰρ καὶ αὐτὸς πάλιν ὁ λόγος ἐν τῷ πατρὶ ὢν πάντων τούτων ἐστὶ κύριος καὶ πάντων κρατεῖ· πάντα γάρ, ὅσα ἔχει ὁ πατήρ, τοῦ υἱοῦ ἐστιν. ὥσπερ οὖν τοῦτο τοιοῦτον ἔχει τὸν νοῦν, οὕτως ὁ βουλόμενος λέγειν τὸν θεὸν ἀγένητον, λεγέτω μέν, εἰ ἅπαξ οὕτως αὐτῷ δοκεῖ, μὴ μέντοι διὰ τὸ εἶναι τὸν λόγον τῶν γενητῶν, ἀλλ᾽ ὅτι, καθὰ προεῖπον, ὁ θεὸς οὐ μόνον οὐκ ἔστι γενητός, ἀλλὰ καὶ τῶν γενητῶν ποιητής ἐστι διὰ τοῦ ἰδίου λόγου. καὶ γὰρ καὶ οὕτως λεγομένου τοῦ πατρὸς πάλιν εἰκὼν ὁ λόγος ἐστὶ καὶ ὁμοούσιος τοῦ πατρός· εἰκὼν δὲ ὢν αὐτοῦ ἄλλος ἂν εἴη τῶν γενητῶν καὶ τῶν πάντων.

οὗ γάρ ἐστιν εἰκών, τούτου καὶ τὴν ἰδιότητα καὶ τὴν ὁμοίωσιν ἔχει, ὥστε τὸν λέγοντα ἀγένητον καὶ παντοκράτορα τὸν πατέρα νοεῖν ἐν τῷ ἀγενήτῳ καὶ παντοκράτορι καὶ τὸν τούτου λόγον καὶ τὴν σοφίαν, ἥτις ἐστὶν ὁ υἱός. ἀλλ᾽ οἱ θαυμαστοὶ καὶ εἰς ἀσέβειαν εὐχερεῖς οὐ τῆς εἰς τὸν θεὸν τιμῆς φροντίζοντες ἐφεῦρον τὸ ὄνομα τοῦ ἀγενήτου, τῆς δὲ κατὰ τοῦ σωτῆρος χάριν κακονοίας· εἰ γὰρ ἔμελεν αὐτοῖς τιμῆς καὶ εὐφημίας, ἔδει μᾶλλον, καὶ τοῦτο βέλτιον ἦν, πατέρα τὸν θεὸν εἰδέναι τε καὶ λέγειν αὐτούς, ἢ ἐκείνως ὀνομάζειν αὐτούς. λέγοντες μὲν γὰρ ἐκεῖνοι τὸν θεὸν ἀγένητον ἐκ τῶν γενομένων αὐτόν, καθὰ προεῖπον, ποιητὴν μόνον λέγουσιν, ἵνα καὶ τὸν λόγον ποίημα σημάνωσι κατὰ τὴν ἰδίαν ἡδονήν· ὁ δὲ τὸν θεὸν πατέρα λέγων εὐθὺς ἐν αὐτῷ καὶ τὸν υἱὸν σημαίνει καὶ οὐκ ἀγνοήσει, ὅτι υἱοῦ ὄντος διὰ τοῦ υἱοῦ τὰ γενόμενα ἐκτίσθη πάντα.

Οὐκοῦν καὶ μᾶλλον ἀληθέστερον ἂν εἴη τὸν θεὸν ἐκ τοῦ υἱοῦ σημαίνειν καὶ πατέρα λέγειν ἢ ἐκ μόνων τῶν ἔργων ὀνομάζειν καὶ λέγειν αὐτὸν ἀγένητον. τοῦτο μὲν γὰρ τὰ ἐκ τοῦ βουλήματος τοῦ θεοῦ διὰ τοῦ λόγου γενόμενα ἔργα σημαίνει, τὸ δὲ τοῦ πατρὸς ὄνομα τὸ ἴδιον ἐκ τῆς οὐσίας αὐτοῦ γέννημα γνωρίζει. ὅσῳ δὲ ὁ λόγος τῶν γενητῶν διαφέρει, τοσοῦτον καὶ πλέον τὸ λέγειν τὸν θεὸν πατέρα τοῦ λέγειν ἀγένητον διαφέροι ἄν. καὶ γὰρ τοῦτο μὲν ἄγραφον καὶ ὕποπτον ποικίλην ἔχον ἐστὶ τὴν σημασίαν, ἐκεῖνο δὲ ἁπλοῦν καὶ ἔγγραφον καὶ ἀληθέστερον καὶ μόνον σημαῖνον τὸν υἱόν. καὶ τὸ μὲν ἀγένητον παρ᾽ Ἑλλήνων εὕρηται τῶν μὴ γινωσκόντων τὸν υἱόν, τὸ δὲ πατὴρ παρὰ τοῦ κυρίου ἡμῶν ἐγνώσθη καὶ κεχάρισται. καὶ γὰρ εἰδὼς αὐτός, τίνος υἱός ἐστιν, ἔλεγεν· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καί· «ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα», καί· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». καὶ οὐδαμοῦ φαίνεται τὸν πατέρα καλῶν ἀγένητον αὐτός, ἀλλὰ καὶ ἡμᾶς εὔχεσθαι διδάσκων οὐκ εἶπεν· ὅταν δὲ προσεύχησθε, λέγετε· ‘θεὸς ἀγένητε’, ἀλλὰ μᾶλλον· «ὅταν προσεύχησθε, λέγετε· πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς». καὶ τὸ κεφάλαιον δὲ τῆς πίστεως ἡμῶν εἰς τοῦτο συντείνειν ἠθέλησεν· ἐκέλευσε γὰρ ἡμᾶς βαπτίζεσθαι οὐκ εἰς ὄνομα ἀγενήτου καὶ γενητοῦ οὐδὲ εἰς ὄνομα ἀκτίστου καὶ κτίσματος, ἀλλ᾽ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.

οὕτως γὰρ τελειούμενοι υἱοποιούμεθα καὶ ἡμεῖς ἀληθῶς, καὶ τὸ τοῦ πατρὸς δὲ ὄνομα λέγοντες ἐπιγινώσκομεν ἐκ τοῦ ὀνόματος τούτου καὶ τὸν ἐν τῷ πατρὶ λόγον. εἰ δὲ καὶ πατέρα θέλει λέγειν ἡμῶν τὸν ἴδιον ἑαυτοῦ πατέρα, οὐ χρὴ διὰ τοῦτο συνεκτείνειν ἑαυτοὺς τῷ υἱῷ κατὰ τὴν φύσιν. καὶ τοῦτο γὰρ δι᾽ αὐτὸν λέγεται παρ᾽ ἡμῶν. ἐπειδὴ γὰρ τὸ ἡμέτερον ὁ λόγος ἐφόρεσε σῶμα καὶ γέγονεν ἐν ἡμῖν, ἀκολούθως διὰ τὸν ἐν ἡμῖν λόγον καὶ ἡμῶν ὁ θεὸς λέγεται πατήρ. τὸ γὰρ ἐν ἡμῖν πνεῦμα τοῦ λόγου δι᾽ ἡμῶν τὸν ἑαυτοῦ πατέρα ὡς ἡμῶν ὀνομάζει· οὗτος τοῦ ἀποστόλου νοῦς ἐστι λέγοντος· «ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον· ἀββᾶ ὁ πατήρ».

Ἀλλ᾽ ἴσως καὶ διὰ τὸ ὄνομα τὸ ἀγένητον ἐλεγχθέντες πονηροὶ τὸν τρόπον ὄντες ἐθελήσουσι καὶ αὐτοὶ λέγειν· ἔδει καὶ περὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκ τῶν γραφῶν τὰ περὶ αὐτοῦ γεγραμμένα λέγεσθαι καὶ μὴ ἀγράφους ἐπεισάγεσθαι λέξεις. ναὶ ἔδει, φαίην ἂν καὶ ἔγωγε, ἀκριβέστερα γὰρ ἐκ τῶν γραφῶν μᾶλλον ἢ ἐξ ἑτέρων ἐστὶ τὰ τῆς ἀληθείας γνωρίσματα· ἀλλ᾽ ἡ κακοήθεια καὶ μετὰ πανουργίας παλίμβολος ἀσέβεια τῶν περὶ Εὐσέβιον ἠνάγκασε, καθὰ προεῖπον, τοὺς ἐπισκόπους λευκότερον ἐκθέσθαι τὰ τὴν ἀσέβειαν αὐτῶν ἀνατρέποντα ῥήματα. καὶ τὰ μὲν παρὰ τῆς συνόδου γραφέντα διάνοιαν ὀρθὴν ἔχοντα δέδεικται, τῶν δ᾽ Ἀρειανῶν καὶ τὰ λογάρια σαθρὰ καὶ ὁ τρόπος πονηρὸς ἐφάνη. καὶ γὰρ καὶ τὸ ἀγένητον ὄνομα, ἰδίαν ἔχον διάνοιαν καὶ δυνάμενον εὐσεβῶς προφέρεσθαι, αὐτοὶ πάλιν κατὰ τὴν ἰδίαν ἐνθύμησιν ὡς ἠθέλησαν ὀνομάζουσιν ἐπ᾽ ἀτιμίᾳ τοῦ σωτῆρος, ἵνα μόνον ὡς γίγαντες θεομαχεῖν φιλονεικῶσιν. ἀλλ᾽ οὔτε ἐκεῖνα τὰ λογάρια προφέροντες ἔμειναν ἀκατάγνωστοι οὔτε τὸ ἀγένητον καλῶς καὶ εὐσεβῶς δυνάμενον ὀνομάζεσθαι, ὅμως κακῶς αὐτοὶ φρονοῦντες λαθεῖν οὐκ ἠδυνήθησαν· κατῃσχύνθησαν γὰρ ἐν πᾶσι καὶ ἡ αἵρεσις αὐτῶν ἐστηλιτεύθη πανταχοῦ.

Ταῦτα μέν, ὡς ἠδυνήθην, ἀπομνημονεύσας τὰ ἐν τῇ συνόδῳ τότε πραχθέντα δεδήλωκα, οἶδα δὲ ὅτι τῶν χριστομάχων οἱ φιλέριδες οὐδὲ τούτων ἀκούσαντες μεταβάλλεσθαι θελήσουσιν, ἀλλὰ περιδραμοῦνται πάλιν ἑτέρας ζητοῦντες προφάσεις καὶ μετὰ ταύτας πάλιν ἑτέρας ἐπινοήσουσι. κατὰ γὰρ τὸ προφητικὸν «εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς» καὶ αὐτοὶ θελήσουσιν εὐσεβῶς φρονεῖν μεμαθηκότες ἀσεβεῖν. σὺ μέντοι, ἀγαπητέ, δεξάμενος ἔντυχε κατὰ σαυτόν, καὶ εἰ δοκιμάσειας καλῶς ἔχειν, ἀνάγνωθι καὶ τοῖς τότε παροῦσιν ἀδελφοῖς, ἵνα καὶ αὐτοὶ ταῦτα μαθόντες ἀποδέξωνται μὲν τῆς συνόδου τὸν ζῆλον τῆς ἀληθείας καὶ τὴν τῆς διανοίας ἀκρίβειαν, καταγνῶσι δὲ τῆς τόλμης τῶν χριστομάχων Ἀρειανῶν καὶ τῶν ματαίων προφάσεων αὐτῶν, ἃς τῆς ἀσεβοῦς ἑαυτῶν χάριν αἱρέσεως ἀναπλάττειν ἐν αὐτοῖς μεμελετήκασιν· ὅτι τῷ θεῷ καὶ πατρὶ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ συνανάρχῳ αὐτοῦ υἱῷ καὶ λόγῳ ἅμα τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. ἀμήν.