Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τριάδος

Μέγας Αθανάσιος

Η μία φύση και οι τρεις υποστάσεις

Εισαγωγή στο τριαδικό δόγμα με έμφαση στην ενότητα της θείας φύσεως και τη διάκριση των τριών τελείων υποστάσεων έναντι των αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΑΥΤΟΥ (ΑΘΑΝΑΣΙΟΥ) Μίαν φύσιν δόξατε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τὴν θεότητα, καὶ τρεῖς ταύτας τὰς ὑποστάσεις, Πατέρα, Υἱὸν, καὶ Πνεῦμα ἅγιον, καθὼς καὶ βεβαπτίσμεθα. Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Μίαν μὲν φύσιν, ὅτι τὸ πλείους δοξάζειν καὶ κατατέμνειν εἰς πολλοὺς θεοὺς τὴν μίαν θεότητα τῶν Ἑλλήνων ἐστί· τρεῖς δὲ ὑποστάσεις, ἤτουν πρόσωπα, ἵνα μὴ σχῇ χώραν τῶν Ἰουδαίων ἡ δόξα, καὶ ἵνα μὴ ἄγονος ᾖ καὶ ἄλογος ὁ Πατὴρ, ἐξ οὗ πᾶσα πατριά· καὶ ὁ Λόγος τοῦ ἡμετέρου λόγου ἐνδεέστερος, μὴ ἔχων Πνεῦμα· καὶ ἵνα τὸ τέλειον ᾖ ἐν τρισὶ τελείαις ταῖς ὑποστάσεσι. Καὶ γὰρ τὴν εἰκόνα τοῦ ἐν ἡμῖν νοῦ, λόγου τε καὶ πνεύματος, Πατὴρ, καὶ Υἱὸς, καὶ Πνεῦμα. Πνεῦμα δὲ ἀκούων, ἅγιον ἐνυπόστατον νόει. Ἡμῶν μὲν φθαρτῶν ὄντων, καὶ τὸ πνεῦμα λυόμενον· τοῦ δὲ ἀθανάτου πάντως τὸ πνεῦμα ἀθάνατον, ὡς οὐσία τις ἐνυπόστατος. Μία οὖν ἐστι τῶν τριῶν ὑποστάσεων φύσις, ἡ θεότης, καὶ μία θέλησις, καὶ μία ἐνέργεια, μία δύναμις, ἓν βούλημά τε καὶ κίνημα, καὶ ἔξαλμα τῆς λαμπρότητος τῶν τριῶν.