Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Στίχοι ἀλφαβητικοί

Μέγας Αθανάσιος

Ματαιότητα του βίου και το κριτήριο του θανάτου

Αντίθεση μεταξύ του πρόσκαιρου κόσμου και της αθάνατης ψυχής, με έμφαση στη μακροθυμία του Θεού και την τελική κρίση των έργων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Ὁ βίος οὗτος πρόσκαιρος, ὁ κόσμος παρατρέχει, σὺ δέ, ψυχή, ἀθάνατος· καὶ τί λοιπὸν οὐ τρέχεις πρὸς ἀφθαρσίαν ἀπελθεῖν, ἀλλ’ ἀγαπᾷς τὰ κάτω; Πεπωρωμένη μου ψυχή, πῶς ἐπωρώθης, λέγε; πάντως διὰ τί τὸν θεὸν πρὸ ὀφθαλμῶν οὐκ ἔχεις; εἰ γὰρ ἠγάπας καθαρῶς, ἐθρήνεις καθ’ ἡμέραν. „Ῥῦσαι, Χριστέ, τῆς φοβερᾶς κολάσεώς με ῥῦσαι“ περιπαθῶς πρὸς τὸν θεὸν εἰπέ, ψυχὴ ἀθλία, καὶ ταύτης ἀπαλλάξει σε, φιλάγαθος τυγχάνων.

Σύνες, ταλαίπωρε ψυχή, θεοῦ μακροθυμίαν, καὶ πῶς σοῦ τὴν μετάνοιαν ἐκδέχεται γνησίως καὶ οὐ θέλει προαρπάσαι σε μὴ μετακελευσθεῖσαν. Τὸ κάλλος προαπεμαύρωσας, ψυχή μου, τὸ ὡραῖον καὶ σκοτεινόμορφον αὑτὴν εἰργάσω κακοφρόνως· ἔργα γὰρ σκότους ἔπραξας καὶ δυσειδὴς ὑπάρχεις.

Ὑπῆρξας δούλη τοῦ σατάν, ψυχή, ἐξ ἀφροσύνης· παραδοθεῖσα τῇ φθορᾷ διὰ φιληδονίαν ὑπόδικος οὖν γέγονας πυρὶ τῷ αἰωνίῳ. Φρικτὸν τὸ λογοθέσιον, ψυχή, τὸ τοῦ θανάτου· οὐκ ἔχει γὰρ συνήγορον ἄλλον εἰ μὴ τὰς πράξεις· ἂν γοῦν τηρήσῃς σεαυτήν, οὐ φοβηθήσει τοῦτο. „Χριστέ μου, Λόγε“, βόησον ἐν ὥρᾳ τοῦ θανάτου, „μὴ παρίδῃς δέ, φεῖσαί <με> τὴν κατηχρειωμένην, ἀλλ’ ὥσπερ εὐσυμπάθητος σῶσόν με παρ’ ἐλπίδα“.