Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σχόλια εἰς Ἰώβ

Μέγας Αθανάσιος

Σχόλια στο κεφάλαιο ΜΒ΄: Η ταπείνωση του Ιώβ

Καταληκτικά σχόλια επί της ομολογίας του Ιώβ, τα οποία αναδεικνύουν την ταπείνωση των αγίων στο πλαίσιο της θεογνωσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 3

Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸ αὐτὸ βιβλίον τοῦ Ἰὼβ ἑρμηνείας. Cap. XLII v. 6, 7. Ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν Κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰὼβ κτλ. Καίτοι πρὸ τοῦ ἀξιωθῆναι τοῦ Θείου τούτου χαρίσματος, μετὰ παρρησίας, περὶ τῶν αὐτοῦ κατορθωμάτων διαλέγεται καὶ μάρτυρα τῆς ἀρετῆς τὸν Θεὸν καλεῖ. Οἱ γὰρ ἅγιοι ὅσῳ προκοπτοῦνται ἐν τῇ τοῦ Θεοῦ γνώμῃ, τοσούτῳ μᾶλλον αἰσθάνονται τῆς ἀνθρωπίνης ἀσθενείας· Οὕτω καὶ Ἁβραὰμ πρότερον μὲν οὐκ ἔλεγεν· Ἐγώ εἰμι γῆ καὶ σποδὸς, οὐδὲ ἐν τῷ πρώτῳ χρηματισμῷ τοῦτο εἶπε τῷ λέγοντι αὐτῷ· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου· ἀλλ᾽ ὅτε προέκοψε πολλῷ, ὅταν ὤφθῃ αὐτῷ ὁ Κύριος ἓν τῇ δρυῒ τῇ Μαμβρῇ, ὅτε ἤκουσε τῶν χρηματισμῶν, νοήσας τὸν Θεὸν ἐκ τῶν ἀποκαλύψεων, εἶδεν ὅτι ὡς πρὸς Θεὸν οὐδέν ἐστιν, ἀλλὰ γῆ, οὐδὲ γῆ μόνον, ἀλλὰ καὶ σποδὸς, γῆ κατακεκαυμένη· τοιαύτη γὰρ ἡ σποδὸς οὐδὲ γῆ ζῶσα, οὔτ᾽ ἔχουσα φυσικὴν δύναμιν, γῆ μὲν διὰ τὰ ἀνθρώπινα κατορθώματα, σποδὸς δὲ διὰ τὰ ἁμαρτήματα.