Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σχόλια εἰς Ἰώβ

Μέγας Αθανάσιος

Σχόλια στα κεφάλαια Α΄ και Β΄: Η παράσταση ενώπιον του Θεού και η υπομονή του Ιώβ

Ερμηνεία των πρώτων κεφαλαίων του βιβλίου, με αναφορές στην παρουσία των όντων ενώπιον του Θεού και στη γενναιότητα του Ιώβ κατά τη διάρκεια των πειρασμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 3

EX COMMENTARIO IN JOB. Cap. I, v. 7. Καὶ εἶπεν ὁ Κύριος τῷ Διαβόλῳ Πόθεν παραγέγονας; Ἅμα καὶ ἐν τούτοις περίσταται, καὶ ὅτι τὰ γενητὰ πάντα ἐν μεμερισμένοις τόποις εἰσὶ, φωστῆρες μὲν ἐν τῷ στερεώματι, νέφη δὲ ἐν τῷ ἀέρι· καὶ τοῖς ἀνθρώποις ἔστησεν ὅρια ἐθνῶν, οἱ δὲ ἄγγελοι ἀποστέλλονται εἰς διακονίας, καὶ ἀναβαίνουσι καὶ καταβαίνουσιν ἐπὶ τῆς κλίμακος· κἀνταῦθα ἦλθον, φησὶν, παραστῆναι ἐνώπιον Κυρίου, καὶ πεῦσις γίνεται πρὸς τὸν Διάβολον· Πόθεν παραγέγονας; ὥστε ἐν τόπῳ εἰσὶ, καὶ ἔνθα ἀποστέλλονται, ἐκεῖ πάρεισι, μόνος δὲ ὁ Θεὸς ἀπερίγραπτος. Ὅθεν οὐχ ὡς ἐν τόπῳ, τὸν πανταχοῦ παρόντα ζητοῦσιν, ἵν᾽ εὕροιεν ἐν χωρίῳ καὶ συγκλειόμενον τὸν ἀόριστον· ἀλλὰ τὸ παραστῆναι τοῦτό ἐστι, τὸ τοῖς θελήμασιν αὐτοῦ τυπωθῆναι, καὶ τὸ πρὸς αὐτὸν ὁλικῶς ἀνατείνεσθαι· Θεοῦ μὲν γὰρ ἐνώπιόν ἐστι πᾶσα ἡ κτίσις, καὶ αὐτὴ ἡ ἀποστατικὴ καὶ πονηροτάτη κατὰ τὸ ἀπερίγραφον τῆς οὐσίας ἐκείνης· ἰδίως δὲ οἱ ἄγγελοι πάρεισι τῷ Θεῷ κατὰ τὸν τῆς θείας ἀγάπης ἀκόρεστον ἔρωτα.

Cap. II, v. 10. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐκ ὑποίσομεν; Ἠγωνίζετο μὲν οὖν ὁ Ἰὼβ, καὶ μέγας ἦν ὁ πειρασμὸς, μείζων καὶ ἐφαίνετο ὁ ἀθλητὴς τοῦ πειρασμοῦ· καὶ πολὺς μὲν ἔρρεεν ὁ πειράζων καὶ χαλεπὸς ἦν ὁ μαχόμενος· ἀνδρειότερος δὲ ἐφαίνετο ὁ πειραζόμενος, νικῶν τὰς ἐπιχειρήσεις καὶ προσβολὰς τοῦ πονηροῦ, τῷ μεγέθει τῆς διανοίας· γνώρισμα τῆς ἀνδρείας ἐστὶν ἡ ὑπομονή· ταύτῃ γὰρ ἕκαστος τῶν ἁγίων φέρων τὰ συμβαίνοντα ἐν τῷ βίῳ ἐπίπονα καὶ λυπηρὰ, ἴσχυε κατὰ τοῦ Διαβόλου· ἅπερ τὸ Πνεῦμα θέλον ἡμᾶς ἀμφότερα κτᾶσθαι, προστάττει λέγων ἐν τῷ ψάλμῳ· Ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

Ὁ γὰρ ὑπομένων, ἄνδρειός ἐστι, καὶ ὁ ἄνδρειος ὑπομενητικὸς ἂν εἴη. Διὸ καὶ ὁ μακάριος Ἰὼβ διὰ τὸ ὑπομένειν ἐκραταιοῦτο, καὶ διὰ τὸ ἀνδρείως φέρειν τοὺς πόνους ὑπέμεινε, καὶ τὴν γυναῖκα διωθεῖτο, ἐξαπαταθεῖσαν ὑπὸ τοῦ ὄφεως, καὶ φθαρεῖσαν τὰ νοήματα· ἐκεῖ γὰρ ὅλως ἐστὶ μισητὴς ὁ τῆς κακίας εὑρετὴς, καὶ μόνον φαινόμενος ζητεῖν τίνα ἁρπάζειν καὶ καταπιεῖν, διὰ τοῦτο ὃ μέν ἐστιν αὐτὸς, ὑποκρύπτει καὶ σκέπει, ὑποκρινόμενος δὲ τῇ φαντασίᾳ τὴν πᾶσι ποθουμένην ἀλήθειαν, τὸν ἴδιον ἰὸν ἐπιβάλλει τοῖς ἀκολουθήσασιν αὐτῷ· οὕτω καὶ τὴν Εὔαν ἠπάτησεν, οὐ τὰ ἴδια λαλῶν, ἀλλ᾽ ὑποκρινόμενος τὰ τοῦ Θεοῦ ῥήματα, τὴν δὲ διάνοιαν αὐτῶν παραποιῶν οὕτω καὶ τὴν γυναῖκα τοῦ Ἰὼβ ὑπέβαλε, πείσας αὐτὴν ὑποκρίνεσθαι φιλανδρείαν, διδάξας δὲ βλασφημεῖν εἰς τὸν Θεόν· οὕτω τοὺς ἀνθρώπους ὁ δόλιος παίζει ταῖς φαντασίαις, ὑποκλέπτων καὶ σύρων ἕκαστον εἰς τὸν ἴδιον τῆς κακίας βόθρον.