Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σχόλια εἰς Ἰώβ

Μέγας Αθανάσιος

Σχόλια στο κεφάλαιο Θ΄: Χριστολογικές προτυπώσεις και κοσμολογικές αναφορές

Αλληγορική προσέγγιση του κειμένου, όπου τα φυσικά φαινόμενα ερμηνεύονται χριστολογικά σε σχέση με το Πάθος του Χριστού, και ανάλυση της κοσμολογικής σημασίας των αστέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 3

Cap. IX, v. 5. Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ. Ὄρη οἱ προφῆται, ὁ Μοϋσῆς καὶ οἱ καθ᾽ ἑξῆς. Καὶ δῆλοι ἡ γραφή· ᾜρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. Ὁ τὸ διανοητικὸν ἐπιδοὺς τοῖς λόγοις τῶν προφητῶν, ᾔρε τοὺς ὀφθαλμοὺς εἰς τὰ ὄρη, ὁρῶν ὅτι ἥξει ἐκ τῶν ἐν τοῖς προφήταις νοηθέντων λόγων ἡ βοήθεια αὐτοῦ παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν, πληρώσαντος μυστηρίων τὴν καθαρὰν τῶν προφητῶν καρδίαν.

Ὅσον οὖν ἡ καινὴ διαθήκη οὐκ ἔρχεται οὐκ ἦσαν παλαιοὶ οἱ προφῆται, οὐδαμοῦ γὰρ παρὰ διαθήκην, εἴρηται πρὸ τούτου· Χριστὸς δέ ἐστιν ὁ παλαιῶν ὄρη, Μωσέα καὶ τοὺς προφήτας. Καὶ οὐκ οἴδασι· Τίνες οὖν οὐκ οἴδασιν; ἐκεῖνοι πρὸς οὓς ἔλεγεν· Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἐν ἐμοί· περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἐγράφη. Εἰ εἴδησαν Ἰουδαῖοι ὅτι περιπαλαιῶται τὰ ὄρη, καταλιπόντες ἂν αὐτὰ, τουτέστιν τὴν τοῦ γράμματος παλαιότητα, διήλλανται καὶ ἐληλύθησαν ἐπὶ τὴν καινὴν διαθήκην· καὶ ἐλάτρευον Θεῷ ἐν καινότητι Πνεύματος, καὶ οὐ παλαιότητι γράμματος· ἐπάγει οὖν· οὐκ οἴδασιν οὖν Ἰουδαῖοι οὔτε τὸν παλαιώσαντα, οὔτε τὰ πεπαλαιωμένα. Διὸ ὁ καταστρέφων, φησὶν, αὐτὰ ὀργῇ, τουτέστι τὴν κατὰ τὸ γράμμα Ἱερουσαλὴμ ἢ τοῦ γράμματος.

Ποῦ τὸ αἰσθητὸν θυσιαστήριον; Παράδοξον ὁ Ἰησοῦς μου πεποίηκεν; ἐλθὼν τοὺς αὐτοῦ προφήτας καὶ πεπαλαίωκεν καὶ ἀνεκαίνισε, πεπαλαίωκε, πῶς; ἡ διακονία τοῦ θανάτου τοῦ ἐν γράμματι ἐντετυπωμένη ἦν, φησίν· ἀνεκαίνισε, πῶς; ὁ μὲν νόμος, φησὶν, ἅγιος καὶ ἡ ἐντολὴ αὐτοῦ ἁγία καὶ δικαία καὶ ἀγαθή· ἀλλ᾽ οὐκ ἤδεισαν ταῦτα οἱ μὴ μαθόντες τὸ ὄνομα πνευματικόν.

v. 6. Ὁ σείων τὴν ὑπ᾽ οὐρανὸν ἐκ θεμελίων. Χριστός ἐστιν ὁ σείσας τὴν ὑπ᾽ οὐρανόν· πολλοὶ ἐκ μέρους γίνονται σεισμοί· σεῖσμος γέγονεν ἐνθάδε· ἀλλ᾽ οἱ ἐν τῇ πλησίον πόλει οὐκ ἔγνωσαν· ἐπὶ δὲ τοῦ Χριστοῦ οὐ γέγονε μερικῶς, διὰ τοῦτο ὁ σείων τὴν ὑπ᾽ οὐρανὸν ἐκ θεμελίων· οἱ δὲ στύλοι αὐτῆς σαλεύοντες, δηλονότι οἱ ἀπόστολοι ἐν τῷ καιρῷ τοῦ πάθους ἐσαλεύθησαν Πάντες ὑμεῖς, φησὶ, σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ.

v. 7. Ὁ λέγων τῷ ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει. Καὶ τοῦτο ἐν τῷ σταυρῷ γέγονε· Κατὰ δὲ ἄστρων κατασφραγίζει· φέρεται ὅτι ταῖς τρισὶν ὥραις ἐν αἷς ἐξέλιπεν ὁ ἥλιος, ἀστέρες ἐφάνησαν ἐν οὐρανῷ ὡς ἐν νυκτί.

v. 9. Ὁ ποιῶν Πλειάδα, καὶ Ἕσπερον, καὶ Ἀρκτοῦρον, καὶ Ταμεῖα Νότου. Ταῦτα ὑπὲρ ἐμέ ἐστι τὰ μαθήματα. Πολλῶν γὰρ ὄντων τῶν ἀστέρων Πλειάδων, πλανητῶν καὶ ἀπλάνων παραλεγομένων ὑπὸ τῶν μὴ εἰδότων ὡς αὐτοὶ νομίζουσιν (ἔστι καὶ Ἕσπερος, ἐστι καὶ Φαέτων, καὶ Φαίνων, καὶ Στίλβων καὶ Φωσφόρος) τί δήποτε οὖν ὁ Ἰὼβ ἐν Πνεύματι φθεγγόμενος ἀπὸ τοσούτων ἀστέρων τῶν ἐν τῷ ἀπλάνει τὴν Πλείαδα μόνην ὠνόμασε; καὶ ἀπὸ τοσούτων πλανητῶν λεγομένων Ἕσπερον μόνον εἴρηκε; καὶ ἄλλον ἕνα τὸν Ἀρκτοῦρον τὸν ἐν τῷ ἀρκτοῦν ὄντα, τὸν λεγόμενον ὑπό τινων ἀρκτοφύλακα;

Σοφὸς δὲ ὁ καθ᾽ ἡμᾶς λέγει· Αὐτός μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου, καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τρόπων ἀλλαγὰς, καὶ μεταβολὰς καιρῶν, ἐνιαυτοῦ κύκλους καὶ ἀστέρων θέσεις.

Οὐκοῦν, ἐὰν γένωμαι σοφὸς, ᾄσομαι καὶ ἀστέρων θέσεις, καὶ ὅτῳ φίλον ἐστιν, ἀναγινώσκειν καὶ τὸν Ἐνώχ; ἐκεῖνος ἀνέγραψε καὶ τὰ περὶ τῶν ἀστέρων καὶ τὰ περὶ τῶν φωστήρων καὶ τίς αὐτῶν ἐστὶν ἀνατολὴ καὶ ἐπιτολή.

Τίς ἐστιν ὁ λέγων· Ἔδωκέ μοι ἀστέρων θέσεις εἰδέναι; καὶ διὰ τί ἀπὸ πολλῶν ἀστέρων τοῦ ζωδιακοῦ, ὠνόμαζε τὴν Πλειάδα· τοῦ γὰρ ζωδιακοῦ ἐστιν αὐτή· ἣ ἀπὸ τῶν βωρείων τὸν Ἀρκτοῦρον; Καὶ ἀπὸ τῶν λεγομένων πλανητῶν, οἵτινες φέρονται γὰρ ἀπὸ δυσμῶν πρὸς ἀνατολὴν, μόνον Ἕσπερον ὠνόμαζε. Εἴ τις δύναται ἀκουέτω τίς ἐστιν ἡ Πλείας; καὶ τίνος οἶκός ἐστι καὶ τίνος χωρίον; ὁ γὰρ Ἕσπερος οἶκον ἔχει τὸ ἄστρον τῶν Πλειάδων, καὶ οὐκ εἰκῆ ταῦτα εἴληπται τὰ ὀνόματα· ὁ ποιῶν Πλείαδας καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ Ταμεῖα νότου.

Ἔστι δὲ Ἀρκτοῦρος εἷς ἀστὴρ παρὰ τῇ οὐρανίῳ καλουμένῃ ἄρκτῳ, ᾗ χρῶνται σημείῳ ναῦται διὰ τὸ μηδέ ποτε δυνεῖν τοὺς ἀστέρας αὐτῆς, ἐπεὶ δὲ εἴρηκεν ἀπὸ τοῦ ζωδιακοῦ τὴν Πλειάδα, καὶ ἀπὸ τῶν ὑπερέκεινα τοῦ ζωδιακοῦ ἐν τοῖς ἀρκτικοῖς τόποις, τὸν Ἀρκτοῦρον, ἐσιώπησε δὲ τῶν ἀστέρων τοὺς νοτίους, διὰ τοῦτο οἱονεὶ ἀναλαμβάνει αὐτοὺς, καὶ λέγει· Ὁ ποιῶν Πλείαδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ Ταμεῖα Νότου.

Τάχα δὲ καὶ λόγον τεθεωρημένον ἔχει τὰ κατὰ τὸν τόπον· ἐστὶν ἀεὶ φανερὸς κύκλος πρὸς τῇ ἄρκτῳ, ἔστιν ἀφανὴς κύκλος πρὸς τῇ μεσεμβρίᾳ καὶ τῷ νότῳ· τάχα οὖν ἵνα δηλώσῃ τὸν ἀβανῆ, Ταμεῖα νότου ὠνομάζοντο· πῶς οὖν σωθήσεται τὸ οὔκ ἐστιν ἀριθμός;