Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σχόλια εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων

Μέγας Αθανάσιος

Η αυτογνωσία της ψυχής και η αναζήτηση του θείου Λόγου

Σχολιασμός της προτροπής προς την ψυχή για αυτογνωσία προς αποφυγή της αμαρτίας και ερμηνεία της αναζήτησης του Νυμφίου μέσω της μελέτης των Γραφών και της θεογνωσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 3

Ἐπ᾽ ἀγέλαις ἑταίρων σου ὡς ῥεμβομένη. Αὐτὸς πρὸς αὐτήν· Γνῶθι σεαυτὴν πρῶτον, ἵνα καὶ ἐμὲ γνῶναι δυνηθῇς. Ἐὰν μὴ γνῷς ἑαυτήν· εἰ οὐκ ἔγνως· εἰ μὴ οἶδας, ἔξελθε σὺ ἐν πτέρναις κατ᾽ ἴχνη, καὶ ποίμαινε τὰς ἐρίφους σου· καὶ θρέψῃς ἁμαρτίας ἀντὶ ἀρετῶν. Ἐπὶ σκηνώμασι τῶν ποιμένων· ἐν ταῖς ἐπιθυμίαις τῶν ἐναντίων δυνάμεων τῶν ποιμαινόντων σε.

Ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. Ἀναστήσομαι καὶ κυκλώσω ἐν τῇ πόλει. Ἀθανασίου. Ἀναγνώσομαι τὸν νόμον, ἀναγνώσομαι τοὺς προφήτας, ἐρευνήσω τὰ Εὐαγγέλια. Ταῦτα δὲ κατανυγεῖσα τῷ θείῳ πόθῳ φησί· Ἐπὶ κοίτην μου ἐν νυξίν. Κοίτην ὀνομάζει τὴν τελειοτέραν τοῦ ἀγαθοῦ μετουσίαν, καὶ νύκτα λέγει τὸν τῆς κοίτης καιρόν.

Διὰ δὲ τοῦ ὀνόματος τῆς νυκτὸς ἐνδείκνυται τῶν ἀοράτων τὴν θεωρίαν, καθ᾽ ὁμοιότητα Μωϋσέως, τοῦ ἐν τῷ γνόφῳ γεγονότος ἐν ᾧ ἦν ὁ Θεός.

Τοῦ αὐτοῦ. Οὐ γὰρ ᾔδειν τίς ἦν ὁ τρώσας με. Θεογνωσίαν μοι κοιμωμένῃ ἐνέσπειρεν ὁ Λόγος. Ταχέως διαναστᾶσα, ζητῶ τὸν τρώσαντα, καὶ παρακαλῶ αὐτῷ ὀφθῆναί μοι, καὶ περιέρχομαι ζητοῦσα τὸν ἀδελφιδοῦν μου.