Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύμβολον τοῦ Ἀθανασίου

Μέγας Αθανάσιος

Δογματική διδασκαλία περί του τριαδικού Θεού και της θείας Οικονομίας

Συστηματική παρουσίαση των ομοούσιων ιδιοτήτων των τριών θείων υποστάσεων, βαθύτερη ανάλυση της καθ' υπόστασιν ένωσης, της ενανθρώπησης και της τελικής κρίσης του κόσμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 4

Αὕτη ἐστὶν ἡ καθολικὴ πίστις, ἣν ἐὰν μή τις ἐκ πίστεως βεβαίως πιστεύσῃ, σωθῆναι οὐ δυνήσεται. Εἴ τις βούλοιτο σωθῆναι, πρὸ πάντων αὐτῷ χρεία κρατῆσαι τὴν ὀρθόδοξον πίστιν· ἣν ἐὰν μή τις ἀμόλυντον καὶ ἄφθορον τηρήσῃ, αἰώνιον εὑρήσει τὴν ἀπώλειαν. Πίστις οὖν ἡ ὀρθόδοξος αὕτη ἐστὶν, ἵνα ἕνα Θεὸν ἐν. Τριάδι, καὶ Τριάδα ἐν μονάδι σέβωμεν, μήτε συγχέοντες τὰς ὑποστάσεις, μήτε τὴν οὐσίαν διαιροῦντες.

Ἄλλη γὰρ ὑπόστασις τοῦ Πατρὸς, ἄλλη τοῦ Υἱοῦ, ἄλλη τοῦ ἁγίου Πνεύματος. Ἀλλὰ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, μία ἐστὶν ἡ θεότης, ἓν τὸ κράτος, μία ἐξουσία, μία βασιλεία, ἴση ἡ δόξα, ἴση ἡ μεγαλωσύνη καὶ αἰώνιος. Οἷος ὁ Πατὴρ, τοιοῦτος ὁ Υἱὸς, τοιοῦτον τὸ Πνεῦμα τὸ ἅγιον. Ἄκτιστος ὁ Πατὴρ, ἄκτιστος ὁ Υἱὸς, ἄκτιστον τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς ἄκτιστοι, ἀλλ᾽ εἷς ἄκτιστος.

Παντοκράτωρ ὁ Πατὴρ, παντοκράτωρ ὁ Υἱὸς, παντοκράτωρ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς παντοκράτορες, ἀλλ᾽ εἷς παντοκράτωρ. Αἰώνιος ὁ Πατὴρ, αἰώνιος ὁ Υἱὸς, αἰώνιον τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς αἰώνιοι, ἀλλ᾽ εἷς αἰώνιος. Παντοδύναμος ὁ Πατὴρ, παντοδύναμος ὁ Υἱὸς, παντοδύναμον τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς παντοδύναμοι, ἀλλ᾽ εἷς παντοδύναμος.

Οὕτω Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς θεοὶ, ἀλλ᾽ εἷς ἐστι Θεός. Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱὸς, Κύριος τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὐ τρεῖς κύριοι, ἀλλ᾽ εἷς ἐστι Κύριος. Καὶ ὥσπερ μοναδικῶς μίαν ἑκάστην ὑπόστασιν Θεὸν καὶ Κύριον ὁμολογεῖν Χριστιανικῇ ἀληθείᾳ συνηγοροῦμεν, οὕτω τρεῖς θεοὺς ἢ τρεῖς κυρίους λέγειν οὐ συναινοῦμεν, ἀλλὰ παντελῶς ἀπαγορεύομεν.

Πατὴρ γὰρ παρ᾽ οὐδενός ἐστι ποιητὸς, οὐ κτιστὸς, ἀλλ᾽ ἀγέννητος. Ὁ Υἱὸς ἀπὸ τοῦ Πατρός ἐστιν οὐ ποιητὸς, οὐ κτιστὸς, ἀλλὰ γεννητός. Τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Πατρός ἐστιν οὐ ποιητὸν, οὐ κτιστὸν, οὐ γεννητὸν, ἀλλ᾽ ἐκπορευτόν. Εἷς λοιπὸν ὁ Πατὴρ, οὐ τρεῖς πατέρες· εἷς Υἱὸς, οὐ τρεῖς υἱοί· ἓν Πνεῦμα ἅγιον, οὐ τρία πνεύματα ἅγια. Καὶ ἐν ταύτῃ τῇ Τριάδι οὐδεὶς πρῶτος ἢ ἔσχατος, οὐδεὶς μέγας ἢ μικρός· ἀλλὰ αἱ τρεῖς ὑποστάσεις αἰώνιοί τέ εἰσι καὶ ἴσαι εἰς πάντα, ὡς προείρηται. Μονάδα γοῦν ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι πᾶς Χριστιανὸς εὐσεβείσθω· καὶ οὕτω περὶ τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου Τριάδος δοξαζέτω.

Ἀναγκαῖον δέ ἐστι καὶ τὴν σάρκωσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὀρθῶς πιστεύειν. Ἔστι γοῦν ἡ πίστις ὀρθὴ, ἵνα πιστεύωμεν καὶ ὁμολογῶμεν, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ τοῦ Θεοῦ Υἱὸς, Θεὸς καὶ ἄνθρωπός ἐστι. Θεός ἐστιν ἐκ τῆς οὐσίας Πατρὸς [al. ἄκτιστός ἐστι καὶ οὐσία Πατρὸς], ἄνθρωπός ἐστιν ἐκ τῆς οὐσίας τῆς Μητρός.

Ἐπειδὴ γὰρ ἁμαρτήσας ὁ Ἀδὰμ θανάτῳ τὸ γένος τῶν ἀνθρώπων ὑπέβαλε, καὶ τὴν φύσιν ἡμῶν ὑπεύθυνον τῷ χρέει πεποίηκεν· ὁ Υἱὸς λοιπὸν τοῦ ἀοράτου Πατρὸς καὶ Θεοῦ, τῶν οὐρανῶν οὐκ ἐκστὰς, πρὸς ἡμᾶς κατῆλθε· καὶ δι᾽ ἀκοῆς εἰσδὺς τὴν νηδὺν τῆς ἁγίας Παρθένου, μυστικῶς τὴν κυοφορίαν εἰργάσατο, ἐνδὺς τὴν ἡμετέραν φύσιν κατ᾽ ἄκραν ἕνωσιν· Θεὸς ὁμοῦ καὶ ἄνθρωπος προελθὼν, οὕτω τὴν καθ᾽ ἡμᾶς οἰκονομίαν ἐπλήρωσε δι᾽ ἄφατον ἔλεον. Καὶ τέλειος Θεὸς ὢν, γέγονε τέλειος ἄνθρωπος, μὴ τραπεὶς, μὴ ἀλλοιωθεὶς τὴν ὑπερούσιον καὶ ἄφραστον οὐσίαν τῆς αὐτοῦ θεότητος, ἐκ ψυχῆς λογικῆς καὶ ἀνθρωπίνης σαρκὸς οὐσιωθείς· αὐτὸς ἑαυτῷ σὺν τῷ συμφυεῖ αὐτοῦ παναγίῳ Πνεύματι δημιουργήσας τὴν παναγίαν τῆς σαρκὸς πρόσληψιν, τελείαν οὐσίαν ἀνθρωπίνην ἐνυπόστατον αὐτῷ καὶ ἀδιαίρετον ἐξ αὐτοῦ, ἁμαρτίας ἀμέθεκτον· ἐκ τῶν παρθενικῶν ἁγνῶν αἱμάτων τῆς Θεομήτορος συμπαγέντος τοῦ σώματος, χωρίς τινος θελήματος ἢ ἐννοήματος σαρκικοῦ· τῆς δὲ ψυχῆς ἀΰλως κτισθείσης, νοερᾶς, λογικῆς, θελητικῆς, ἐνεργητικῆς, ὅλης τεθεαμένης σὺν τῇ σαρκὶ, ἐξ αὐτῆς ἀρχῆς, ἐκ πρώτης ὑπάρξεως, διὰ τὴν πρὸς αὐτὸν τὸν Θεὸν Λόγον ἄκραν ἕνωσιν, ἀσύγχυτον καθ᾽ ὑπόστασιν. Ἴσος οὖν ἐστι τῷ Πατρὶ κατὰ τὴν θεότητα, ἐλάττων δὲ τοῦ Πατρὸς κατὰ τὴν ἀνθρωπότητα.

Καὶ ὄντως ἀληθινὸς ὑπάρχει Θεὸς καὶ ἄνθρωπος· ὅμως οὐ δύο, ἀλλ᾽ εἷς ἐστιν ὁ Χριστός· εἷς δὲ οὐ τραπεῖσα ἡ σὰρξ, ἀλλὰ ἀναληφθεῖσα εἰς τὸν Θεόν· εἷς ὁλικῶς οὐ συγχύσει οὐσιῶν, ἀλλ᾽ ἑνώσει τὸ καθ᾽ ὑπόστασιν. Καὶ γὰρ ὥσπερ ψυχὴ λογικὴ καὶ σὰρξ εἷς ὑπάρχει ἄνθρωπος, οὕτω καὶ Θεὸς καὶ ἄνθρωπος εἷς ἐστιν ὁ Χριστός. Ὃς ἔπαθε τῇ σαρκὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, ἀπαθοῦς τῆς θεότητος μενούσης· καὶ ταφεὶς, καὶ ἀναστὰς, καὶ ἀναληφθεὶς εἰς τοὺς οὐρανοὺς, ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρός. Ἐκεῖθεν δὲ πάλιν ἐρχόμενος κρινεῖ ζῶντας καὶ νεκρούς. Οὗ τῇ παρουσίᾳ πάντες οἱ ἀπ᾽ αἰῶνος κεκοιμημένοι ἄνθρωποι ἀναστήσονται, λόγον ἀποδοῦναι περὶ τῶν πράξεων αὐτῶν.

Καὶ οἱ μὲν τὰ ἀγαθὰ πράξαντες, πορεύσονται τῷ κελεύσματι αὐτοῦ εἰς αἰώνιον ζωήν· οἱ δὲ τὰ φαῦλα πράξαντες, πορεύσονται εἰς αἰωνίους κολάσεις. Αὕτη τοίνυν ἐστὶν ἡ ὀρθόδοξος πίστις, ἣν ὁ μὴ τηρήσας ἀμώμητον, σωθῆναι οὐ δύναται.